ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΖʹ Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει

Πέμπτη 27 Οκτωβρίου 2016

ΙΖʹ Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΙΖʹ Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ.

αʹ. Ὅρα πάλιν μετ' ἐγκωμίων τὴν προτροπὴν γινομένην ἐγκωμίων μειζόνων. Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ', Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισμάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν  δογμάτων,  καὶ πάσῃ σπουδῇ πρὸς τὴν ἄλλην ἀρετὴν, καὶ τῇ ἐξ ὑμῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάμην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαίνων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ σπουδήν.  Οὐ  κατ'  ἐπιταγὴν   λέγω.  Ὅρα  πῶς  συνεχῶς  αὐτοῖς  χαρίζεται,  πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· μᾶλλον δὲ ἀμφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκαστον.


Ἐπειδὴ γὰρ συνεχῶς παρῄνεσε, καὶ σφόδρα Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ δόξῃ τοῦτο ἀνάγκη εἶναι, φησὶν, Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Οὐχ ὡς ἀμφισβητῶν· οὐ γὰρ τοῦτο ἐνταῦθα δηλοῖ· ἀλλὰ δόκιμον αὐτὸ ποιῶν, καὶ ἀποφαίνων, καὶ ἰσχυρότερον κατασκευάζων. ∆ιὰ γὰρ τοῦτο ταῦτά φημι, ἵνα ὑμᾶς παροξύνω πρὸς τὴν αὐτὴν προθυμίαν· καὶ μέμνηται τῆς ἐκείνων σπουδῆς, λαμπρύνων,  φαιδρύνων,  ἐρεθίζων  τὴν  ὑμετέραν  διάθεσιν.  Εἶτα ἀπὸ  τούτου  εἰς ἕτερον μεῖζον κατήντησε· καὶ γὰρ οὐδένα παρίησι τρόπον συμβουλῆς, ἀλλὰ πάντα κινεῖ καὶ μεταχειρίζει τὸν λόγον· καὶ γὰρ ἀπὸ τῶν ἀλλοτρίων  ἐγκωμίων προέτρεψε λέγων,  Γινώσκετε τὴν  χάριν  τοῦ  Θεοῦ τὴν  δεδομένην  ἐν  ταῖς  Ἐκκλησίαις  τῆς Μακεδονίας· καὶ ἀπὸ τῶν οἰκείων, Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, λόγῳ, καὶ γνώσει. Μειζόνως  γὰρ  δύναται  τοῦτο  δακεῖν,  ὅταν  ὑφ' ἑαυτοῦ  τις  ἡττᾶται,  ἢ ὅταν  ὑφ' ἑτέρων.  Εἶτα λοιπὸν  ἐπὶ  τὸ  κεφάλαιον  καὶ  τὴν  κορωνίδα  τῆς  συμβουλῆς  ἵεται· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου  πτωχείᾳ  πλουτήσωμεν.  Ἐννοήσατε γὰρ, φησὶν, ἐνθυμήθητε  καὶ λογίσασθε τὴν χάριν τοῦ Θεοῦ, καὶ μὴ ἁπλῶς αὐτὴν παραδράμητε, ἀλλὰ στοχάσασθε αὐτῆς τὸ μέ  γεθος, ὅση ἐστὶ καὶ ἡλίκη, καὶ οὐδενὸς φείσεσθε τῶν ὑμετέρων.
Ἐκεῖνος δόξαν ἐκένωσεν, οὐχ ἵνα ὑμεῖς τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ τῇ πτωχείᾳ πλουτήσητε. Εἰ μὴ πιστεύεις, ὅτι ἡ πτωχεία  πλούτου ἐστὶ ποιητικὴ, ἐννόησόν σου τὸν ∆εσπότην, καὶ οὐκέτι ἀμφιβάλῃς.  Εἰ μὴ γὰρ ἐκεῖνος ἐγένετο  πτωχὸς,  οὐκ ἂν ἐγένου  σὺ πλούσιος. Τὸ γὰρ θαυμαστὸν  τοῦτο  ὅτι  πτωχεία  ἐπλούτησε  πλοῦτον. Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁμαρτημάτων καθαρισμὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὰ μυρία ἅπερ παρέσχεν ἡμῖν ἀγαθὰ, καὶ  μέλλει  παρέχειν.  Καὶ ταῦτα  ἅπαντα  διὰ  τῆς  πτωχείας  γέγονεν  ἡμῖν.  Ποίας πτωχείας; ∆ιὰ τοῦ σάρκα ἀναλαβεῖν καὶ γενέσθαι ἄνθρωπον, καὶ παθεῖν ἅπερ ἔπαθε. Καίτοι γε ἐκεῖνος  ταῦτα  οὐκ ὤφειλε,  σὺ δὲ ὀφείλεις  αὐτῷ. Καὶ γνώμην  ὑμῖν  ἐν τούτῳ δίδωμι πρὸς τὸ συμφέρον. Ὅρα πῶς πάλιν τοῦ ἀνεπαχθὴς εἶναι φροντίζει, καὶ δύο τούτοις παραμυθεῖται τὸν λόγον, καὶ τῷ εἰπεῖν, Γνώμην δίδωμι, καὶ, Πρὸς τὸ ὑμῶν  συμφέρον. Οὔτε γὰρ καταναγκάζω  καὶ βιάζομαι, φησὶ, καὶ παρὰ ἀκόντων ἀπαιτῶ· οὔτε τὸ τῶν λαμβανόντων  ὡς τὸ ὑμῖν λυσιτελὲς σκοπῶν, ταῦτα λέγω. Εἶτα καὶ τὸ παράδειγμα  λοιπὸν  ἐξ αὐτῶν,  ἀλλὰ  οὐκ ἐξ ἑτέρων.  Οἵτινες οὐ μόνον  τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Ὅρα πῶς δείκνυσι καὶ αὐτοὺς ἑκόντας καὶ χωρὶς προτροπῆς ἐπὶ τοῦτο ἐλθόντας.  Ἐπειδὴ γὰρ τοῦτο ἐμαρτύρησε Θεσσαλωνικεῦσιν, ὅτι αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως ἥψαντο τῆς ἐλεημοσύνης, βούλεται καὶ τούτων  δεῖξαι τὸ κατόρθωμα τοῦτο ὄν. ∆ιὸ εἶπεν· Οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν· καὶ οὐχὶ, Ἐνήρξασθε, ἀλλὰ, Προενήρξασθε ἀπὸ πέρυσι. Ἐπὶ ταῦτα οὖν ὑμᾶς παρακαλῶ, ἐφ'  ἃ ἑαυτοὺς φθάσαντες διηγείρατε μετὰ προθυμίας ἁπάσης. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπετελέσατε. Οὐκ εἶπεν, Ἐποιήσατε, ἀλλ',  ἐπεθήκατε  τέλος.  Ὅπως καθάπερ ἡ προθυμία  ἐκ τοῦ  θέλειν,  οὕτω  καὶ  τὸ ποιῆσαι ἐκ τοῦ ἔχειν. Ἵνα μὴ μέχρι προθυμίας στῇ τὸ καλὸν τοῦτο κατόρθωμα, ἀλλὰ καὶ τὸν ἀπὸ τῶν ἔργων λάβῃ μισθόν· εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἂν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Ὅρα σοφίαν ἄφατον. ∆είξας τοὺς ὑπὲρ δύναμιν
ποιοῦντας, τοὺς Θεσσαλονικέας λέγω, καὶ ἐπαινέσας αὐτοὺς ἐπὶ τούτῳ, καὶ εἰπὼν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι καὶ ὑπὲρ δύναμιν· ἐπειδὴ κατὰ δύναμιν παρακαλεῖ μόνον,  ἀφεὶς   τὸ  ὑπόδειγμα   ἐργάσασθαι  τὸ  ἑαυτοῦ·  ᾔδει  γὰρ,  ὅτι  οὐχ  οὕτω παραίνεσις, ὡς ζῆλος ἐγείρει πρὸς τὴν τῶν  ὁμοίων  μίμησιν· διό φησιν· Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Μὴ φοβηθῇς, φησὶν, ἐπειδὴ ἐκεῖνα εἴρηκα· τῆς γὰρ ἐκείνων φιλοτιμίας ἐγκώμιον τὸ εἰρημένον· ὁ δὲ Θεὸς τὰ κατὰ δύναμιν  ἀπαιτεῖ, καὶ καθ' ὃ ἔχει τις, οὐ καθ' ὃ οὐκ ἔχει. Τὸ γὰρ, Εὐπρόσδεκτος, ἐνταῦθα τὸ, Ἀπαιτεῖται, δηλοῖ. Καὶ σφόδρα λιπαίνει, τούτῳ θαῤῥῶν τῷ ὑποδείγματι, καὶ τῷ δοῦναι ἐξουσίαν μᾶλλον ἐφελκόμενος· διὸ καὶ ἐπήγαγεν, Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις.

 βʹ. Καίτοιγε ὁ Χριστὸς τοὐναντίον  ἐπῄνεσεν ἐπὶ τῆς χήρας, ὅτι τὸν βίον ὅλον ἐκένωσε, καὶ ἐκ τοῦ ὑστερήματος ἔδωκεν. Ἀλλ' ἐπειδὴ  Κορινθίοις διελέγετο,  ἔνθα  ᾑρεῖτο  λιμώττειν· Καλὸν γάρ μοι  μᾶλλον  τὸ ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· διὰ τοῦτο συμμεμετρημένῃ χρῆται τῇ παραινέσει, ἐπαινῶν  μὲν τοὺς ὑπὲρ δύναμιν,  οὐκ ἀναγκάζων  δὲ τούτους ποιῆσαι τοῦτο, οὐκ ἐπειδὴ οὐκ ἐβούλετο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν. Ἐπεὶ τίνος ἕνεκεν ἐκείνους ἐγκωμιάζει, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ  κατὰ  βάθους  [αὐτῶν]  πτωχεία  ἐπερίσσευσεν εἰς  τὸν  πλοῦτον  τῆς  ἁπλότητος αὐτῶν,  καὶ  ὅτι  ὑπὲρ δύναμιν  ἔδωκαν; οὐκ  εὔδηλον,  ὅτι  καὶ  τούτους  εἰς  ταῦτα ἐνάγων;  Ὥστε εἰ  καὶ  δοκεῖ  τὰ  ἐλάττονα  συγχωρεῖν·  ἵνα  δι'  ἐκείνων  ἐπὶ  ταῦτα ἀναβιβάσῃ, τοῦτο  ποιεῖ.  Σκόπει γοῦν  καὶ  διὰ  τῶν  ἑξῆς  πῶς  λανθανόντως  αὐτὸ κατασκευάζει. Εἰπὼν  γὰρ  ταῦτα,  ἐπήγαγε·  Τὸ ὑμῶν  περίσσευμα εἰς  τὸ  ἐκείνων ὑστέρημα. Οὐ γὰρ τοῖς εἰρημένοις μόνον, ἀλλὰ καὶ τούτοις κούφην ποιῆσαι βούλεται τὴν  ἐντολήν.   Καὶ οὐκ  ἐντεῦθεν  μόνον,  ἀλλὰ  καὶ  ἀπὸ  τῆς  ἀντιδόσεως  πάλιν εὐκολωτέραν αὐτὴν καθίστησι, καὶ μείζονα φθέγγεται τῆς ἀξίας αὐτῶν, λέγων· Ἵναγένηται ἰσότης ἐν τῷ νῦν καιρῷ, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα. Τί δέ ἐστιν ὅ φησι; Κομᾶτε χρήμασιν ὑμεῖς· κομῶσιν ἐκεῖνοι βίῳ καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεόν. ∆ότε τοίνυν  αὐτοῖς ἀφ' ὧν περισσεύετε χρημάτων, ἐκεῖνοι δὲ οὐκ ἔχουσιν, ἵνα λάβητε ἀπὸ τῆς παῤῥησίας καθ' ἣν πλουτοῦσιν ἐκεῖνοι, ὑστερεῖσθε δὲ ὑμεῖς. Ὅρα πῶς τὸ ὑπὲρ δύναμιν, καὶ τὸ ἐκ τοῦ ὑστερήματος διδόναι κατεσκεύασε λανθανόντως.  Εἰ γὰρ βούλει, φησὶν, ἐκ τοῦ περισσεύματος λαβεῖν, ἐκ τοῦ περισσεύματος δός· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι, ἐκ τοῦ ὑστερήματος παρέξεις, καὶ ὑπὲρ δύναμιν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισμῷ τῶν ἀκροατῶν· αὐτὸς δὲ τὸ προκείμενον, καὶ τὴν σύμμετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαινόμενον  ἐπάγων  καὶ λέγων·  Ὅπως γένηται  ἰσότης  ἐν τῷ νῦν καιρῷ. Πῶς ἰσότης; Τὰ περισσεύματα ἀντιδιδόντων  ὑμῶν κἀκείνων, καὶ τὰ ὑστερήματα πληρούντων. Καὶ ποία αὕτη ἰσότης, σαρκικῶν πνευματικὰ ἀντιδιδόναι; πολλὴ γὰρ ἐνταῦθα ὑπεροχή· πῶς οὖν ἰσότητα καλεῖ; Ἣ κατὰ τὸ περισσεύειν καὶ ὑστερεῖσθαι, ἣ κατὰ τὸν παρόντα βίον τοῦτο φησὶ γενέσθαι μόνον. ∆ιὰ γὰρ τοῦτο εἰπὼν, Ἰσότης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων  τὰ φρονήματα,  καὶ δεικνὺς,  ὅτι μετὰ τὴν  ἐντεῦθεν  ἀποδημίαν,  ἐν πλείονι  οἱ πνευματικοὶ  ὑπεροχῇ. Ἐντεῦθεν μὲν γὰρ πολλῆς  ἅπαντες  ἀπολαύομεν ἰσοτιμίας· τότε δὲ πολλὴ διάκρισις, καὶ μεγίστη ὑπεροχὴ, ὑπὲρ τὸν ἥλιον λαμπόντων τῶν δικαίων. Εἶτα ἐπειδὴ ἔδειξεν αὐτοὺς οὐ διδόντας μόνον, ἀλλὰ καὶ ἀντιλαμβάνοντας   μείζονα,  καὶ  ἑτέρωθεν  βούλεται  κατασκευάσαι τὴν  προθυμίαν αὐτῶν,  δεικνὺς  ὅτι  οὐδ' εἰ μὴ μεταδοῖεν  ἑτέροις, ἕξουσί τι  πλέον,  πάντα  ἔνδον συνάγοντες. Καὶ παράγει παλαιὰν  ἱστορίαν, οὕτω λέγων·  Καθὼς γέγραπται, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον,  οὐκ ἠλαττόνησε. Τοῦτο δὲ ἐπὶ τοῦ μάννα γέγονεν. Οἵ τε γὰρ πλεῖον συναγαγόντες, οἵ τε ἔλαττον τὸ αὐτὸ μέτρον εὑρίσκοντο ἔχοντες,  τὴν  ἀπληστίαν  τοῦ Θεοῦ ταύτῃ κολάζοντος. Ταῦτα δὲ ἔλεγεν,  ὁμοῦ καὶ φοβῶν  αὐτοὺς  ἀπὸ  τῶν  τότε  γενομένων,  καὶ  μηδαμοῦ  τοῦ  πλείονος  ἐφίεσθαι πείθων, μηδὲ ἀλγεῖν ἐπὶ τῷ ἔλαττον ἔχειν. Τοῦτο δὲ καὶ νῦν γινόμενον  ἔστιν ἰδεῖν ἐπὶ  τῶν  βιωτικῶν  πραγμάτων,  οὐκ  ἐπὶ  τοῦ  μάννα  μόνον.  Εἰ γὰρ ἅπαντες  μίαν γαστέρα πληροῦμεν,  καὶ τὸν  αὐτὸν  χρόνον  ζῶμεν, καὶ ἓν  σῶμα περιβαλλόμεθα· οὐδὲν οὔτε τῷ πλουτοῦντι πλέον ἀπὸ τῆς περιουσίας ἔσται, οὔτε τῷ πένητι ἀπὸ τῆς πτωχείας ἔλαττον. Τί τοίνυν τρέμεις πενίαν; τί δὲ διώκεις πλοῦτον; ∆έδοικα, φησὶ, μὴ ἀναγκασθῶ ἐπὶ τὰς ἑτέρων θύρας ἐλθεῖν, καὶ δεηθῆναι τοῦ πλησίον. Πολλῶν δὲ καὶ  εὐχομένων   τοῦτο  ἀκούω  συνεχῶς,  καὶ  λεγόντων,   Μή  με  ἀφῇς  ἐν  χρείᾳ ἀνθρώπων  καταστῆναί ποτε. Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων· καὶ γὰρ παιδικὸς ὁ φόβος.  Καθ' ἑκάστην γὰρ ἡμέραν, καὶ  ἐν  ἅπασιν, ὡς  εἰπεῖν,  ἐν  χρείᾳ  ἀλλήλων καθεστήκαμεν. Ὥστε ἀπερισκέπτου ψυχῆς καὶ πεφυσιωμένης ταυτὶ τὰ ῥήματα, καὶ οὐ  διαγινωσκούσης  σαφῶς  τὴν  τῶν  πραγμάτων  φύσιν.  Οὐχ  ὁρᾷς,  ὅτι  πάντες ἀλλήλων  χρῄζομεν; ὁ στρατιώτης τοῦ χειροτέχνου,  ὁ χειροτέχνης  τοῦ ἐμπόρου, ὁ ἔμπορος τοῦ γεωργοῦ, ὁ δοῦλος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ μηδὲν ἐργαζόμενος τοῦ διδόντος ἐλεημοσύνην, ὁ παρέχων τοῦ λαμβάνοντος· καὶ γὰρ ὁ λαμβάνων  ἐλεημοσύνην, μεγίστην χρείαν πληροῖ, καὶ πάντων  μείζονα. Εἰ γὰρ μὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡμετέρας σωτηρίας, οὐκ ἐχόντων  ποῦ καταβαλεῖν  τὰ χρήματα. Ὥστε καὶ ὁ δοκῶν ἁπάντων  ἀχρηστότερος εἶναι  πένης, οὗτος ἁπάντων  ἐστὶ χρησιμώτερος. Εἰ δὲ τὸ ἑτέρου δεῖσθαι, αἰσχρὸν, ἀποθανεῖν λείπεται· οὐ γὰρ ἔνι ζῆσαι τοῦτο δεδοικότα. Ἀλλ' οὐ  δύναμαι,  φησὶν,  ἐνεγκεῖν   ὀφρῦν  ἀνεσπασμένην.  Τί  ἄλλον   διαβάλλων   ἐπ' ἀλαζονείᾳ, σαυτὸν καταισχύνεις  τῇ κατηγορίᾳ  ταύτῃ; καὶ γὰρ ἀλαζονικὸν  τὸ μὴ φέρειν  ὑπερηφάνου ψυχῆς φύσημα. Τί δὲ τὰ μηδενὸς ὄντα λόγου ἄξια ταῦτα δέδοικας, ταῦτα τρέμεις, καὶ διὰ ταῦτα τὴν πενίαν φρίττεις; Κἂν γὰρ πλούσιος ᾖς, ἐνπλειόνων  καταστήσῃ χρείᾳ, καὶ πλειόνων  καὶ εὐτελεστέρων. Ὅσῳ γὰρ ἂν πλουτῇς, τοσοῦτον τῇ ἀρᾷ ταύτῃ σαυτὸν ὑποβάλλεις.

γʹ. Οὕτως ἀγνοεῖς ὅπερ εὔχῃ, χρήματα μὲν αἰτῶν ὑπὲρ τοῦ μηδενὸς δεῖσθαι· ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν  καὶ πλοίου καὶ μυρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι. Εἰ γὰρ βούλει μηδενὸς σφόδρα δεῖσθαι, εὔχου πενίαν· πένης μὲν γὰρ ὢν, κἄν τινος δεηθῇς, ὑπὲρ ἄρτου δεήσῃ μόνον ἢ ἱματίου· πλουτῶν δὲ, καὶ ὑπὲρ ἀγρῶν, καὶ ὑπὲρ οἰκιῶν, καὶ ὑπὲρ τελεσμάτων, καὶ ὑπὲρ μισθωμάτων, καὶ ὑπὲρ ἀξιώματος, καὶ ὑπὲρ ἀσφαλείας, καὶ ὑπὲρ δόξης, καὶ ὑπὲρ ἀρχόντων χρείαν ἕξεις· οὐ τούτων δὲ μόνον, ἀλλὰ καὶ τῶν ὑποτεταγμένων  ἐκείνοις, καὶ τῶν ἐν πόλει, καὶ τῶν ἐν ἀγροῖς, καὶ ἐμπόρων καὶ καπήλων. Ὁρᾶτε ὅτι ἀνοίας ἐσχάτης ταυτὶ τὰ ῥήματα; Ὅλως γὰρ εἰ φρικτὸν  εἶναί σοι δοκεῖ τὸ χρῄζειν τινός· καθόλου μὲν οὐ δυνατὸν  ἀπαλλαγῆναι τούτου· εἰ δὲ θέλεις τὸν ὄχλον φυγεῖν,  ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύμαντον  τῆς πενίας καταφυγὼν   λιμένα,  τὸν  πολὺν  τῶν  πραγμάτων  ὄχλον  περίκοψον,  καὶ  μηδὲν αἰσχρὸν τοῦτο νόμιζε τὸ δεῖσθαι ἑτέρου· τῆς γὰρ ἀφάτου σοφίας τοῦ Θεοῦ τοῦτο γέγονεν ἔργον. Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν  ἡμᾶς· εἰ αὐτάρκεις ἦμεν, οὐκ ἦμεν ἂν θηρία ἀτίθασσα; Βίᾳ οὖν καὶ ἀνάγκῃ ἡμᾶς ὑπέταξεν ἀλλήλοις ὁ Θεὸς, καὶ καθ' ἑκάστην συγκρουόμεθα ἀλλήλοις ἡμέραν. Καὶ εἰ τοῦτον περιεῖλε τὸν χαλινὸν, τίς ἂν ταχέως ἠράσθη τῆς τοῦ πλησίον φιλίας; Μηδὲ τοῦτο οὖν νομίζωμεν εἶναι αἰσχρὸν, μηδὲ ἀπευχώμεθα καὶ λέγωμεν, Μὴ δῷς ἡμᾶς  ἐν  χρείᾳ  τινὸς  καταστῆναι·  ἀλλ'  εὐχώμεθα  λέγοντες·  Μὴ ἀφῇς,  ἐν  χρείᾳ καταστάντων  ἡμῶν,  ἀνανεῦσαι  τοὺς δυναμένους  ἡμᾶς ὠφελεῖν.  Οὐ τὸ ἐν  χρείᾳ ἑτέρων  καταστῆναι,  ἀλλὰ  τὸ  ἁρπάζειν  τὰ  ἑτέρων,  φορτικόν.  Νῦν  δὲ  ὑπὲρ  μὲν ἐκείνων οὐδέποτε εὐξάμεθα, οὐδὲ εἴπομεν· Μὴ δῷς μοι ἐπιθυμῆσαι τῶν ἀλλοτρίων· τὸ δὲ ἐν χρείᾳ καταστῆναι, τοῦτο δοκεῖ ἀπευκταῖον εἶναι. Καίτοι Παῦλος ἐν χρείᾳ κατέστη πολλάκις, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ἐκαλλωπίζετο  καὶ ἐνεκωμίαζε τοὺς διακονησαμένους, λέγων· Ὅτι καὶ ἅπαξ καὶ δὶς ἐν ταῖς χρείαις μου ἐπέμψατε· καὶ πάλιν· Ἄλλας, Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον  πρὸς τὴν ὑμῶν διακονίαν. Οὐ τοίνυν ἐλευθερίας ἐστὶ τὸ ταῦτα αἰσχύνεσθαι, ἀλλὰ μαλακίας καὶ βαναύσου ψυχῆς καὶ  ἀνοήτου.  Καὶ γὰρ  τῷ  Θεῷ δοκεῖ  χρείαν  ἡμᾶς  ἀλλήλων   ἔχειν.  Μὴ τοίνυν φιλοσόφει πέρα τοῦ μέτρου. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ἄνθρωπον παρακαλούμενον  πολλάκις, καὶ οὐκ εἴκοντα. Καὶ πῶς σε οἴσει ὁ Θεὸς παρακαλούμενον ὑπ' αὐτοῦ, καὶ οὐ πειθόμενον, καὶ παρακαλούμενον ὑπὲρ τῶν σοι συμφερόντων;  Ὑπὲρ  γὰρ  Χριστοῦ  πρεσβεύομεν,  φησὶν,  ὡς  τοῦ  Θεοῦ παρακαλοῦντος  δι' ἡμῶν· καταλλάγητε  τῷ Θεῷ. Καὶ μέντοι δοῦλος αὐτοῦ, φησὶν, εἰμί. Καὶ τί τοῦτο; Ὅταν γὰρ σὺ μὲν μεθύῃς ὁ δοῦλος, ἐκεῖνος δὲ πεινᾷ ὁ δεσπότης, καὶ μηδὲ τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς, τί σου τὸ τῆς δουλείας ὄνομα προστήσεται; Τοῦτο μὲν οὖν αὐτό σε καὶ βαρήσει μειζόνως, ὅταν μὲν σὺ ἐν τριωφόροις  μένῃς, ἐκεῖνος δὲ μηδὲ χρηστῆς μετέχῃ στέγης· ὅταν σὺ μὲν ἐν ἁπαλαῖς στρωμναῖς, ἐκεῖνος δὲ μηδὲ προσκεφάλαιον ἔχῃ. Ἀλλ' ἔδωκα, φησίν. Ἀλλ' οὐ χρὴ διαλιμπάνειν  ταῦτα ποιοῦντα. Τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς· ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία. Ὅταν δὲ καὶ ἀποκλείῃς σῖτον, καὶ τὴν τιμὴν ἐπιτείνῃς, καὶ ἑτέρας καπηλείας ξένας ὁδοὺς ἐπινοῇς, ποίαν ἕξεις σωτηρίας ἐλπίδα λοιπόν; ∆ωρεὰν ἐκελεύσθης διδόναι τῷ πεινῶντι, σὺ δὲ οὐδὲ μετὰ συμμέτρου δίδως τιμῆς· αὐτὸς διὰ σὲ τὴν τοσαύτην δόξαν ἐκένωσε, σὺ δὲ αὐτὸν οὐδὲ ἄρτου ἀξιοῖς· ἀλλ' ὁ μὲν κύων ἐμπέπλησται, ὁ δὲ Χριστὸς λιμῷ τήκεται· καὶ ὁ μὲν οἰκέτης διαῤῥήγνυται ὑπὸ πλησμονῆς, ὁ δὲ σὸς κἀκείνου ∆εσπότης ἀναγκαίας ἀπορεῖ τροφῆς. Καὶ ποῦ ταῦτα φίλων  τὰ πράγματα; Καταλλάγητε τῷ Θεῷ· ταῦτα γὰρ ἐχθρῶν ἐστι καὶ ἐκπεπολεμωμένων.  Αἰσχυνθῶμεν τοίνυν  ὅσα  εὐεργετήθημεν,  ὅσα  εὐεργετεῖσθαι  μέλλομεν·  κἂν  προσέλθῃ  πένης
δεόμενος, μετὰ πολλῆς  αὐτὸν δεχώμεθα τῆς εὐνοίας, παρακαλοῦντες, ἀνιστῶντες τῷ  λόγῳ,  ἵνα  καὶ αὐτοὶ  τῶν  αὐτῶν  τύχωμεν  καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀνθρώπων. Ὅσα γὰρ ἐὰν θέλητε ἵνα ποιήσωσιν ὑμῖν, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπαχθὲς οὗτος ὁ νόμος ἔχει. Ἃ θέλεις πάσχειν, ταῦτα ποίει, φησίν· ἴση ἡ ἀντίδοσις. Καὶ οὐκ εἶπεν· Ἃ μὴ θέλετε πάσχειν, μηδὲ ποιεῖτε· ἀλλὰ τὸ πλέον. Ἐκεῖνο μὲν γὰρ ἀποχὴ κακῶν, τοῦτο δὲ ἐργασία καλῶν, κἀκείνῳ τοῦτο συμπεριείληπται. Καὶ οὐκ εἶπε· Ταῦτα καὶ ὑμεῖς θέλετε, ἀλλὰ, Ποιεῖτε αὐτοῖς. Καὶ τί τὸ κέρδος; Οὗτός ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἐλεεῖσθαι βούλει; οὐκοῦν ἐλέει. Συγγνώμης  θέλεις  τυχεῖν; οὐκοῦν  μεταδίδου.  Βούλει μὴ ἀκούειν  κακῶς; οὐκοῦν μηδὲ κακῶς λέγε. Ἐπιθυμεῖς ἐπαινεῖσθαι, οὐκοῦν ἐγκωμίαζε. Θέλεις μὴ πλεονεκτεῖσθαι; οὐκοῦν μὴ ἅρπαζε. Εἶδες πῶς ἔδειξε φυσικὸν ὂν τὸ καλὸν, καὶ οὐ δεομένους νόμων τῶν ἔξωθεν ἡμᾶς, οὐδὲ διδασκάλων; Ἐν οἷς γὰρ θέλομεν παθεῖν, ἢ μὴ παθεῖν παρὰ τῶν πλησίον, νομοθετοῦμεν ἡμῖν ἑαυτοῖς. Ὥστε ἂν ἐθέλῃς μὲν μὴ παθεῖν, ποιῇς δὲ, ἢ θέλῃς μὲν παθεῖν,  μὴ ποιῇς δὲ, αὐτοκατάκριτος  γέγονας,  καὶ οὐδεμιᾶς λοιπὸν ἀπολαύεις ἀπολογίας ὡς ἀγνοῶν  καὶ οὐκ εἰδὼς τὰ πρακτέα. ∆ιὸ, παρακαλῶ, τοῦτον ἐν ἑαυτοῖς δι' ἑαυτοὺς ἀναστήσαντες τὸν νόμον. καὶ ταῦτα ἀναγινώσκοντες  τὰ γράμματα τὰ σαφῆ καὶ σύντομα, τοιοῦτοι  περὶ τοὺς πλησίον γινώμεθα,  οἵους περὶ ἡμᾶς αὐτοὺς εἶναι βουλόμεθα, ἵνα καὶ τῆς  παρούσης ἀπολαύσωμεν ἀδείας, καὶ τῶν μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.


ΙΗʹ. Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου

αʹ. Πάλιν ἐπαινεῖ τὸν Τίτον. Ἐπειδὴ γὰρ περὶ ἐλεημοσύνης διελέχθη,διαλέγεται  λοιπὸν  καὶ περὶ τῶν μελλόντων  ὑποδέχεσθαι παρ' αὐτῶν  τὰ χρήματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ συνεβάλλετο πρὸς τὴν συλλογὴν ταύτην, καὶ πρὸς τὸ μείζω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονουμένου,   καὶ  μὴ  ὑποπτεύων   τοὺς   ὑποδεχομένους,   μετὰ  πλείονος   τῆς δαψιλείας ἐπιδίδωσιν. Ὅπερ ἵνα καὶ τότε γένηται, ἄκουσον πῶς συνίστησι τοὺς ἐπὶ τοῦτο ἀφικομένους, ὧν ἦν πρῶτος Τίτος. ∆ιὸ καί φησι, Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν  αὐτὴν  σπουδὴν  ἐν  τῇ  καρδίᾳ  Τίτου. Τί ἐστι, Τὴν  αὐτήν;  Ἥνπερ  καὶ  ὑπὲρ Θεσσαλονικέων εἶχεν, ἢ τὴν αὐτὴν ἐμοί. Καὶ σκόπει σύνεσιν· τοῦ Θεοῦ δεικνὺς ἔργον τοῦτο ὂν, καὶ εὐχαριστεῖ τῷ δεδωκότι, ὥστε καὶ ταύτῃ προτρέψαι. Εἰ γὰρ ὁ Θεὸς αὐτὸν  διήγειρε,  καὶ  ἀπέστειλε  πρὸς  ὑμᾶς,  αὐτὸς  αἰτεῖ  δι'  ἐκείνου.  Μὴ τοίνυν νομίσητε ἀνθρώπινον  εἶναι  τὸ γεγενημένον.  Καὶ πόθεν  δῆλον  ὅτι ὁ Θεὸς αὐτὸν προέτρεψεν; Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν. Ὅρα πῶς καὶ αὐτὸν δείκνυσι τὰ αὑτοῦ πληροῦντα, ἑτέρων μὴ δεηθέντα. Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται. Σπουδαιότερος γὰρ ὑπάρχων,  αὐθαίρετος ἐξῆλθεν,  ἥρπασε τὸ πρᾶγμα, ἐπεπήδησε τῷ θησαυρῷ, οἰκείαν ἐνόμισεν ὠφέλειαν τὴν ὑμετέραν διακονίαν καὶ τῷ σφόδρα ὑμᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ' ἐμοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη μὲν καὶ ὑπ' ἐμοῦ, οὐ μέντοι  ἐντεῦθεν  διηγέρθη, ἀλλ' οἴκοθεν  καὶ ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτός ἐστιν ὁ ἀδελφός; Τινὲς μὲν τὸν Λουκᾶν· καί  φασι,  διὰ  τὴν  ἱστορίαν  ἥνπερ  ἔγραψε·  τινὲς  δὲ  τὸν  Βαρνάβαν· καὶ  γὰρ  τὸ ἄγραφον κήρυγμα εὐαγγέλιον καλεῖ. Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον· Τῷ γὰρ μὴ εὑρεῖν Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχηκα  ἄνεσιν  τῷ  πνεύματί  μου)·  καὶ  ἀπὸ  τῆς  ἀγάπης  τῆς  εἰς  αὐτοὺς  (Τὰ γὰρ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶ, φησὶ, πρὸς ὑμᾶς), καὶ ἀπὸ τῆς περὶ τὸ πρᾶγμα σπουδῆς   (Αὐθαίρετος  γὰρ,   φησὶν,   ἐξῆλθε)·   τούτους   δὲ   οὔτε   ὁμοίως    συνίστησιν,  οὔτε  ὀνομαστὶ  τίθησι;  τί  οὖν  ἔστιν  εἰπεῖν;  Ἴσως  ἀγνοοῦντες  ἦσαν αὐτούς· διόπερ οὐκ ἐμφιλοχωρεῖ τοῖς ἐγκωμίοις, ἐπειδὴ μηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν,  ἀλλὰ  τοσοῦτον λέγει,  ὅσον εἰς σύστασιν αὐτοῖς  ἤρκει μόνον  καὶ τὸ φυγεῖν   τὴν   πονηρὰν   ὑποψίαν.   Πλὴν  ἀλλ'  ἴδωμεν   πόθεν   καὶ  αὐτὸν   τοῦτον ἐγκωμιάζει. Πόθεν οὖν ἐγκωμιάζει; Πρῶτον ἀπὸ τοῦ κηρύγματος ἐπαινῶν,  οὐχ ὅτι ἐκήρυττε μόνον, ἀλλ' ὅτι καὶ ὡς ἐχρῆν, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς. Οὐ γὰρ εἶπεν, ὅτι κηρύττει καὶ εὐαγγελίζεται, ἀλλ' ὅτι, Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. Καὶ ἵνα μὴ δόξῃ κολακεύειν αὐτὸν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλ' ὁλοκλήρους Ἐκκλησίας ἄγει μαρτυρούσας αὐτῷ, λέγων· ∆ιὰ πασῶν τῶν Ἐκκλησιῶν. Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειροτονησάντων αἰδέσιμον αὐτὸν ποιεῖ· οὐ μικρὸν δὲ καὶ τοῦτο. ∆ιά τοι τοῦτο εἰπὼν,  Οὗ ὁ ἔπαινος  ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, ἐπήγαγεν· Οὐ μόνον δέ. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἀπὸ τούτου, φησὶν, ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδοκιμεῖ, καὶ ἐπαινεῖται παρὰ πάντων, ἀλλὰ καὶ χειροτονηθεὶς  ὑπὸ τῶν  Ἐκκλησιῶν σὺν ἡμῖν. Ὅθεν μοι δοκεῖ τὸν Βαρνάβαν αἰνίττεσθαι. Καὶ πολὺ τὸ ἀξίωμα αὐτοῦ σημαίνει· δείκνυσι γὰρ καὶ ἐπὶ τίνι κεχειροτόνητο. Συνέκδημος γὰρ ἡμῶν, φησὶ, σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Εἶδες ὅσα αὐτοῦ τὰ ἐγκώμια; Εὐαγγελιζόμενος ἔλαμψε, καὶ τὰς Ἐκκλησίας ἔσχεν ἐπὶ τούτῳ μαρτυρούσας πάσας· ἐχειροτονήθη ὑφ' ἡμῶν, καὶ ἐφ' οἷς Παῦλος, καὶ πανταχοῦ  κοινωνὸς  αὐτῷ  γέγονε,  καὶ κατὰ τοὺς  πειρασμοὺς καὶ κατὰ  τοὺς κινδύνους· τὸ γὰρ ὄνομα τῆς ἐκδημίας τοῦτο αἰνίττεται.  Τί δέ ἐστι, Σὺν τῇ χάριτι ταύτῃ  τῇ διακονουμένῃ  ὑφ' ἡμῶν;  Ὥστε τὸν  λόγον  καταγγέλλειν,  φησὶ, καὶ τὸ Εὐαγγέλιον κηρύττειν· ἢ ὥστε καὶ πρὸς τὰ χρήματα ὑπηρετήσασθαι· μᾶλλον δὲ, πρὸς ἀμφότερά μοι δοκεῖ λέγειν.  Εἶτα ἐπάγει· Πρὸς τὴν  αὐτοῦ  τοῦ Κυρίου δόξαν  καὶ προθυμίαν ὑμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠξιώσαμεν, φησὶ, χειροτονηθῆναι αὐτὸν μεθ' ἡμῶν, καὶ εἰς τὸ ἔργον τοῦτο προχειρισθῆναι, ὥστε οἰκονόμον γενέσθαι τῶν ἱερῶν χρημάτων καὶ διάκονον (οὐδὲ γὰρ τοῦτο μικρὸν ἦν· Ἐπισκέψασθε γὰρ, φησὶν, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά)· καὶ ἐχειροτονήθη ὑπὸ τῶν Ἐκκλησιῶν, καὶ ψῆφος  τοῦ δήμου παντὸς  ἐγένετο. Τί ἐστιν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν  ὑμῶν; Ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι γίνησθε, τῶν ὑποδεχομένων  τὰ χρήματα ταῦτα δοκίμων ὄντων, καὶ οὐδενὸς ψευδῆ τινα ὑποψίαν κατ' αὐτῶν τεκεῖν δυναμένου. 

βʹ. ∆ιὰ τοῦτο τοιούτους ἐπεζητήσαμεν, καὶ οὐχὶ ἑνὶ μόνῳ τὸ πᾶν ἐπετρέψαμεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέμψαμεν, καὶ μετὰ τούτου ἕτερον. Εἶτα ἑρμηνεύων αὐτὸ τοῦτο τὸ, Πρὸς τὴν δόξαν τοῦ  Κυρίου  καὶ  προθυμίαν  ὑμῶν,  ἐπήγαγε·  Στελλόμενοι   τοῦτο,  μή  τις  ἡμᾶς μωμήσηται  ἐν  τῇ  ἁδρότητι  ταύτῃ  τῇ  διακονουμένῃ  ὑφ'  ἡμῶν.  Τί ποτέ  ἐστι  τὸ λεγόμενον; Ἄξιον τῆς ἀρετῆς Παύλου, καὶ τὴν πολλὴν αὐτοῦ κηδεμονίαν ἐμφαῖνον καὶ τὴν συγκατάβασιν. Ἵνα γὰρ μή τις ἡμᾶς ὑποπτεύσῃ, φησὶ, μηδὲ τὸν τυχόντα μῶμον καθ' ἡμῶν σχῇ, ὡς νοσφιζομένων  ἐκ τῶν ἐγχειριζομένων  ἡμῖν χρημάτων, διὰ τοῦτο τοιούτους ἐπέμψαμεν, καὶ οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς. Εἶδες πῶς  ἀπαλλάττει  πάσης ὑποψίας  αὐτούς; οὐκ ἀπὸ τοῦ εὐαγγελίου,  οὐδὲ ἀπὸ τοῦ χειροτονηθῆναι  μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ δοκίμους, καὶ δι' αὐτὸ τοῦτο χειροτονηθῆναι,  ἵνα μὴ ὑποπτεύωνται.  Καὶ οὐκ εἶπε, Μὴ ὑμεῖς μωμήσησθε, ἀλλὰ, Μή τις ἄλλος. Καίτοι γε δι' αὐτοὺς τοῦτο ἐποίησε, καὶ ᾐνίξατο εἰπὼν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν· ἀλλ' ὅμως οὐ βούλεται αὐτοὺς πλῆξαι, ἀλλ' ἑτέρως φησὶ, Στελλόμενοι  τοῦτο ποιῆσαι· καὶ οὐδὲ τούτῳ  ἀρκεῖται, ἀλλὰ  καὶ τῇ ἐπαγωγῇ θεραπεύει πάλιν λέγων, Ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· καὶ μετ' ἐγκωμίου τὸ βαρὺ τιθείς. Ἵνα γὰρ μὴ ἀλγήσωσι, μηδὲ εἴπωσιν, Ἡμᾶς οὖν ὑφορᾶσθαι ἔχεις, καὶ οὕτως ἐσμὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις; ἐπιδιορθούμενος αὐτούς φησι, πολλὰ τὰ χρήματα τὰ ὑφ' ὑμῶν ἐστι πεμπόμενα, καὶ αὕτη  ἡ  ἁδρότης,  τουτέστι,  τὸ  πλῆθος  τῶν   χρημάτων,   ἱκανὸν   τοῖς  πονηροῖς παρασχεῖν ὑποψίαν, εἰ μὴ ἐπεδειξάμεθα τὴν ἀσφάλειαν. Προνοοῦμεν γὰρ καλὰ, οὐ μόνον ἐνώπιον  Κυρίου, ἀλλὰ καὶ ἐνώπιον  ἀνθρώπων.  Τί ἴσον Παύλου γένοιτ' ἄν; Οὐδὲ γὰρ εἶπεν, Ἀπολλύσθω καὶ οἰμωζέτω  ὁ βουλόμενος τοιοῦτόν  τι ὑποπτεύειν· ἕως ἂν μὴ καταγινώσκῃ μου τὸ συνειδὸς, οὐδείς μοι λόγος τῶν ὑποπτευόντων· ἀλλ' ὅσῳ ἀσθενέστεροι ἦσαν,  τοσούτῳ  συγκατέβαινε  μᾶλλον.  Τῷ γὰρ  κάμνοντι  οὐκ ἀγανακτεῖν,  ἀλλὰ  βοηθεῖν  χρή.  Καίτοι γε  τίνος  ἁμαρτήματός  ἐσμεν πόῤῥω, ὡς ἐκεῖνος  τῆς  τοιαύτης  ὑποψίας;  Οὐδὲ γὰρ, εἰ δαίμων  τις  ἦν, ὑπώπτευσεν  ἂν  τὸν μακάριον ἐκεῖνον εἰς τὴν διακονίαν  ταύτην. Ἀλλ' ὅμως καὶ τοσοῦτον ἀπέχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ σκιάν τινα καταλιπεῖν  τοῖς κἂν ὁπωσοῦν ὑπονοῆσαί τι πονηρὸν  βουλομένοις· καὶ οὐ μόνον κατηγορίας φεύγει, ἀλλὰ καὶ μώμους καὶ τὴν τυχοῦσαν κατάγνωσιν καὶ ψιλὴν ὑπόνοιαν.  Συνεπέμψαμεν  δὲ αὐτοῖς  τὸν  ἀδελφὸν  ἡμῶν.  Ἰδοὺ  πάλιν  καὶ  ἕτερον προστίθησι, καὶ τοῦτον  μετ' ἐγκωμίου  καὶ τῆς αὐτοῦ ψήφου  καὶ πολλῶν  ἑτέρων μαρτύρων. Ὃν ἐδοκιμάσαμεν, φησὶν, ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπου  δαιότερον. Ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ   ἀπὸ  τῆς   πρὸς  ἐκείνους   ἀγάπης   ἐπαίρει·  καὶ  ὃ  περὶ   Τίτου  ἔλεγεν,   ὅτι Σπουδαιότερος ὑπάρχων αὐθαίρετος ἐξῆλθε, τοῦτο καὶ περὶ τούτου, εἰπὼν, Νῦν δὲ πολὺ  σπουδαιότερον·  σπέρματα  αὐτοῖς  προαποτιθέμενος   τῆς  πρὸς  Κορινθίους ἀγάπης. Καὶ λοιπὸν, ἐπειδὴ ἐπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ αὐτοὺς ὑπὲρ αὐτῶν, λέγων· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Τί ἐστιν, Εἴτε ὑπὲρ Τίτου; Εἰ δεῖ τι εἰπεῖν, φησὶν, ὑπὲρ Τίτου, ταῦτα ἔχω λέγειν ὅτι κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Ἢ γὰρ τοῦτό φησιν, ἢ, Εἴ τι ὑπὲρ Τίτου ποιήσετε, ὅτι οὐκ εἰς τὸν  τυχόντα  ποιήσετε· κοινωνὸς  γὰρ ἐμός ἐστι. Καὶ δοκῶν  ἐγκωμιάζειν  τοῦτον, ἐκείνους  ἐπαίρει,  δεικνὺς  οὕτω  περὶ  αὐτὸν  διακειμένους,  ὡς  ἀρκεῖν  εἰς  τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν  αὐτοῦ τινα φαίνεσθαι. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγε λέγων· Εἰς ὑμᾶς συνεργός. Οὐχ ἁπλῶς συνεργὸς, ἀλλ' ἐν τοῖς πρὸς ὑμᾶς, ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ, ἐν τῇ ἐπιδόσει, ἐν τῇ φιλίᾳ, ἐν τῇ σπουδῇ τῇ περὶ ὑμᾶς· ὅπερ μάλιστα οἰκειῶσαι αὐτοῖς αὐτὸν ἠδύνατο. Εἴτε ἀδελφοὶ ἡμῶν. Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι μέγιστα ἔχουσι δικαιώματα συστάσεως τῆς πρὸς ὑμᾶς. Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡμῶν, καὶ ἀπόστολοι  Ἐκκλησιῶν·  τουτέστιν,  ὑπὸ  Ἐκκλησιῶν  πεμφθέντες.  Εἶτα τὸ  μεῖζον ἁπάντων, ∆όξα Χριστοῦ. Εἰς ἐκεῖνον γὰρ ἀναφέρεται ἅπερ ἂν εἰς τούτους γένηται. Εἴτε οὖν ὡς ἀδελφοὺς βούλεσθε δέξασθαι, εἴτε ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, εἴτε ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες, πολλὰς ἔχετε ἀφορμὰς τῆς περὶ αὐτοὺς εὐνοίας. Ὑπὲρ μὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐμὸς κοινωνὸς καὶ ὑμῶν ἐραστὴς, ὑπὲρ δὲ τούτων,  ὅτι ἀδελφοὶ,  ὅτι  ἀπόστολοι Ἐκκλησιῶν, ὅτι δόξα Χριστοῦ. γʹ. Ὁρᾷς ὅτι κἀντεῦθεν δῆλον, ὅτι τῶν ἀγνώστων ἦσαν αὐτοῖς; Ἦ γὰρ ἂν αὐτοὺς καὶ ἀπὸ τούτων ἐκόσμησεν, ἀφ' ὧν καὶ Τίτον, λέγω δὴ τῆς περὶ αὐτοὺς ἀγάπης. Ἀλλ' ἐπειδὴ οὐδέπω γνώριμοι ἦσαν, Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες· διὸ ἐπάγει·  Τὴν οὖν ἔνδειξιν  τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Νῦν δείξατε,  φησὶ, πῶς  μὲν  ἡμᾶς ἀγαπᾶτε,  πῶς  δὲ ἡμεῖς  οὐχ  ἁπλῶς  οὐδὲ εἰκῆ καυχώμεθα ἐν ὑμῖν· δείξετε δὲ τοῦτο, ἐὰν εἰς αὐτοὺς ἀγάπην ἐνδείξησθε. Εἶτα καὶ φρικωδέστερον ποιεῖ τὸν λόγον λέγων· Εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Εἰς δόξαν, φησὶ,  τῶν  Ἐκκλησιῶν,  εἰς  τιμήν.  Ἂν  γὰρ  τούτους  τιμήσητε,  τὰς  ἀποστειλάσας Ἐκκλησίας ἐτιμήσατε. Οὐ γὰρ εἰς αὐτοὺς διαβαίνει μόνον ἡ τιμὴ, ἀλλὰ καὶ εἰς τοὺς ἐκπέμψαντας, οἳ ἐχειροτόνησαν αὐτοὺς, καὶ πρὸ ἐκείνων, εἰς τὴν τοῦ Θεοῦ δόξαν. Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονου  μένους τιμήσωμεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς  εὐφημίας.  Εἰς τὸ κοινὸν  τῶν  Ἐκκλησιῶν. Οὐ μικρὸν  δὲ καὶ τοῦτο· καὶ γὰρ μεγάλη ἡ δύναμις τῆς συνόδου, ἤγουν τῶν  Ἐκκλησιῶν. Σκόπει πῶς μεγάλη ἦν ἡ δύναμις τῆς συνόδου. Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσμῶν ἔλυσε, τοῦ Παύλου τὸ  στόμα ἠνέῳξεν·  ἡ  τούτων  ψῆφος,  οὐχ  ὡς  ἔτυχε,  καὶ  τοὺς  ἐπὶ  τὰς πνευματικὰς ἀρχὰς ἐρχομένους κατακοσμεῖ. ∆ιά τοι τοῦτο καὶ ὁ μέλλων χειροτονεῖν καὶ τὰς ἐκείνων  εὐχὰς καλεῖ τότε, καὶ αὐτοὶ ἐπιψηφίζονται,  καὶ ἐπιβοῶσιν ἅπερ ἴσασιν οἱ μεμυημένοι· οὐ γὰρ δὴ θέμις ἐπὶ τῶν ἀμυήτων ἐκκαλύπτειν ἅπαντα. Ἔστι δὲ ὅπου οὐδὲ διέστηκεν ὁ ἱερεὺς τοῦ ἀρχομένου· οἷον, ὅταν  ἀπολαύειν  δέῃ τῶν φρικτῶν μυστηρίων· ὁμοίως γὰρ πάντες ἀξιούμεθα τῶν αὐτῶν· οὐ καθάπερ ἐπὶ τῆς Παλαιᾶς, τὰ μὲν ὁ ἱερεὺς ἤσθιε, τὰ δὲ ὁ ἀρχόμενος, καὶ θέμις οὐκ ἦν τῷ λαῷ μετέχειν ὧν μετεῖχεν ὁ ἱερεύς. Ἀλλ' οὐ νῦν· ἀλλὰ πᾶσιν ἓν σῶμα πρόκειται, καὶ ποτήριον ἕν. Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα. Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουμένων,  ὑπὲρ τῶν ἐν μετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ' αὐτῶν γίνονται  αἱ εὐχαὶ, καὶ πάντες  μίαν  λέγουσιν  εὐχὴν,  εὐχὴν  τὴν  ἐλέου γέμουσαν. Πάλιν  ἐπειδὰν  εἴρξωμεν  τῶν  ἱερῶν  περιβόλων  τοὺς  οὐ  δυναμένους  τῆς  ἱερᾶς μετασχεῖν  τραπέζης, ἑτέραν  δεῖ γενέσθαι  εὐχὴν,  καὶ πάντες  ὁμοίως  ἐπ' ἐδάφους κείμεθα, καὶ πάντες  ὁμοίως ἀνιστάμεθα. Ὅταν εἰρήνης πάλιν  μεταλαμβάνειν  καὶ μεταδιδόναι δέῃ, πάντες ὁμοίως ἀσπαζόμεθα. Ἐπ' αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύματός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ μόνος, ἀλλὰ καὶ ὁ λαὸς ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν,  εἶτα συντιθεμένων  ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυμάζεις, εἴ που μετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ μετ' αὐτῶν  τῶν  Χερουβὶμ καὶ  τῶν  ἄνω  δυνάμεων,  κοινῆ  τοὺς  ἱεροὺς  ἐκείνους ὕμνους ἀναπέμπει; Ταῦτα δέ μοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρχομένων νήφῃ, ἵνα μάθωμεν ὅτι σῶμά ἐσμεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸς ἀλλήλους διαφορὰν, ὅσην μέλη πρὸς μέλη καὶ μὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτωμεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώματος, τῆς Ἐκκλησίας ἁπάσης οὕτω φροντίζωμεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν  πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει· πρὸς ἀρετήν.  Ἄκουσον  γοῦν   ἐπὶ  τῶν   ἀποστόλων,  πῶς  ἀλλαχοῦ   τοὺς  ἀρχομένους κοινωνοὺς  τῆς γνώμης ἐλάμβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήμῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν.  Οὐ γὰρ ἀρχόντων  τῦφός ἐστι τὰ ἐνταῦθα, οὐδὲ ἀρχομένων δουλοπρέπεια, ἀλλὰ ἀρχὴ πνευματικὴ, τούτῳ μάλιστα πλεονεκτοῦσα, τῷ τὸ πλέον τῶν πόνων καὶ τῆς ὑπὲρ ὑμῶν  ἀναδέχεσθαι φροντίδος, οὐ τῷ τιμὰς πλείους ἐπιζητεῖν.  Καὶ γὰρ ὡς μίαν οἰκίαν  δεῖ τὴν Ἐκκλησίαν οἰκεῖν, ὡς σῶμα ἓν, οὕτω διακεῖσθαι πάντας· ὥσπερ οὖν καὶ βάπτισμα ἕν ἐστι, καὶ τράπεζα μία, καὶ πηγὴ μία, καὶ κτίσις μία, καὶ Πατὴρ εἷς. Τί τοίνυν διῃρήμεθα, τοσούτων συναγόντων  ἡμᾶς; τί διεσπάσμεθα; Ἀναγκαζόμεθα γὰρ πάλιν  τὰ αὐτὰ ὀδύρασθαι, ἃ πολλάκις ἐθρήνησα· πένθους  ἄξια τὰ παρόντα· οὕτω σφόδρα ἀπ'  ἀλλήλων  ἐσμὲν ἀπεῤῥηγμένοι, δέον ἑνὸς σώματος μιμεῖσθαι συνάφειαν.  Οὕτω γὰρ καὶ παρὰ τοῦ ἐλάττονος  ὁ μείζων κερδᾶναι  δυνήσεται.  Εἰ γὰρ  Μωϋσῆς παρὰ  τοῦ  κηδεστοῦ  τι  τῶν  συμφερόντων ἔμαθεν ὅπερ αὐτὸς οὐ συνεῖδε, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ τοῦτο ἂν γένοιτο. Καὶ τί δή ποτε, ὃ συνεῖδεν ὁ ἄπιστος, οὐ συνεῖδεν ὁ πνευματικός; Ἵνα μάθωσιν ἅπαντες οἱ τότε, ὅτι ἄνθρωπος ἦν, κἂν θάλατταν  σχίζῃ, κἂν πέτραν ῥηγνύῃ, τῆς τοῦ Θεοῦ ῥοπῆς δεῖται· καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάμεως. Καὶ νῦν, εἰ οὐ λέγει τὰ συμφέροντα ὁ δεῖνα, ἕτερος ἀναστὰς εἰπάτω. Κἂν ἐλάττων  ᾖ, λέγῃ δέ τι τῶν συμφερόντων, κύρωσον τὴν γνώμην· κἂν τῶν σφόδρα εὐτελεστάτων ᾖ, μὴ ἀτιμάσῃς. Οὐδεὶς γὰρ τούτων  ἀφέστηκε τῶν  πλησίον, ὅσον ὁ κηδεστὴς τοῦ Μωϋσέως· ἀλλ' οὐκ ἀπηξίωσεν ἀκοῦσαι, ἀλλὰ καὶ ἐδέξατο τὴν γνώμην, καὶ ἐπείσθη, καὶ  ἀνάγραπτον  ἐποίησε, καὶ  οὐκ  ᾐσχύνθη  ταῦτα  ἱστορίᾳ παραδοῦναι,  τὸν  τῶν πολλῶν τῦφον καθαιρῶν. ∆ιὸ καὶ ὡς ἐν στήλῃ τῷ βίῳ ταῦτα γράψας κατέλιπεν· ᾔδει γὰρ πολλοῖς  χρήσιμον ἐσομένην τὴν ἱστορίαν. Μὴ δὴ παρορῶμεν τοὺς τὰ δέοντα συμβουλεύοντας, κἂν τῶν ἀρχομένων τις ᾖ, κἂν τῶν εὐτελῶν, μηδὲ ἅπερ ἂν ἡμεῖς εἰσηγησώμεθα, ταῦτα πάντως  κρατεῖν  ἀξιῶμεν·  ἀλλ' ἅπερ ἂν συμφέροντα φανῇ, ταῦτα παρὰ πάντων  κυρούσθω. Πολλοὶ γὰρ τῶν ἀμβλυωττόντων  πολλὰ συνεῖδον μᾶλλον ὑπὲρ τοὺς ὀξὺ βλέποντας, διὰ τὸ σπουδάζειν καὶ συντετάσθαι. Μηδὲ λέγε, Τί με καλεῖς  εἰς  συμβουλὴν,  εἰ  μὴ  ἀκούεις  ὃ λέγω;  οὐκ  ἔστι συμβούλου ταυτὶ  τὰ ἐγκλήματα,  ἀλλὰ  τυράννου.  Ὁ γὰρ σύμβουλος εἰπεῖν  τὰ παρ' αὐτοῦ κύριός ἐστι μόνον· ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ' αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύμβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην. Μὴ δὴ οὕτω ποιῶμεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες  τὴν ψυχὴν, σκοπῶμεν οὐχ ὅπως μόνον τὰ ἡμέτερα σταίη, ἀλλ' ὅπως ἡ συμφέρουσα γνώμη  κρατήσειε, κἂν μὴ παρ' ἡμῶν εἰσφέρηται. Οὐδὲ γὰρ μικρὸν κερδανοῦμεν, κἂν μὴ τὰ δέοντα εὕρωμεν, αὐτοὶ τὰ παρ' ἑτέρων φανέντα  δεχόμενοι, καὶ παρὰ τοῦ Θεοῦ πολὺν  ληψόμεθα τὸν μισθὸν, καὶ δόξης δὲ οὕτω μάλιστα ἀπολαύσομεν. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὰ συμφέροντα εἰπὼν, σοφός· οὕτως ἡμεῖς καταδεξάμενοι, καὶ αὐτοὶ συνέσεως καὶ εὐγνωμοσύνης καρπωσόμεθα ἔπαινον. Οὕτω καὶ οἰκίαι καὶ πόλεις, οὕτω καὶ Ἐκκλησία οἰκονομουμένη,  μείζονα λήψεται  προσθήκην· οὕτω  καὶ ἡμεῖς τὸν παρόντα βίον  ἄριστα οἰκονομήσαντες,  τῶν  μελλόντων  ἐπιτευξόμεθα  ἀγαθῶν·  ὧν  γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |