ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ




Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν  ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χά ρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χρι στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει  τῷ Τιμοθέῳ ἐπιστολήν;

Εἶπεν, Ἐλπίζω ἐλθεῖν  πρὸς σὲ τάχιον·  οὐκ ἐξεγένετο  τοῦτο· παραμυθεῖται  αὐτὸν  διὰ  γραμμάτων  ἀντὶ  τῆς  παρουσίας, ἴσως  τεθλιμμένον   καὶ  διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς  ἤδη ἧφθαι  τότε. Κἂν γὰρ μεγάλοι  τινὲς  ἄνδρες  ὦσιν, ὅταν ἀναδέξωνται    τοὺς  οἴακας  καὶ  τὴν  κυβέρνησιν  τῆς  Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν  βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος  ἦν, ὅτε πάντα  ἀνήροτα, ὅτε πάντα  ἐχθρὰ, ὅτε πάντα  προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόμεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν  ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν  πρός με ταχέως,  φησί· καὶ, Ἐρχόμενος φέρε  τὰ  βιβλία,  μάλιστα  τὰς  μεμβράνας.


 ∆οκεῖ δέ μοι  πρὸς  τῷ  τέλει  εἶναι  αὕτη  ἡ ἐπιστολή· Ἐγὼ γὰρ ἤδη, φησὶ, σπένδομαι· καὶ πάλιν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο.  Ταῦτα δὴ πάντα  διορθούμενος,  καὶ τὴν παράκλησιν  ποιεῖται  ἀπὸ τῶν  οἰκείων  πειρασμῶν, καί φησι· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν  ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ. Εὐθέως ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν ἀπὸ τοῦ προοιμίου. Μή μοι τοὺς ἐνταῦθα κινδύνους  εἴπῃς, φησίν· οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα τοιοῦτον οὐδέν ἐστιν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Οὐ γὰρ διὰ τοῦτο ἀποστόλους ἡμᾶς ἐποίησεν, ἵνα κινδυνεύσωμεν  μόνον, φησὶν, ἀλλ' ἵνα καὶ ἀποθνήσκωμεν, ἵνα τοιαῦτα πάσχωμεν. Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ  παράκλησις  μόνον  οὐκ  ἦν,  ἀλλὰ  καὶ  προσθήκη  λύπης,  εὐθέως  ἀπὸ  τῆς  ἀρχῆς ποιεῖται  τὴν  παραμυθίαν.  Κατ' ἐπαγγελίαν,  λέγων,  ζωῆς  τῆς ἐν  Χριστῷ Ἰησῷ. Εἰ δὲ ἐπαγγελία   ἐστὶ,  μὴ  ζήτει  αὐτὴν  ἐνταῦθα·  Ἐλπὶς  γὰρ  βλεπομένη,  οὐκ  ἔστιν  ἐλπίς. Τιμοθέῳ  ἀγαπητῷ  τέκνῳ.  Οὐχὶ ἁπλῶς,  Τέκνῳ,  ἀλλὰ,  Ἀγαπητῷ.  Ἔστι γὰρ εἶναι  καὶ τέκνα μὴ ἀγαπώμενα· ἀλλ' οὐ σὺ τοιοῦτος, φησὶν, οὐδὲ τέκνον  σε καλῶ ἁπλῶς, ἀλλὰ τέκνον  ἀγαπητόν.  Ἐπειδὴ καὶ Γαλάτας τέκνα καλεῖ, ἀλλ' ὅμως καὶ ἀλγεῖ ὑπὲρ αὐτῶν, Τεκνία μου, λέγων, οὓς πάλιν ὠδίνω. Μάλιστα δὲ πολλὴν  αὐτῷ μαρτυρεῖ τὴν ἀρετὴν, ἀγαπητὸν καλῶν. Πῶς; Ὅταν γὰρ μὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀπὸ ἀρετῆς ἐστιν. Οἱ γοῦν ἐξ ἡμῶν τεχθέντες, οὐ δι' ἀρετὴν μόνον ἡμῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην·  οἱ δὲ κατὰ  πίστιν  ὅταν  ὦσιν  ἀγαπητοὶ,  δι' οὐδὲν  ἕτερόν  εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν·  ἐπεὶ  πόθεν  ἄλλοθεν;  καὶ  μάλιστα  παρὰ  Παύλῳ  τῷ  οὐδὲν  ποιοῦντι   κατὰ πρόσκλισιν. Ἄλλως  δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν, Τέκνῳ ἀγαπητῷ,  ὅτι οὐκ ὀργιζόμενος πρὸς αὐτὸν, οὐχὶ καταφρονῶν  αὐτοῦ, οὐχὶ κατεγνωκὼς  αὐτοῦ, οὐ παρεγένετο.  Χάρις, ἔλεος,  εἰρήνη  ἀπὸ  Θεοῦ Πατρὸς  καὶ  Χριστοῦ Ἰησοῦ  τοῦ  Κυρίου ἡμῶν.  Ἅπερ  καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν  ἐπεύχεται.  Καὶ ὅρα πῶς εὐθέως  ἐν τῷ προοιμίῳ  πρὸς
ἐκεῖνον  ἀπολογεῖται,  ὅτι οὐκ ἦλθε  πρὸς αὐτὸν,  οὐδὲ εἶδεν  αὐτόν.  Καὶ γὰρ τὸ, Ἕως ἔρχομαι,  καὶ  τὸ,  Σπουδάζω  ἐλθεῖν  πρὸς  σὲ τάχιον,  ταχεῖαν  ἐποίει  προσδοκᾷν  τὴν παρουσίαν. Πρὸς τοῦτο οὖν εὐθέως ἀπολογεῖται. Καὶ τὴν μὲν αἰτίαν εὐθέως οὐ λέγει, δι' ἢν  οὐκ  ἦλθεν,  ἵνα  μὴ σφόδρα λυπήσῃ· αὕτη  δὲ ἦν  τὸ κατέχεσθαι  αὐτὸν  παρὰ τοῦ Καίσαρος· ὅτε δὲ αὐτὸν  ἐκάλεσε πρὸς ἑαυτὸν  πρὸς τῷ  τέλει,  τότε  αὐτὴν  ἐνέφηνεν. Εὐθέως δὲ αὐτὸν ἐκ προοιμίων  οὐκ ἐμβάλλει  εἰς λύπην,  ἀλλ' ἐλπίδας  ὑποφαίνει  τοῦ αὐτὸν  ὄψεσθαι·  Ἐπιποθῶ  σε ἰδεῖν,  καὶ,  Σπούδασον  ἐλθεῖν  πρός  με  ταχέως. 
Εὐθέως οὖν ἐκ τοῦ προοιμίου ἀνίστησιν αὐτὸν, καὶ τὰ ἑξῆς λέγει μετ' ἐγκωμίου. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον  ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.  Εὐχαριστῶ τῷ Θεῷ, ὅτι μέμνημαί σου, φησίν· οὕτω σε φιλῶ.  Τοῦτο ὑπερβαλλούσης ἀγάπης, ὅταν καὶ κοσμῆταί τις τῇ φιλίᾳ  ἐκ τοῦ σφόδρα φιλεῖν.  Χάριν ἔχω, φησὶ, τῷ Θεῷ, ᾧ λατρεύω. Πῶς; Ἐν καθαρᾷ συνειδήσει ἀπὸ προγόνων· ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν. Ἄλλως δὲ ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ  τὴν  συνείδησιν  τὸν βίον λέγει. Ἢ ὅτι οὐδὲν ὧν  προεθυμούμην  καλῶν  δι' ἀνθρωπίνην αἰτίαν  προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον.  ∆ιό φησιν, Ἀλλ' ἠλεήθην,  ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· μονονουχὶ  λέγων, μὴ ὑποπτεύσῃς τὸ πρᾶγμα κακίαν εἶναι. Καλῶς συνίστησιν αὑτοῦ τὸ ἦθος, ἵνα  ἀξιόπιστον  δειχθῇ  τὸ περὶ τὴν  ἀγάπην.  Ὃ δὲ λέγει,  τοῦτό  ἐστιν· Οὐδὲν ψεύδομαι,  οὐδὲ ἄλλα  ἔχω, καὶ ἄλλα  λέγω.  Ὥστε καὶ τότε ἀναγκασθεὶς ἑαυτὸν ἐνεκωμίασεν, ὥς που τὸ τῶν Πράξεων βιβλίον δηλοῖ. Ἐπειδὴ γὰρ ὡς στασιαστὴν αὐτὸν διέβαλλον καὶ νεωτεροποιὸν,  διὰ τοῦτο ἔλεγε· Καὶ εἶπεν Ἀνανίας πρός με· Ὁ Θεὸς τῶν  πατέρων  ἡμῶν  προεχειρίσατό σε γνῶναι  τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν  ἐκ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Οὕτω καὶ ἐνταῦθα, ἵνα μὴ λάβῃ ἀφίλου καὶ ἀσυνειδήτου δόξαν ὡς ἐπιλελησμένος, εἰκότως ἑαυτὸν ἐγκωμιάζει λέγων, Ὡς ἀδιάλειπτον   ἔχω  τὴν  περὶ  σοῦ μνείαν,  καὶ  οὐχ  ἁπλῶς,  ἀλλ'  Ἐν  ταῖς  δεήσεσί μου. Τουτέστιν, εὐχῆς  μοι ἔργον  ἐστὶ, τὸν  πάντα  χρόνον  διατελῶ  τοῦτο ποιῶν  διηνεκῶς. Τοῦτο γὰρ ἐμφαίνει  τῷ εἰπεῖν, Νυκτὸς καὶ ἡμέρας ὑπὲρ τούτου τὸν Θεὸν παρεκάλουν, ἐπιποθῶν  σε ἰδεῖν. Ὁρᾷς ζέοντα πόθον; ὁρᾷς μανίαν  ἀγάπης; ὁρᾷς ταπεινοφροσύνην; πῶς ἀπολογεῖται  τῷ μαθητῇ; Εἶτα δείκνυσιν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ. Ἔδειξε μὲν οὖν καὶ ἤδη, δείκνυσι δὲ καὶ ἐνταῦθα· φησὶ γὰρ, Μεμνημένος σου τῶν δακρύων. Εἰκὸς ἦν αὐτὸν  ἀποσχιζόμενον  κλαίειν  καὶ ὀδύρεσθαι μᾶλλον,  ἢ παιδίον  τοῦ μαστοῦ καὶ τῆς τίτθης ἀποσπώμενον  καὶ γάλακτος. Ἵνα χαρᾶς, φησὶ, πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν. Οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπεστέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς καὶ θηριώδης· ἱκανὰ γὰρ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι. Νυνὶ δὲ οὐχ εἷς τῶν τοιούτων  εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων  τῷ Θεῷ. Ὥστε πολλαί με ἦγον ἀνάγκαι  πρὸς σέ. Ἄρα οὖν ἔκλαιε. Καὶ ἑτέραν τίθησιν  αἰτίαν  ἅμα καὶ παρακλητικήν· Ὑπόμνησιν,  φησὶ,  λαμβάνων   τῆς  ἐν  σοὶ  ἀνυποκρίτου   πίστεως.  βʹ. Εἶτα  καὶ  ἄλλο ἐγκώμιον,  ὅτι οὐκ ἐξ ἐθνῶν,  οὐδὲ ἐξ ἀπίστων, ἀλλ' ἄνωθεν  ἀπὸ οἰκίας ἦν τῷ Χριστῷ δουλευούσης. Ἥτις ἐνῴκησε, φησὶν, ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ ἐν τῇ μητρί σου Εὐνίκῃ. Ἦν γὰρ, φησὶν,  υἱὸς  γυναικὸς  Ἰουδαίας  πιστῆς.  Πῶς Ἰουδαίας; πῶς  πιστῆς; Οὐκ ἐξ ἐθνικῶν.  ∆ιὰ δὲ τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην  ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους  τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν  αὐτόν. Ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι,   τῶν     ἐπιμιξιῶν    τούτων    γινομένων;    Καὶ  ὅρα   πόσα   ἔθηκε πληροφορῶν ὅτι οὐ κατεφρόνησεν. Ἐγὼ λατρεύω τῷ Θεῷ, φησί· συνείδησιν ἔχω ἀληθῆ· σὺ δὲ τὰ δάκρυα. Οὐ διὰ τὰ δάκρυα μόνον (ἐπιποθῶ σε ἰδεῖν), ἀλλὰ καὶ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐργάτης, ὅτι οὐδὲν δολερὸν παρὰ σοί. Ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι  παρέχῃς, οὕτω μὲν ὢν φιλόστοργος, οὕτω δὲ γνήσιος μαθητὴς τοῦ Χριστοῦ, ὅταν μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν  σπουδαζόντων, τί τὸ κωλύον ἦν ἐμὲ  ἐλθεῖν; Πέπεισμαι δὲ  ὅτι  καὶ  ἐν  σοί. Ἄνωθεν  ἔχεις  τοῦτο,  φησὶ,  τὸ  καλὸν,  ἐκ προγόνων  διεδέξω τὴν πίστιν τὴν ἀνυπόκριτον.  Τὰ γὰρ τῶν προγόνων  ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν,  καὶ ἡμῶν ἐστιν· ὅταν δὲ μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει. ∆ιὸ καὶ ἐπήγαγε, Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Οὐ στοχάζομαι, φησὶν, ἀλλὰ πέπεισμαι καὶ πεπληροφόρημαι. Εἰ τοίνυν δι' οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. ∆ι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Ὅρα πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ  ὄντα  πολλῇ,  πῶς  ἐν  κατηφείᾳ.  Μονονουχὶ  γὰρ τοῦτό  φησι· Μὴ νομίσῃς  ὅτι κατεφρόνησά σου· ἀλλ' εἰδὼς ἔσο, ὅτι οὔτε κατέγνων,  οὐδὲ ἐπελήσθην· καὶ εἰ μηδένα ἕτερον,  τὴν  μάμμην  καὶ τὴν  μητέρα ἐννόει.  ∆ιὸ ἐπειδὴ  οἶδα, ὅτι  ἀνυπόκριτον  ἔχεις πίστιν,  ἀναμιμνήσκω·  δεῖ γάρ σοι προθυμίας  πρὸς τὸ ἀναζωπυρῆσαι  τὸ χάρισμα τοῦ Θεοῦ. Καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω καὶ ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ. Ἀναμιμνήσκω σε ἀναζωπυρεῖν  τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως  τῶν   χειρῶν   μου·  τουτέστι,  τὴν  χάριν   τοῦ  Πνεύματος,  ἣν  ἔλαβες  εἰς προστασίαν τῆς Ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν ἅπασαν. Ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι  τοῦτο· διὸ ἀλλαχοῦ  λέγει, Τὸ Πνεῦμα μὴ σβέννυτε. Ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Ἔνεστι μὲν γὰρ ἐν σοὶ, πλὴν ἀλλὰ σφοδρότερον ἐργάζου αὐτὸ, τουτέστι, παῤῥησίας ἔμπλησον αὐτὸ, χαρᾶς, εὐφροσύνης· στῆθι γενναίως.  Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἵνα  ὑποστελλώμεθα,  ἀλλ' ἵνα  παῤῥησιαζώμεθα. Πολλοῖς γὰρ δίδωσι πνεῦμα  δειλίας, οἷον ἐπὶ τῶν πολέμων  ἐν ταῖς Βασιλείαις γέγονε. Καὶ ἔπεσε, φησὶ, πνεῦμα δειλίας ἐπ' αὐτούς·  τουτέστι,  φόβον   αὐτοῖς   ἐνέθηκεν.   Ἀλλὰ  σοὶ  ἔδωκε   τοὐναντίον  πνεῦμα δυνάμεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Ἄρα καὶ τοῦτο ἀπὸ χάριτός ἐστιν, ἀλλ' οὐχ ἁπλῶς ἀπὸ χάριτος, ἀλλ' ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ' ἑαυτῶν. Τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν, Ἀββᾶ, ὁ Πατὴρ, καὶ τὴν ἀγάπην τίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· ἵνα ἀλλήλους, φησὶν, ἀγαπῶμεν· ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν ἡ ἀγάπη γίνεται. Οὐδὲν γὰρ οὕτω φιλίαν διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη. Οὐ γὰρ ἔδωκεν  ἡμῖν  ὁ Θεὸς, φησὶ, πνεῦμα  δειλίας,  ἀλλὰ  ἀγάπης  καὶ δυνάμεως  καὶ σωφρονισμοῦ. Ἤτοι σωφρονισμὸν τὴν ὑγείαν λέγει τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ Σωφρονισμοῦ,  ὥστε σωφρονίζεσθαι ἡμᾶς, κἄν τι δεινὸν γένηται, ἵνα σωφρονίζῃ ἡμᾶς, καὶ τὰ περιττὰ  κόπτῃ.  Μὴ τοίνυν  ἀλγῶμεν  ἐπὶ τοῖς  δεινοῖς  τοῖς  συμπίπτουσι· σωφρονισμὸς τοῦτό ἐστι. Μὴ σπεύσῃς, φησὶν, ἐν καιρῷ ἐπαγωγῆς.  Πολλοὶ πολλὰ κατ' οἶκον ἔχουσι λυπηρὰ, καὶ τῇ μὲν λύπῃ κοινωνοῦμεν ἀλλήλοις,  τῇ δὲ ὑποθέσει οὐκέτι· ἀλλ' ὁ μὲν ἀπὸ γυναικὸς, ὁ δὲ ἀπὸ παιδὸς, ἕτερος ἀπὸ οἰκέτου, ἄλλος ἀπὸ φίλου, ἄλλος ἀπὸ ἐχθροῦ, ἄλλος ἀπὸ γείτονος,  ἄλλος ἀπὸ ζημίας, καὶ πολλαὶ  καὶ διάφοροί εἰσιν αἱ αἰτίαι τῆς λύπης· καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης καθαρὸν καὶ ἀθυμίας, ἀλλὰ ὁ μὲν μικρὰ, ὁ δὲ μείζονα ἔχει τὰ λυποῦντα.  Μὴ τοίνυν  ἀσχάλλωμεν,  μηδὲ αὐτοὶ μόνοι νομίζωμεν εἶναι ἐν λύπῃ.
γʹ. Οὐ γὰρ ἔστιν ἄνθρωπον  ὄντα καὶ τὸν ἐπίκηρον  τοῦτον  ζῶντα  βίον, λύπης εἶναι  χωρίς·  ἀλλ'  ἂν  μὴ  σήμερον, αὔριον·  ἂν  μὴ  αὔριον,  μετὰ  ταῦτα  συμβαίνει  τὸ λυπηρόν. Ὥσπερ γὰρ οὐκ ἔνι τινὰ πλέοντα μὴ εἶναι ἐν ἀγωνίᾳ, πλέοντα λέγω πέλαγος μέγα· οὕτως  οὐδὲ τὸν  τοῦτον  τὸν  βίον  ζῶντα  οὐχ  οἷόν  τε μὴ εἶναι  ἐν  ἀθυμίᾳ,  κἂν πλούσιον εἴπῃς· ἐπειδὴ γὰρ πλούσιός ἐστι, πολλὰς ἀφορμὰς ἐπιθυμιῶν  ἔχει· κἂν αὐτὸν τὸν  βασιλέα· καὶ γὰρ καὶ αὐτὸς ὑπὸ πολλῶν  κρατεῖται,  καὶ οὐ πάντα  κατὰ γνώμην πράττει, ἀλλὰ πολλὰ παρὰ τὸ δοκοῦν αὐτῷ χαρίζεται, καὶ μάλιστα πάντων ἐκεῖνός ἐστιν ὁ  πάντα  πράττων  ἃ  μὴ  θέλει.  Τί δήποτε;  Ὅτι  πολλοὺς  ἔχει  τοὺς  ἐκ  τῶν  ἐκείνου λαμβάνειν  βουλομένους.  Ἐννόησον  δὲ, ἐν  ὅσῃ ἐστὶν  ἀθυμίᾳ,  ὅταν  βούληται  μέν  τι πράττειν,  μὴ δύνηται  δὲ ἢ διὰ δέος, ἢ δι' ὑποψίαν,  ἢ διὰ πολεμίους,  ἢ διὰ φίλους; Πολλάκις δὲ, ὅταν καὶ φιλονεικήσῃ  τι πρᾶξαι τῶν αὐτῷ δοκούντων,  τὸ πᾶν αὐτῷ τῆς ἡδονῆς ἠφάνισε τῆς ἐκ τῆς πράξεως ἐκείνης, πολλῶν ὄντων τῶν ἀπεχθανομένων αὐτῷ. Ἀλλὰ τί; νομίζεις τοὺς ἀπράγμονα βίον ζῶντας εἶναι ἐν βίῳ λύπης καθαρούς; Οὐκ ἔστιν. Ὥσπερ γὰρ οὐκ ἔστιν εἶναι ἀθάνατον  ἄνθρωπον  ὄντα, οὕτως οὐδὲ λύπης χωρίς. Πόσα εἰκὸς ὑπομένειν αὐτοὺς πράγματα, ἃ λόγῳ μὲν παραστῆσαι οὐκ ἔστιν, ἔργῳ δὲ ἐκείνους μόνους δυνατὸν εἰδέναι; πόσοι μυριάκις ηὔξαντο ἀποθανεῖν  ἐν ἐκείνῳ τῷ πλούτῳ, καὶ τῇ τρυφῇ; Τὸ γὰρ τρυφᾷν  οὐ πάντως  καὶ ἐκτὸς εἶναι λύπης ποιεῖ· μᾶλλον  δὲ αὐτὸ τὸ τρυφᾷν  μυρίας τίκτει  λύπας,  νόσους, ἀηδίας· καὶ χωρὶς  τούτων,  αἰτίας  πολλάκις  μὴ ὑποκειμένης. Ὅταν γὰρ ἡ ψυχὴ ἐν ἕξει τοιαύτῃ καταστῇ, καὶ ἁπλῶς οἶδεν ἀλγεῖν. Καὶ γὰρ ἰατρῶν λέγουσι παῖδες ὅτι καὶ παρὰ στομάχου κατασκευὴν ἀσθενῆ ἄκαιροι γίνονται λύπαι. Ἢ οὐχὶ καὶ παρ' ἡμῖν τοῦτο συμπίπτει, ὅταν ἀλγῶμεν, καὶ μὴ εἰδῶμεν τῆς λύπης τὴν ὑπόθεσιν; Καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης χωρίς· εἰ δὲ οὐ τοσαύτην ἔχουσιν ἀφορμὴν λύπης, ὅσην ἡμεῖς, ὅμως οὕτως ἔχειν ἕκαστος νομίζει· τὸ γὰρ οἰκεῖον μᾶλλον αὐτὸν λυπεῖ τοῦ ἀλλοτρίου. Ὥσπερ γὰρ οἱ τὰ μέρη τῶν σωμάτων ἀλγοῦντες, νομίζουσι τοὺς πλησίον  πλεονεκτεῖν  ταῖς ἀλγηδόσι, καὶ ὁ τὸν  ὀφθαλμὸν  νοσῶν,  οὐδὲν  ἕτερον ἡγεῖται  τοιοῦτον  εἶναι  πάθος, οἷον  τὸ ἑαυτοῦ· πάλιν  ὁ τὸν  στόμαχον  νοσῶν,  τοῦτο πάντων   χαλεπώτερον   εἶναί   φησι,  καὶ   ἕκαστος  ἐν   ᾧ   κατέχεται,   τοῦτο   πάντων ἀνιαρότερον  εἶναι  ἡγεῖται·  οὕτω  καὶ  ἐπὶ  τῆς  ἀθυμίας,  ἕκαστος  ὑπὸ  τῆς  λύπης  ἧς κατέχεται,  ταύτην  φησὶν  εἶναι  ἀλγεινοτέραν·  μετὰ  γὰρ τῆς πείρας τῆς οἰκείας τοῦτο  κρίνει.  Οἷον, ὁ παῖδας  οὐκ ἔχων,  οὐδὲν  οὕτω  δεινὸν  νομίζει,  ὡς  ἀπαιδίαν· ὁ πολλοὺς ἔχων πάλιν  μετὰ πενίας, οὐδὲν οὕτως ὡς πολυπαιδίαν  αἰτιᾶται· ὁ ἕνα ἔχων, οὐδὲν χεῖρον τοῦ ἕνα ἔχειν νομίζει. Ἐντεῦθεν γὰρ, φησὶ, καὶ ῥᾳθυμίας γίνεται,  καὶ ἐν λύπῃ   τὸν   πατέρα   καθίστησιν,   ἀεὶ   περιπόθητος   αὐτῷ   τυγχάνων,    καὶ   οὐδεμίαν ἐπιστροφὴν  δεχόμενος.  Ὁ καλὴν  ἔχων  γυναῖκα,  οὐδὲν  χεῖρόν  φησι τοῦ καλὴν  ἔχειν γυναῖκα· ὑποψίας γὰρ τὸ πρᾶγμα γέμει καὶ ἐπιβουλῆς· ὁ δυσειδῆ, οὐδὲν χεῖρόν φησι τοῦ ἄμορφον ἔχειν γυναῖκα· ἀηδίας γὰρ τὸ πρᾶγμα ἐμπέπλησται. Ὁ ἰδιώτης οὐδὲν ἀχρηστότερον τοῦ βίου τούτου φησὶν οὐδὲ εὐτελέστερον· ὁ στρατιώτης οὐδὲν μοχθηρότερόν φησιν, οὐδὲ ἐπισφαλέστερον τῆς στρατείας· βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι μόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας. Ὁ ἐν ἀρχῇ ὢν οὐδὲν ἐπιπονώτερόν  φησι τοῦ  τῶν  ἄλλων  τὰς  ἀνάγκας  θεραπεύειν·  ὁ  ἀρχόμενος  οὐδὲν  δουλικώτερόν   φησιν ἑτέρων ἐξουσίᾳ ὑποκεῖσθαι. Ὁ γεγαμηκὼς οὐδὲν χεῖρόν φησι γυναικὸς καὶ φροντίδος· ὁ μὴ γεγαμηκὼς  οὐδὲν ἀνελευθεριώτερόν φησι τοῦ μὴ γαμεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως.  Ὁ ἔμπορος  τὸν  γεωργὸν  μακαρίζει  τῆς  ἀσφαλείας·  ὁ γεωργὸς  τὸν ἔμπορον τοῦ πλούτου. Καὶ ὅλως δυσάρεστόν πως τὸ γένος τὸ ἀνθρώπινον,  μεμψίμοιρον καὶ βαρύθυμόν  ἐστιν. Ὅτε πάντων  τῶν  ἀνθρώπων  καταγινώσκει,  τότε φησὶν, Οὐδὲν ἄνθρωπος, τὴν πᾶσαν λέγοντες φύσιν ἐπίμοχθον ζῶον καὶ ταλαίπωρον. Πόσοι τὸ γῆρας θαυμάζουσι; πόσοι τὴν νεότητα μακαρίζουσιν; Οὕτω καὶ ταῖς ἡλικίαις πολλὴ ἡ ἀθυμία.
Ὅταν ἴδωμεν κατηγορουμένους ἡμᾶς διὰ ἡλικίαν, φαμὲν, ∆ιὰ τί μὴ ἦμεν γέροντες; ὅταν λευκαίνηται  ἡ κεφαλὴ,  πάλιν,  Ποῦ ἡ νεότης; Καὶ ὅλως  μυρίας ἔχομεν  ἀφορμὰς  τοῦ λυπεῖσθαι. Μία μόνη ἐστὶν ὁδὸς ταύτης ἀπηλλαγμένη  τῆς ἀνωμαλίας,  ἡ κατὰ ἀρετήν· μᾶλλον δὲ καὶ αὐτὴ λύπην ἔχει, ἀλλὰ λύπην οὐκ ἀνόνητον, ἀλλὰ κέρδος καὶ ὠφέλειαν ἔχουσαν. Ἢ γὰρ ἥμαρτέ τις, καὶ διὰ τῆς λύπης κατανυγεὶς, ἀπενίψατο τὰ ἁμαρτήματα· ἢ ἀδελφῷ  πεπτωκότι  συνήλγησε, καὶ ἐνταῦθα  πάλιν  ἔχει τὸν μισθὸν οὐ μικρόν· τὸ γὰρ συναλγεῖν τοῖς ἐν συμφοραῖς οὖσι, πολλὴν ἡμῖν πρὸς Θεὸν δίδωσι τὴν παῤῥησίαν.
δʹ. Ἄκουσον ὅσα περὶ τοῦ Ἰὼβ φιλοσοφεῖ ἡ θεία Γραφή· ἄκουσον καὶ Παῦλος τί φησι·  Κλαίειν  μετὰ  κλαιόντων·   καὶ  πάλιν,  Τοῖς  ταπεινοῖς   συναπαγόμενοι.   Ἡ  γὰρ κοινωνία τῶν λυπουμένων τὸ σφόδρα φορτικὸν τῆς λύπης ἀφαιρεῖν εἴωθεν. Ὥσπερ γὰρ ἐπὶ φορτίου, ἂν τοῦ βάρους τις κοινωνήσῃ, ἐπελάφρυνε  τὸν μόνον τὸ ἄχθος φέροντα, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Νῦν δὲ τῶν μὲν οἰκείων ἡμῖν τινος τετελευτηκότος, πολλοὶ οἱ παρακαθήμενοι, πολλοὶ οἱ παραμυθούμενοι· καὶ ὄνον πεσόντα πολλάκις διεγείρομεν, τῶν δὲ ἀδελφῶν  ἡμῶν τὰς ψυχὰς πιπτούσας ὄνου μᾶλλον παραβλέπομεν καὶ παρατρέχομεν.
Καὶ  ἐὰν  εἰς  καπηλεῖον   αὐτὸν   ἴδωμεν   ἀσέμνως   εἰσιόντα,  οὐκ  ἀνα   κόπτομεν· κἂν μεθύοντα, οὐ κωλύομεν, κἂν ὅ τι δήποτε ἕτερον ποιοῦντα τῶν ἀτόπων· ἀλλὰ μᾶλλον  καὶ συμπράττομεν. ∆ιὰ τοῦτο Παῦλος ἔλεγεν, Οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ  καὶ συνευδοκοῦσι τοῖς πράττουσι· καὶ συμμορίας πότου  καὶ μέθης ποιοῦσιν  οἱ πολλοί.  Ποίησον, ἄνθρωπε,  συμμορίας, ὥστε ἀποθέσθαι  τὴν  μανίαν  τῆς  μέθης· τοῖς δεδεμένοις  καλὰ  ταῦτα  τὰ  φιλικὰ,  τοῖς  ἐν  θλίψει  οὖσι. Τοιοῦτόν  τι  καὶ  Κορινθίοις ἐπέταξεν ὁ Παῦλος, Ἵνα μὴ, ὅταν ἔλθω φησὶ, τότε λογίαι γίνωνται.  Νῦν δὲ μέθης μὲν καὶ τρυφῆς  καὶ σπατάλης ἕνεκεν  πάντα  πράττομεν,  καὶ κλίνην  κοινὴν,  καὶ τράπεζαν κοινὴν,  καὶ  οἶνον  κοινὸν,  καὶ  ἀνάλωμα  κοινὸν  ποιοῦμεν·  ἐλεημοσύνην  δὲ  οὐδεὶς ἐποιήσατο  κοινήν.   Τοιαῦτα  ἦν  ἐπὶ  τῶν   ἀποστόλων   τὰ  φιλικὰ,   πάντα   εἰς  μέσον κατετίθεντο τὰ ὑπάρχοντα. Ἐγὼ δὲ οὐ πάντα κελεύω, ἀλλὰ μέρος τι. Ὃ ἄν τις εὐοδῶται, φησὶν, ὁρισάτω ἕκαστος κατὰ μίαν τῶν σαββάτων, ὥσπερ τινὰ φόρον φέρειν ὑπὲρ τῶν ἑπτὰ ἡμερῶν, καὶ κατατίθεσθαι, καὶ οὕτω διδόναι ἐλεημοσύνην, κἂν μικρὸν, κἂν μέγα. Οὐκ ὀφθήσῃ γὰρ, φησὶ, κενὸς ἐνώπιον  Κυρίου. Ἰουδαίοις ταῦτα ἐλέγετο, πόσῳ μᾶλλον ἡμῖν; ∆ιὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα μηδεὶς εἰσίῃ κενὸς, ἵνα μετὰ ἐλεημοσύνης  εἰσίῃ. Εἰσέρχῃ ἐλεηθῆναι·  ἐλέησον  πρότερον.  Ὁ δὲ ὕστερον ἐρχόμενος, πλέον  ὀφείλει· ὅταν γὰρ ἀρξώμεθα ἡμεῖς, ὁ δεύτερος πλέον  κατατίθησι. Ποίησόν σοι ὀφειλέτην  τὸν Θεὸν, καὶ τότε αὐτὸν αἴτησαι· δάνεισον, καὶ τότε ἀπαίτει, ἵνα μετὰ τόκου λάβῃς· βούλεται τοῦτο ὁ Θεὸς, οὐκ ἀποφεύγει. Ἂν μετὰ ἐλεημοσύνης αἰτῇς, χάριν ἔχει· ἂν μετὰ ἐλεημοσύνης ἀπαιτῇς, δανείζεις καὶ τόκους λαμβάνεις. Ναὶ, παρακαλῶ. Οὐκ ἐν τῇ ἐκτάσει τῶν χειρῶν τὸ ἀκούεσθαί ἐστιν· ἔκτεινόν σου τὰς χεῖρας, μὴ εἰς τὸν οὐρανὸν, ἀλλ' εἰς τὰς τῶν πενήτων  χεῖρας. Ἂν εἰς τὰς τῶν πενήτων  χεῖρας ἐκτείνῃς  τὴν χεῖρα, αὐτῆς   ἥψω   τῆς   κορυφῆς   τοῦ   οὐρανοῦ·   ὁ   γὰρ   ἐκεῖ   καθήμενος   λαμβάνει   τὴν ἐλεημοσύνην· ἂν δὲ ἀκάρπους ἀνατείνῃς, οὐδὲν ὤνησας. Εἰπὲ γάρ μοι, εἴ σε προσελθὼν ὁ βασιλεὺς ᾔτησε μετὰ τῆς ἁλουργίδος, οὐκ ἂν προθύμως ἅπαντα τὰ ὄντα δέδωκας; νῦν δὲ οὐχ ὑπὸ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ οὐρανίου διὰ τῶν πενήτων αἰτούμενος ἕστηκας παρορῶν καὶ τὴν δόσιν ὑπερτιθέμενος; καὶ πόσης οὐκ ἂν εἴης κολάσεως ἄξιος; Οὐ γὰρ ἐν τῇ ἐκτάσει τῶν  χειρῶν,  οὐδὲ ἐν τῷ πλήθει  τῶν  ῥημάτων,  ἀλλ' ἐν τοῖς ἔργοις τὸ ἐπακούεσθαί  ἐστιν.  Ἄκουε  γὰρ  τοῦ  προφήτου   λέγοντος·  Ὅταν  τὰς  χεῖρας  ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς  μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε  τὴν δέησιν,
οὐκ εἰσακούσομαι ὑμῶν. ∆έον γὰρ σιγᾷν, καὶ μηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόμενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγγεται.  Ἀλλὰ τί φησι; Κρίνατε ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ μάθετε καλὸν ποιεῖν. Οὕτω δυνησόμεθα ἀκούεσθαι, κἂν κάτω τὰς χεῖρας ἔχωμεν, κἂν μὴ φθεγγώμεθα, μηδὲ ζητῶμεν. Ταῦτα τοίνυν ζηλώσωμεν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.

ΟΜΙΛΙΑ Βʹ.Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέ σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφα νείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

αʹ. Οὐδὲν χεῖρον,  ἢ ὅταν  τις ἀνθρωπίνοις  λογισμοῖς  τὰ θεῖα κρίνῃ  καὶ μετρῇ πράγματα· οὕτω γὰρ ἀπο  πεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου, καὶ τοῦ  φωτὸς  ἀποστερηθήσεται.  Εἰ γὰρ  ὁ  τὰς  τοῦ  ἡλίου  ἀκτῖνας  ἀνθρωπίνοις   θέλων καταλαβεῖν  ὀφθαλμοῖς,  οὐ μόνον  οὐ καταλήψεται  οὐδὲ ἀνθέξεται  τοῦ προκειμένου, ἀλλὰ καὶ ἀποπεσεῖται, καὶ μυρίαν ὑποστήσεται βλάβην· πολλῷ  μᾶλλον  ὁ βουλόμενος πρὸς ἐκεῖνο τὸ φῶς ἀτενὲς ἰδεῖν διὰ τῶν οἰκείων λογισμῶν, πείσεται τοῦτο, καὶ ὑβρίζει εἰς τὴν τοῦ Θεοῦ δωρεάν. Ὅρα γοῦν Μαρκίωνα καὶ Μάνην καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς  τὰς  λοιπὰς   αἱρέσεις  καὶ  τὰ  ὀλέθρια  δόγματα  ἐπεισαγαγόντας   τῇ  τοῦ  Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις  λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ.  Καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ  καυχήματος  ἄξια ἂν εἴη, τὸν σταυρὸν λέγω  τοῦ  Χριστοῦ. Οὐδὲν γὰρ οὕτω  τῆς  αὐτοῦ  φιλανθρωπίας τεκμήριον  μέγα, οὐκ οὐρανὸς, οὐ θάλαττα, οὐ γῆ, οὐ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγεῖν, οὐ τὰ ἄλλα  πάντα,  ὡς  ὁ σταυρός. ∆ιὸ καὶ Παῦλος ἐπ' αὐτῷ  καυχᾶται  λέγων·  Ἐμοὶ δὲ μὴ γένοιτο  καυχᾶσθαι,  εἰ μὴ ἐν  τῷ  σταυρῷ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἀλλ' οἱ ψυχικοὶ καὶμηδὲν πλέον Θεῷ νέμοντες τῶν ἀνθρώπων,  καταπίπτουσι καὶ αἰσχύνονται. ∆ιὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι' ἐκείνου πᾶσι· Μὴ οὖν ἐπαισχυνθῇς τὸ  μαρτύριον   τοῦ  Κυρίου  ἡμῶν.   Τουτέστι,  μὴ  αἰσχύνου   ὅτι  τὸν   ἐσταυρωμένον κηρύσσεις, ἀλλὰ καὶ ἐναβρύνου. Αὐτὰ μὲν γὰρ καθ' ἑαυτὰ, θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια καὶ ὀνειδισμοῦ· ἀλλ' ἐάν τις τὴν αἰτίαν προσθῇ καὶ τὸ μυστήριον ἴδῃ  καλῶς,  πολλοῦ  καυχήματος,  πολλῆς  σεμνότητος  ἑκάτερα  ὄντα  εὑρήσει. Ὁ γὰρ θάνατος  ἐκεῖνος  τὴν  οἰκουμένην   ἀπολλυμένην   ἔσωσεν,  ὁ  θάνατος  ἐκεῖνος  τῇ  γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος  ἐκεῖνος τὴν τυραννίδα  τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους  ἀγγέλους  ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος  ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν  εἰς τὸν θρόνον  τὸν βασιλικόν· τὰ δεσμὰ ταῦτα πολλοὺς  ἐπέτρεψε. Μὴ οὖν ἐπαισχυνθῇς, φησὶ, τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτέστι, κἂν αὐτὸς ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς. Ὅτι γὰρ τοῦτο ᾐνίξατο,  καὶ διὰ τῶν  ἀνωτέρω  εἰρημένων  δῆλον,  διὰ τοῦ εἰπεῖν,  Ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δυνάμεως  καὶ ἀγάπης καὶ σωφρονισμοῦ· καὶ διὰ τῶν μετὰ ταῦτα πάλιν.  Ἀλλὰ  συγκακοπάθησον,  φησί· τουτέστι,  μὴ ἁπλῶς  μὴ ἐπαισχυνθῇς,  ἀλλὰ  τῇ πείρᾳ μὴ ἐπαισχυνθῇς.  Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς  μηδὲ δείσῃς, ἀλλὰ  μᾶλλον  αὐτὸν
θαῤῥύνων  φησὶ, Μὴ ἐπαισχυνθῇς,  ὡς οὐκ ὄντος λοιπὸν  κινδύνου,  εἰ τῆς αἰσχύνης τις περιγένοιτο.  Τοῦτο γὰρ μόνον  ἔχει φορτικὸν  αἰσχύνη, τὸ ἡττᾶσθαι αὐτῆς. Μὴ τοίνυν ἐπαισχυνθῇς, εἰ ἐγὼ ὁ νεκροὺς ἐγείρων, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην περιδραμὼν, δέδεμαι νῦν· οὐ γὰρ ὡς κακοῦργός εἰμι δεσμώτης, ἀλλὰ τοῦ σταυρωθέντος ἕνεκεν.  Εἰ σταυρὸν οὐκ ἐπησχύνθη  μου ὁ ∆εσπότης, οὐδὲ τὰ δεσμὰ ἐγώ. Καὶ καλῶς παρακαλῶν  αὐτὸν μὴ ἐπαισχυνθῆναι,  πρότερον αὐτὸν τοῦ σταυροῦ ἀνέμνησεν. Εἰ τὸν σταυρὸν οὐκ ἐπαισχύνῃ, φησὶ, μηδὲ δεσμά· εἰ ὁ ∆εσπότης ἡμῶν καὶ διδάσκαλος σταυρὸν ὑπέμεινε, πολλῷ  μᾶλλον  ἡμεῖς τὰ δεσμά. Ἅπερ γὰρ αὐτὸς ὑπέμεινεν  ὁ αἰσχυνόμενος, καὶ τὸν σταυρωθέντα  ἐπαισχύνεται.  Οὐ γὰρ δι' ἐμαυτὸν, φησὶ, φέρω ταῦτα τὰ δεσμά. Μηδὲν οὖν ἀνθρώπινον πάθῃς, ἀλλὰ  τοῖς αὐτοῖς κοινώνησον,   Ἀλλὰ συγκακοπάθησον, φησὶ, τῷ Εὐαγγελίῳ, οὐχ ὡς τοῦ Εὐαγγελίου κακοπαθοῦντος,  ἀλλὰ τὸν μαθητὴν  διεγείρων  ὑπὲρ τοῦ Εὐαγγελίου πάσχειν. Κατὰ δύναμιν  Θεοῦ, φησὶ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος  κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων  αἰωνίων.  Ἄλλως δὲ, ἐπεὶ φορτικὸν  ἦν τὸ εἰπεῖν,  Κακοπάθησον, πάλιν  αὐτὸν  παραμυθεῖται  λέγων·  Οὐ κατὰ τὰ ἔργα ἡμῶν· τουτέστι, μὴ τῇ δυνάμει λογίζου τῇ σῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ τὸ ταῦτα φέρειν· σὸν μὲν γὰρ τὸ ἑλέσθαι καὶ προθυμηθῆναι, Θεοῦ δὲ τὸ κουφίσαι καὶ παῦσαι. Εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· Πῶς ἐσώθης ἐννόει, πῶς ἐκλήθης· ὥσπερ φησὶν  ἀλλαχοῦ,  Κατὰ τὴν  ἐνέργειαν  αὐτοῦ  τὴν  ἐνεργουμένην   ἐν  ἡμῖν.  Οὕτω  τοῦ ποιῆσαι  τὸν  οὐρανὸν  μείζων  δύναμις  αὕτη  ἦν,  τὸ πεῖσαι τὴν  οἰκουμένην.  Πῶς οὖν ἐκλήθη,  φησὶ,  Κλήσει  ἁγίᾳ;  Τουτέστιν,  ἁγίους   εἰργάσατο  ἁμαρτωλοὺς   ὄντας  καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον. Εἰ τοίνυν καὶ δυνατός ἐστι τῷ καλέσαι, καὶ ἀγαθὸς τῷ κατὰ χάριν, ἀλλὰ μὴ κατὰ ὀφειλὴν  τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι. Ὁ γὰρ, ἡνίκα ἡμᾶς ἔδει σωθῆναι, καὶ ἐχθροὺς ὄντας, χάριτι σώσας, ὅταν καὶ ἐργαζομένους ἴδῃ,  οὐ πολλῷ  μᾶλλον  συμπράξει; Οὐ κατὰ  τὰ  ἔργα ἡμῶν,  φησὶν,  ἀλλὰ  κατ' ἰδίαν πρόθεσιν. Τουτέστιν, οὐδενὸς  ἀναγκάζοντος,  οὐδενὸς  συμβουλεύοντος,  ἀλλ' ἐξ ἰδίας προθέσεως, οἴκοθεν ἐκ τῆς ἀγαθότητος αὑτοῦ ὁρμώμενος ἔσωσε· τοῦτο γάρ ἐστι τὸ, Κατ' ἰδίαν  πρόθεσιν. Καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων  αἰωνίων. Τουτέστιν,  ἀνάρχως  ταῦτα  προτετύπωτο  ἐν  Χριστῷ Ἰησοῦ γενέσθαι.  Οὐ μικρὸν  καὶ τοῦτο, τὸ ἄνωθεν βούλεσθαι· οὐκ ἐκ μετανοίας ἄρα. Πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ  αὐτὸς  ταῦτα  ἐβούλετο  ἐξ ἀρχῆς.  Φανερωθεῖσαν  δὲ νῦν  διὰ  τῆς  ἐπιφανείας  τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος  δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου.
βʹ. Εἶδες  δύναμιν,  εἶδες  δωρεὰν  οὐχὶ  δι'  ἔργων  γενομένην,   ἀλλὰ  διὰ  τοῦ Εὐαγγελίου; Ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι ἀμφότερα ταῦτα γεγένηται,  ἐν δὲ τῷ ἡμετέρῳ ἔσται. Πῶς; ∆ιὰ τοῦ Εὐαγγελίου. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ  ἀπόστολος  καὶ  διδάσκαλος  ἐθνῶν.  Τί δήποτε  τοῦτο  συνεχῶς  λέγει,  διδάσκαλον ἐθνῶν ἑαυτὸν καλῶν; Πεῖσαι βουλόμενος, ὅπερ ἔφην, ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν. Μὴ καταπέσῃς τοίνυν ἐν τοῖς ἐμοῖς παθήμασι· καταβέβληται τοῦ θανάτου τὰ νεῦρα. Οὐχ ὡς κακοῦργος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν. Ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον. ∆ι' ἣν αἰτίαν καὶ ταῦτα, φησὶ, πάσχω· ἀλλ' οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι, ὅτι δυνατός  ἐστι τὴν  παρακαταθήκην  μου φυλάξαι  εἰς ἐκείνην  τὴν ἡμέραν. Ἀλλ' οὐκ ἐπαισχύνομαι, φησίν. Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης  τὰ πάθη; Μὴ οὖν  ἐπαισχυνθῇς.  Ὁρᾷς πῶς  διὰ τῶν  ἔργων  ἐνδείκνυται  τὴν διδασκαλίαν; Ταῦτα πάσχω, φησίν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι. Οἶδα γὰρ ᾧ
πεπίστευκα,  καὶ  πέπεισμαι  ὅτι  δυνατός  ἐστι  τὴν  παρακαταθήκην   μου  φυλάξαι  εἰς ἐκείνην τὴν ἡμέραν. Τί ἐστι παρακαταθήκη; Ἡ  πίστις, τὸ κήρυγμα. Τοῦτο αὐτὸς, φησὶν,  ὁ παρακαταθέμενος  ἀκέραιον  φυλάξει.  Πάντα πάσχω  ὥστε μὴ τὸν  θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἂν αὐτὴ ἀκέραιος σώζηται. Ἢ τοὺς πιστοὺς λέγει τὴν παρακαθήκην,  ἣν ὁ Θεὸς αὐτῷ παρακατέθετο, ἢ ἣν αὐτὸς τῷ Θεῷ. Καὶ νῦν γὰρ, φησὶν, ἰδοὺ παρατίθεμαι ὑμᾶς τῷ Κυρίω· τουτέστιν, οὐκ ἀνόνητά μοι ταῦτα ἔσται· καὶ   Τιμόθεος   τῆς   παρακαταθήκης   δεικνύει   μοι   τὸν   καρπόν.   Ὁρᾷς  αὐτὸν   οὐδὲ αἰσθανόμενον τῶν κακῶν διὰ τὴν ἐλπίδα τῶν μαθητῶν; Τοιοῦτον εἶναι τὸν διδάσκαλον χρὴ, οὕτω  κήδεσθαι τῶν  μαθητῶν,  τούτους  πάντα  ἡγεῖσθαι. Νῦν ζῶμεν,  φησὶν,  ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν, Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ὁρᾷς αὐτὸν ταῦτα μεριμνῶντα,  οὐχ ἧττον τῶν οἰκείων  τὰ τῶν μαθητῶν; ∆εῖ γὰρ τοὺς φυσικοὺς πατέρας ὑπεραίρειν,  δεῖ θερμοτέρους  εἶναι.  Ἀλλὰ καὶ τοὺς παῖδας  φιλοστόργως  πρὸς αὐτοὺς διακεῖσθαι προσήκει. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις  ὑμῶν καὶ ὑπείκετε, εἰδότες ὅτι αὐτοὶ ἀγρυπνοῦσιν  ὑπὲρ τῶν ψυχῶν  ὑμῶν, ὡς λόγον  ἀποδώσοντες.  Εἰπὲ γάρ μοι, αὐτὸς μὲν τοσούτῳ κινδύνῳ  ἐστὶν ὑπεύθυνος· σὺ δὲ οὐδὲ πείθεσθαι αὐτῷ βούλει, καὶ ταῦτα εἰς τό σοι συμφέρον; Κἂν γὰρ τὰ καθ' ἑαυτὸν καλῶς διάθηται, ἕως ἂν τὰ σὰ μὴ καλῶς ᾖ διακείμενα, ἐναγώνιός  ἐστι, διπλᾶς δίδωσι τὰς εὐθύνας. Ἐννόησον δὲ ὅσον ἐστὶ καθ' ἕκαστον τῶν  ἀρχομένων  ἐξετάζεσθαι καὶ ἀγωνιᾷν.  Πόσην βούλει  θεῖναι  τιμήν; πόσην θεραπείαν ἀντίῤῥοπον  τῶν κινδύνων  τούτων; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· οὔπω γὰρ τὴν  ψυχὴν  ἐπιδέδωκας,  αὐτὸς  δὲ τὴν  ψυχὴν  τίθησιν  ὑπὲρ σοῦ. Κἂν μὴ θῇ ἐνταῦθα καιροῦ καλοῦντος, ἀπολλύει αὐτὴν ἐκεῖ· σὺ δὲ οὐδὲ μέχρι λόγου ὑποτάσσεσθαι βούλει. Τοῦτο πάντων  τῶν  κακῶν  αἴτιον,  ὅτι  τὰ  τῶν  ἀρχόντων  ἠφανίσθη· οὐδεμία  αἰδὼς, οὐδεὶς  φόβος.  Πείθεσθε, φησὶ,  τοῖς  ἡγουμένοις  ὑμῶν,  καὶ  ὑπείκετε·  νυνὶ  δὲ  πάντα κατεστράφη καὶ συγκέχυται. Οὐχὶ τῶν ἡγουμένων  ἕνεκεν ταῦτα λέγω· τί γὰρ ἀπὸ τῆς τιμῆς ὠφεληθήσονται  τῆς ἡμετέρας, ἢ τοσοῦτον ὅσον πειθηνίους  ἕξουσιν; ἀλλὰ διὰ τὸ ὑμῖν  συμφέρον.  Οὗτοι μὲν  γὰρ, κἂν  τιμηθῶσιν,  οὐδὲν  ὠφελοῦνται  πρὸς τὸ μέλλον, ἀλλὰ μεῖζον αὐτοῖς τὸ κατάκριμα· κἂν ὑβρισθῶσιν, οὐδὲν ἐβλάβησαν πρὸς τὸ μέλλον, ἀλλὰ  καὶ  πλείων  αὐτοῖς  ἡ  ἀπολογία.  Ἀλλ'  ὑμῶν  αὐτῶν  ἕνεκεν  ἅπαντα  βούλομαι γενέσθαι.  Ὅταν γὰρ τιμῶνται  παρὰ τῶν  ἀρχομένων  οἱ ἡγούμενοι,  καὶ τοῦτο  αὐτοῖς προφέρεται, καθάπερ τῷ Ἠλεὶ ἔλεγεν, Ἔλαβόν σε ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ὅταν δὲ ὑβρίζωνται, καθάπερ ἐπὶ τοῦ Σαμουὴλ, Οὐ σὲ, φησὶν, ἐξουθενήκασιν, ἀλλ' ἢ ἐμέ. Ὥστε ἡ μὲν ὕβρις κέρδος αὐτοῖς ἐστιν, ἡ δὲ τιμὴ βάρος. Οὐκ αὐτῶν τοίνυν ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑμῶν  αὐτῶν.  Ὁ τιμῶν  τὸν ἱερέα, καὶ τὸν Θεὸν τιμήσει· ὁ δὲ μαθὼν  τοῦ ἱερέως καταφρονεῖν,  ὁδῷ προβαίνων καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ. Ὁ δεχόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται· καὶ, Τοὺς ἱερέας αὐτοῦ, φησὶν, ἐντίμους ἔχε. Ἐντεῦθεν ἔμαθον Ἰουδαῖοι τοῦ Θεοῦ καταφρονεῖν, ὅτι Μωϋσέως κατεφρόνησαν, ὅτι αὐτὸν ἐλίθαζον. Ὅταν γάρ τις πρὸς τὸν ἱερέα εὐλαβῶς διατεθῇ, πολλῷ  μᾶλλον  πρὸς τὸν Θεόν. Κἂν ὁ ἱερεὺς φαῦλος  ᾖ, ὁ Θεὸς ὁρῶν ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμὴν καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, καὶ αὐτὸς ἀποδώσει  σοι τὴν  ἀμοιβήν.  Εἰ γὰρ ὁ δεχό  μενος  προφήτην,  φησὶν,  εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ τιμῶν καὶ ὁ εἴκων καὶ ὑπακούων, δηλονότι τῷ ἱερεῖ. Εἰ γὰρ ἔνθα φιλοξενίας  λόγος, ἔνθα οὐκ οἶδας τὸν καταγόμενον,  τοσοῦτον λαμβάνεις μισθόν· ᾧ καὶ κελεύει ὑποτάσσεσθαι, ἂν ὑποταγῇς, πολλῷ  μᾶλλον. Ἐπὶ τῆς Μωϋσέως, φησὶ, καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν  ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν  μὴ ποιεῖτε. Οὐκ οἶδας τί ἐστιν ὁ
ἱερεύς; Ἄγγελος Κυρίου ἐστί. Μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; Εἰ καταφρονεῖς αὐτοῦ, οὐκ αὐτοῦ καταφρονεῖς,  ἀλλὰ  τοῦ  χειροτονήσαντος  αὐτὸν  Θεοῦ. Καὶ πόθεν  δῆλον  ὅτι  ὁ Θεὸς ἐχειροτόνησεν  αὐτὸν, φησίν; Οὐκοῦν, εἰ μὴ ταύτην  ἔχεις τὴν ὑπόληψιν,  ἡ ἐλπίς  σου κεκένωται. Εἰ γὰρ μηδὲν ἐνεργεῖ ὁ Θεὸς δι' αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα Χριστιανὸς εἶ.
γʹ. Τί οὖν; φησί· πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων  δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὸ σωθῆναι τὸν  λαόν.  Εἰ γὰρ δι' ὄνου, καὶ διὰ Βαλαὰμ, διὰ μιαροῦ ἀνθρώπου,  τοῦ λαοῦ  ἕνεκεν ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκεν τῆς ἡμετέρας; Τί γὰρ οὐ φθέγγεται; διὰ τίνος δὲ οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνέργησε, καὶ διὰ τῶν προφητευόντων, οἷς φησιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ ἄλλοι δαίμονας ἐξέβαλον· πολλῷ  μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεὶ  εἰ   μέλλοιμεν   τοὺς   βίους   ἐρευνᾷν   τῶν   ἀρχόντων,   αὐτοὶ   μέλλομεν   εἶναι χειροτονηταὶ  τῶν  διδασκάλων,  καὶ τὰ ἄνω  κάτω  γίνεται,  ἄνω  οἱ πόδες, καὶ κάτω  ἡ κεφαλή. Ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης  ἡμέρας· καὶ πάλιν, Σὺ τί κρίνεις τὸν ἀδελφόν σου; Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον  τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον,  μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει.  Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιίαν  ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών· τί οὖν; οὐκ ἀπώλοντο; Ἕκαστος τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ μὲν γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου· εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι' ἔργων καὶ διὰ λόγων  ῥυθμίζοντά σε πρὸς τὸ δέον. Ἀλλ' οὐ δίδωσι  πένησι, φησὶν,  οὐδὲ καλῶς  διοικεῖ.  Πόθεν σοι τοῦτο  δῆλον; Πρὶν ἢ μάθῃς, μὴ μέμψῃ, φοβήθητι  τὰς εὐθύνας. Πολλὰ ἀπὸ ὑπονοίας  κρίνεται. Μίμησαί σου τὸν  ∆εσπότην· ἄκουε αὐτοῦ λέγοντος·  Καταβὰς ὄψομαι  εἰ κατὰ τὴν  κραυγὴν  αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ.
Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμενε τὸν κριτήν· μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν  τάξιν· ἐκείνου  ταῦτά ἐστιν ἐξετάζειν,  οὐ σοῦ· σὺ δοῦλος  εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον  εἶ· μὴ τοίνυν  περιεργάζου  τὸν  ποιμένα,  ἵνα  μὴ καὶ  ἐφ' οἷς ἐκείνου κατηγορεῖς, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, φησὶν, αὐτὸς οὐ ποιῶν; Οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις· ὁ Χριστός σοι ταῦτα παραινεῖ. Καὶ τί λέγω; οὐδὲ Παύλῳ πείθεσθαι χρὴ, ἄν τι ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον,  ἀλλὰ τῷ ἀποστόλῳ τῷ
 τὸν  Χριστὸν ἔχοντι  λαλοῦντα  ἐν ἑαυτῷ. Μὴ κρίνωμεν  τὰ ἀλλήλων,  ἀλλὰ  τὰ ἑαυτοῦ ἕκαστος· ἐξέτασον σοῦ τὸν βίον. Ἀλλ' ἐκεῖνος ὀφείλει μου βελτίων  εἶναι, φησί.∆ιὰ τί; Ὅτι  ἱερεύς  ἐστι. Καὶ τί  σου πλέον  οὐκ  ἔχει; οὐχὶ  τοὺς  μόχθους;  οὐχὶ  τοὺς κινδύνους;  οὐχὶ  τὴν  ἀγωνίαν;  οὐχὶ  τὴν  ταλαιπωρίαν;   Ταῦτα  τοίνυν  ἔχων  πῶς  οὐ βελτίων ἐστί σου; Εἰ δὲ οὐκ ἔστι βελτίων, ἆρα ὀφείλεις, εἰπέ μοι, σὺ σαυτὸν ἀπολλύναι; Ἀπονοίας ταῦτα τὰ ῥήματα. Πόθεν γὰρ, ὅτι οὐκ ἔστι σου βελτίων; Ἐὰν κλέπτῃ, φησὶ, καὶ ἱεροσυλῇ. Πόθεν οἶδας, ἄνθρωπε; τί κατὰ κρημνῶν  ὠθεῖς σαυτόν; Καὶ σὺ μὲν, ἂν εἴπῃ τις,  ὅτι  ὁ  δεῖνα  πορφύραν  ἔχει,  κἂν  εἰδὼς  ᾖς,  ἀποφράττεις   τὰ  ὦτα,  κἂν  ἐλέγξαι δυνάμενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, περιττὸν κίνδυνον  μὴ θέλων ἀναδέξασθαι·  ἐνταῦθα   δὲ  οὐ  μόνον   οὐκ  ἀποπηδᾷς,  ἀλλὰ   καὶ  ἀναδέχῃ   περιττὸν κίνδυνον. Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν ἀνεύθυνα· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ὅλως δὲ, οἴει τινὸς βελτίων εἶναι, καὶ οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ στῆθος, οὐδὲ κάτω  κύπτεις,  οὐδὲ μιμῇ τὸν  τελώνην;  Οὐκοῦν ἀπώλεσας  σαυτὸν, κἂν βελτίων  ᾖς. Βελτίων  εἶ; σίγα, ἵνα μένῃς βελτίων· ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν. Ἂν νομίσῃς,  οὐχί·  ἂν  μὴ  νομίσῃς,  πολὺ  προσέθηκας.  Εἰ γὰρ  ὁ  ὢν  ἁμαρτωλὸς,  ἐπειδὴ ὡμολόγησε,   κατῆλθε   δεδικαιωμένος,    ὁ   μὴ   ὢν   σφόδρα   ἁμαρτωλὸς,   καὶ   οὕτω πεπεισμένος, τί οὐ κερδανεῖ; Ἐξέτασόν σου τὸν βίον. Οὐ κλέπτεις; ἀλλ' ἁρπάζεις, ἀλλὰ βιάζῃ, ἀλλὰ μυρία ἕτερα τοιαῦτα ποιεῖς. Οὐκ ἐπαινῶν  λέγω τὴν κλοπὴν,  ἄπαγε, ἀλλὰ καὶ σφόδρα δακρύων, εἴ τις ἄρα ἐστὶ τοιοῦτος· οὐ γὰρ πείθομαι. Ὅσον γὰρ ἡ ἱεροσυλία κακὸν,  οὐδὲ  ἔστιν  εἰπεῖν·  ἀλλ'  ὑμῶν  φείδομαι·  οὐ  γὰρ  βούλομαι  τὴν  ἀρετὴν  τὴν ἡμετέραν κενοῦσθαι τῷ κατηγορεῖν  ἑτέρων. Τί τοῦ τελώνου  χεῖρον, εἰπέ μοι; Ἀληθὲς ἦν, ὅτι καὶ τελώνης ἦν, καὶ μυρίων ἔνοχος κακῶν· καὶ μόνον ἵνα εἴπῃ ὁ Φαρισαῖος, Ὅτι οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, πάντα ἀπώλεσε· σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ἱερόσυλος, καὶ οὐ πάντα κενοῖς; Ταῦτα λέγειν ἀναγκάζομαι καὶ ἐπεξιέναι τούτῳ τῷ λόγῳ, οὐκ ἐπειδὴ ἐκείνων  μοι μέλει τοσοῦτον, ἀλλ' ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν τὴν ἀρετὴν διὰ τῆς καυχήσεως ταύτης, διὰ τῆς κατακρίσεως. Ἄκουε γὰρ τοῦ Παύλου παραινοῦντος  καὶ λέγοντος· Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν  μόνον  τὸ καύχημα  ἕξει, καὶ οὐκ εἰς τὸν  ἕτερον. δʹ. Εἰπέ μοι, ἂν εἰς ἰατρεῖον  ἔλθῃς τραῦμα ἔχων, μὴ ἀφεὶς φάρμακον  ἐπιθεῖναι  καὶ θεραπεῦσαι τὸ ἕλκος, περιεργάζῃ τὸν ἰατρὸν, εἴτε ἕλκος ἔχει, εἴτε οὐκ ἔχει; κἂν ἔχῃ δὲ, φροντίζεις; ἢ ἐπειδὴ ἔχει ἐκεῖνος, τὸ σαυτοῦ οὐ θεραπεύεις, καὶ λέγεις, Ἐχρῆν αὐτὸν ὑγιαίνειν  ἰατρὸν ὄντα· ἐπειδὴ οὐχ ὑγιαίνει  ἰατρὸς ὢν, ἀφίημι  κἀγὼ τὸ ἕλκος τὸ ἐμὸν ἀνίατον; μὴ γὰρ, ἂν ὁ ἱερεὺς ᾖ κακὸς, παραμυθία ἔσται τῷ ἀρχομένῳ; Οὐδαμῶς, ἀλλὰ δώσει μὲν ἐκεῖνος δίκην τὴν ὡρισμένην· δώσεις δὲ καὶ σὺ τὴν ὀφειλομένην  καὶ πρέπουσαν· καὶ γὰρ ὁ διδάσκαλος τάξιν λοιπὸν πληροῖ μόνον. Ἔσονται γὰρ, φησὶ, πάντες διδακτοὶ Θεοῦ, καὶ οὐ μὴ εἴπωσι, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τίνος οὖν ἕνεκεν, φησὶ, προκάθηται· τίνος οὖν ἕνεκεν ἐφ  έστηκε; Μὴ λέγωμεν, παρακαλῶ, κακῶς τοὺς διδασκάλους, μηδὲ ἀκριβολογώμεθα  περὶ τούτων,  ἵνα μὴ κακῶς ἑαυτοὺς διαθῶμεν· τὰ ἡμέτερα ἐξετάζωμεν, καὶ οὐδένα ἐροῦμεν κακῶς. Αἰδεσθῶμεν τὴν ἡμέραν ἐκείνην,  καθ' ἣν  ἡμᾶς  ἐφώτισεν.  Ἂν  πατέρα  τις  ἔχῃ,  κἂν  μυρία  ἔχῃ  δεινὰ,  πάντα συσκιάζει. Μὴ δοξάζου γὰρ, φησὶν,  ἐν  ἀτιμίᾳ  πατρός  σου· οὐ γάρ ἐστί σοι δόξα ὡς ὄνειδος.  Κἂν ἀπολίπῃ  σύνεσις, συγγνώμην  ἔχε.  Εἰ δὲ ἐπὶ  τῶν  σωματικῶν  πατέρων, πολλῷ  μᾶλλον  ἐπὶ  τῶν  πνευματικῶν  πατέρων  ταῦτα  λεκτέον.  Αἰδέσθητι ὅτι  καθ' ἑκάστην ἡμέραν σοι διακονεῖται·  ἀναγινώσκεσθαι  ποιεῖ τὰς Γραφὰς, διὰ σὲ τὸν οἶκον κοσμεῖ, διὰ σὲ ἀγρυπνεῖ, διὰ σὲ εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν, διὰ σὲ λιτὰς ποιεῖ, ὑπὲρ σοῦ πᾶσα αὐτῷ ἡ θρησκεία. Ταῦτα αἰδέσθητι, ταῦτα ἐννόησον, μετὰ πάσης εὐλαβείας πρόσιθι. Εἰπέ μοι, φαῦλός ἐστι; Καὶ τί τοῦτο; ὁ γὰρ μὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ μεγάλα ἀγαθά; Οὐδαμῶς· πρὸς τὴν πίστιν τὴν σὴν τὸ πᾶν ἐνεργεῖται. Οὔτε ὁ δίκαιος ὠφελήσει τι, μὴ ὄντος σου πιστοῦ, οὔτε ὁ φαῦλος βλάψει τι, ὄντος σου πιστοῦ.∆ιὰ βοῶν ἐνήργησεν ὁ Θεὸς ἐπὶ τῆς κιβωτοῦ, ὅτε ἐβούλετο σῶσαι τὸν λαόν.Μὴ γὰρ  ὁ βίος  τοῦ  ἱερέως,  μὴ γὰρ  ἡ ἀρετὴ  τοσοῦτόν  τι  συντελεῖ;  Οὐκ ἔστι τοιαῦτα ἃ χαρίζεται ὁ Θεὸς, ὡς ὑπὸ ἱερατικῆς ἀρετῆς ἀνύεσθαι· τὸ πᾶν τῆς χάριτός ἐστι· τούτου  ἐστὶν ἀνοῖξαι  μόνον  τὸ στόμα, τὸ δὲ πᾶν  ὁ Θεὸς ἐργάζεται· σύμβολον οὗτος πληροῖ  μόνον.  Ἐννόησον  ὅσον  ἐστὶ  τὸ  μέσον  Ἰωάννου  καὶ  τοῦ  Ἰησοῦ· ἄκουε  γὰρ Ἰωάννου  λέγοντος·Ἐγὼ  χρείαν  ἔχω ὑπὸ σοῦ βαπτισθῆναι,  καὶ, Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν  ἱμάντα  τοῦ ὑποδήματος.  Ἀλλ' ὅμως  καὶ τοσούτου ὄντος  τοῦ μέσου, καὶ Πνεῦμα κατηνέχθη,  ὅπερ οὐκ εἶχεν Ἰωάννης.  Ἐκ γὰρ πληρώματος  αὐτοῦ, φησὶν, ἡμεῖς πάντες
ἐλάβομεν.  Ἀλλ'  ὅμως  πρὶν  ἢ  βαπτισθῆναι,  οὐ  κατηνέχθη·   οὐ  μὴν  οὐδὲ  Ἰωάννης ἐποίησεν αὐτὸ κατενεχθῆναι. Τί οὖν τοῦτο γίνεται; Ἵνα μάθῃς, ὅτι σύμβολον ὁ ἱερεὺς πληροῖ. Οὐδεὶς ἀνθρώπων  ἀνθρώπου  τοσοῦτον ἀφέστηκεν, ὅσον Ἰωάννης  τοῦ Ἰησοῦ· ἀλλ' ὅμως ἐπ' αὐτοῦ κατῆλθε τὸ Πνεῦμα, ἵνα μάθῃς ὅτι τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, ὅτι τὸ πᾶν ὁ Θεὸς ποιεῖ. Βούλομαί τι παράδοξον εἰπεῖν, ἀλλὰ μὴ θαυμάσητε μηδὲ θορυβηθῆτε. Τί δὴ τοῦτό ἐστιν; Ἡ προσφορὰ ἡ αὐτή ἐστι, κἂν ὁ τυχὼν προσενέγκῃ, κἂν Παῦλος, κἂν Πέτρος· ἡ αὐτή ἐστιν, ἣν ὁ Χριστὸς τοῖς μαθηταῖς ἔδωκε, καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν· οὐδὲν αὕτη ἐλάττων ἐκείνης, ὅτι καὶ ταύτην οὐκ ἄνθρωποι ἁγιάζουσιν, ἀλλ' αὐτὸς ὁ καὶ ἐκείνην ἁγιάσας. Ὥσπερ γὰρ τὰ ῥήματα, ἅπερ ὁ Θεὸς ἐφθέγξατο, τὰ αὐτά ἐστιν, ἅπερ ὁ ἱερεὺς καὶ νῦν λέγει· οὕτω καὶ ἡ προσφορὰ ἡ αὐτή ἐστι, καὶ τὸ βάπτισμα ὅπερ ἔδωκεν. Οὕτω τὸ πᾶν τῆς Πίστεώς ἐστιν. Ἐπεπήδησεν εὐθέως τὸ πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσήνεγκε. Καὶ τοῦτο τοίνυν σῶμά ἐστι, κἀκεῖνο· ὁ δὲ νομίζων  τοῦτο ἔλαττον  ἐκείνου εἶναι, οὐκ οἶδεν ὅτι ὁ Χριστὸς καὶ νῦν πάρεστι, καὶ νῦν ἐνεργεῖ. Ταῦτα τοίνυν εἰδότες (οὐδὲ γὰρ ἁπλῶς εἴρηται ἡμῖν ταῦτα πάντα, ἀλλ' ἵνα διορθώσωμεν ὑμῶν τὴν γνώμην, καὶ ἀσφαλεστέρους εἰς τὸ ἑξῆς ἐργασώμεθα),  πολλὴν   τῶν  εἰρημένων   τὴν  φυλακὴν   ἐπιδείξασθε.  Ἂν  δὲ  ἀεὶ  μὲν ἀκούωμεν, πράττωμεν  δὲ μηδέποτε, οὐδὲν  ἡμῖν ὄφελος  ἔσται τῶν  λεγομένων. Προσέχωμεν τοί νυν ἀκριβῶς, προσέχωμεν τοῖς λεχθεῖσι μετ' ἐπιμελείας, ἀπογράψωμεν  αὐτὰ ἐπὶ τῆς διανοίας τῆς  ἡμετέρας, ἔχωμεν ἀεὶ κεκολαμμένα τῷ συνειδότι  καὶ  διηνεκῶς   δόξαν  ἀναπέμψωμεν   τῷ  Πατρὶ  καὶ  τῷ  Υἱῷ  καὶ  τῷ  ἁγίῳ Πνεύματι.
.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |