ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΒʹ Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι τοῦ Θεοῦ

Πέμπτη 27 Οκτωβρίου 2016

ΚΒʹ Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι τοῦ Θεοῦ



Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


ΚΒʹ Πίστει νοοῦμεν  κατηρτίσθαι  τοὺς  αἰῶνας  ῥήματι  τοῦ  Θεοῦ, εἰς  τὸ μὴ ἐκ φαινομένων   τὰ  βλεπόμενα  γεγονέναι.  Πίστει πλείονα  θυσίαν  Ἄβελ  παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυ ρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώ ροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.

αʹ. Τὸ τῆς πίστεως γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν  λογισμῶν  τῶν  ἀνθρωπίνων   παρερχομένης.  Οὐ γὰρ  ἔστιν  ἑτέρως  γενέσθαι πιστὸν, ἂν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. Ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι  ψυχαὶ,  καὶ  ἀπὸ πίστεως  μὲν  ἤρξατο, ὑπὸ  δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν καὶ τῶν θλίψεων, ὠλιγοψύχουν λοιπὸν καὶ ἐμικροψύχουν  καὶ παρεσαλεύοντο, πρῶτον  μὲν αὐτοὺς ἀπὸ τῶν  ἑαυτῶν παρεκάλεσεν, εἰπὼν,  Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας· ἔπειτα· ἀπὸ τῆς Γραφῆς τῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· ἔπειτα ἀπὸ τῶν λογισμῶν, εἰπὼν,



Ἔστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων, τῶν μεγάλων ἀνδρῶν, τῶν θαυμαστῶν ἐκείνων, μονονουχὶ  λέγων· Εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ, πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον  ἡμεῖς.  Ὅταν  γὰρ  εὕρῃ  τῶν  αὐτῶν  κοινωνὸν   ἡ  ψυχὴ,  ἀναπαύεται  καὶ ἀναπνεῖ.  Τοῦτο καὶ  ἐπὶ  τῆς  πίστεως,  τοῦτο  καὶ  ἐπὶ   θλίψεως  ἔστιν  ἰδεῖν συμβαῖνον· καθὼς  ἀλλαχοῦ  φησιν· Εἰς τὸ συμπαρακληθῆναι  ἐν  ὑμῖν  διὰ τῆς  ἐν ἀλλήλοις  πίστεως. Σφόδρα γὰρ ἄπιστον  τὸ γένος  τὸ ἀνθρώπινον,  καὶ ἑαυτῷ  οὐ δύναται θαῤῥεῖν, καὶ δέδοικεν ὑπὲρ ὧν ἂν κρίνῃ· ὅτι ἔχει, καὶ πολλὴν ἔχει τῆς τῶν πολλῶν δόξης φροντίδα. Τί οὖν ὁ Παῦλος ποιεῖ; Ἀπὸ τῶν προτέρων αὐτοὺς παρακαλεῖ, καὶ  πρὸ τούτων,  ἀπὸ τῆς  κοινῆς  ἐννοίας.  Ἐπειδὴ γὰρ ἡ πίστις  τότε διεβάλλετο ὡς ἀναπόδεικτον  πρᾶγμα, καὶ ἀπάτης μᾶλλον ὂν, διὰ τοῦτο δείκνυσιν, ὅτι  τὰ  μέγιστα  διὰ  πίστεως,  καὶ  οὐ  διὰ  λογισμῶν  κατορθοῦται.  Καὶ πῶς  τοῦτο δείκνυσιν, εἰπέ μοι; Πίστει νοοῦμεν, εἰπὼν, κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων  τὰ βλεπόμενα γεγονέναι. ∆ῆλον, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων  τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα. Πόθεν δὲ δῆλον, ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν; ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον  ἐκ τῶν φαινομένων  τὰ μὴ φαινόμενα  εἶναι. ∆ιὰ τοῦτο μάλιστα οἱ φιλόσοφοι  οὐδέν φασιν ἐξ οὐκ ὄντων εἶναι,  ψυχικοὶ  ὄντες, καὶ οὐδὲν  τῇ πίστει ἐπιτρέποντες·  ἁλίσκονται  δὲ καὶ αὐτοὶ ὅμως, ὅταν μέγα τι καὶ γενναῖον εἴπωσι, τῇ πίστει αὐτὸ ἐπιτρέποντες· οἷον, λέγουσιν ὅτι ὁ Θεὸς ἄναρχός  ἐστι καὶ ἀγέννητος· ὁ γὰρ λογισμὸς οὐχ ὑποβάλλει τοῦτο, ἀλλὰ τοὐναντίον.  Θέα δέ μοι καὶ τὴν πολλὴν  μωρίαν αὐτῶν. Τὸν Θεὸν ἄναρχον λέγουσιν· ὃ τοῦ ἐξ οὐκ ὄντων  πολλῷ  θαυμασιώτερον. Τοῦ γὰρ εἰπεῖν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ὁ Θεὸς ἐποίησε, τὸ εἰπεῖν, ὅτι ἄναρχός ἐστιν, ὅτι ἀγέννητος, οὔτε ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου γεννηθεὶς, ἀπορώτερον. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ πιστά· οἷον, ὅτι ἐποίησέ τι, ὅτι ἀρχὴν ἔσχε τὸ ποιούμενον, ὅτι ἐποιήθη ὅλως· ἐκεῖ δὲ τὸ, αὐτόματος, ἀγέννητος, οὔτε ἀρχὴν ἔσχεν, οὔτε χρόνον, ταῦτα οὐχὶ πίστεως δεῖται, εἰπέ μοι; Ἀλλ' οὐκ ἔθηκε τοῦτο ὃ πολλῷ πλέον ἦν, ἀλλὰ τὸ ἔλαττον, εἰπών· Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ. Πόθεν οὖν λέγεις δῆλον, ὅτε ὁ Θεὸς ῥήματι πάντα ἐποίησε; λογισμὸς γὰρ τοῦτο οὐχ ὑποβάλλει, οὐδὲ παρῆν τις ὅτε ταῦτα ἐγίνετο. Ὑπὸ πίστεως· πίστεως γὰρ ἔργον ἡ κατανόησις. ∆ιὸ καὶ οὕτως εἶπε, Πίστει νοοῦμεν.  Τί νοοῦμεν  πίστει, εἰπέ; Ὅτι μὴ ἐκ φαινομένων  τὰ βλεπόμενα  γέγονε· τοῦτο γὰρ ἡ πίστις. Εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπων αὐτὸ γυμνάζει. Καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος ἔνδοξος ἀνήρ. Τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο. Ἐπειδὴ γὰρ ἐπὶ  προσώπων  αὐτὸ  ἑκατὸν  ἢ διακοσίων  ἀντέστησεν, εἶτα  εἶδε  τὸν ἀριθμὸν  ὀλίγον  τῇ  ποσότητι,  λοιπόν  φησιν·  Ὧν οὐκ  ἦν  ἄξιος  ὁ κόσμος. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ. Θέα τίνα πρῶτον τίθησι, τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ τὸν Θεὸν φθονηθέντος.  Οὐκοῦν οἰκεῖον τὸ πάθος. Καὶ γὰρ ὑμεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν οἰκείων συμφυλετῶν. Ἅμα καὶ δείκνυσιν ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται. Ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ' ὧν ἐτίμησε, καὶ οὐδέπω ἀναστάσεως ἔτυχεν· ἀλλ' ἡ μὲν προθυμία αὐτοῦ δήλη, καὶ τὰ παρ' αὐτοῦ γέγονε, τὰ δὲ παρὰ τοῦ Θεοῦ οὐδέπω εἰς αὐτὸν εἰσενήνεκται. Θυσίαν δὲ ἐνταῦθα πλείονα τὴν ἐντιμοτέραν  λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν.  Καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἀπεδέχθη· ἀπεδέξατο γὰρ, καὶ εἶπε πρὸς τὸν Κάϊν· Οὒκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς. Οὐκοῦν ὁ Ἄβελ καὶ ὀρθῶς προσήνεγκε, καὶ ὀρθῶς διεῖλεν.  Ἀλλ'  ὅμως  ἀντὶ  τούτων  τίνα  τὴν  ἀμοιβὴν  ἔλαβεν;  Ἐσφάγη  παρὰ  τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην, ἣν ὁ πατὴρ ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος  ἐδέξατο υἱὸς ὁ κατορθώσας, καὶ τοσούτῳ χαλεπὰ  ἔπαθεν  ὅσῳ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος. Καὶ ταῦτα κατώρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εἶδε, καὶ οὕτως ἐτίμησε τὸν Θεόν; εἰς τὸν πατέρα καὶ τὴν μητέρα; ἀλλ' ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν. Ἀλλ' εἰς τὸν ἀδελφόν; ἀλλὰ καὶ οὗτος ἠτίμασεν. Ὥστε παρ' ἑαυτοῦ τὸ ἀγαθὸν ἐξεῦρε. Καὶ ὁ τοσαύτης ὢν τιμῆς ἄξιος, τί δὴ πάσχει; Ἀναιρεῖται. Εἶτα  καὶ   ἄλλο   ἐγκώμιον   τίθησι   λέγων·   ∆ι'   ἧς   ἐμαρτυρήθη   εἶναι   δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθανὼν  ἔτι λαλεῖ. Πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη εἶναι δίκαιος; Λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ, Ἐπὶ Ἄβελ ἐπέβλεψε, καὶ ἐπὶ τὰς θυσίας αὐτοῦ ὁ Κύριος, Καὶ ἐνεπύρισεν, εἶπεν. Ὁ τοίνυν  καὶ διὰ  λόγων,  καὶ δι'  ἔργων  μαρτυρήσας τῷ δικαίῳ, καὶ δι' αὐτὸν ὁρῶν ἀναιρούμενον, οὐκ ἤμυνεν ἀλλ' εἴασε.

βʹ. Τὸ δὲ ὑμέτερον οὐ τοιοῦτον· πῶς γὰρ, οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα; Ὥστε ἐκεῖνο ὄντως πίστις ἦν. Ποῖα γὰρ θαύματα εἶδεν ἐκεῖνος, ἵνα πιστεύσῃ ὅτι ἔσται τις αὐτῷ ἀντίδοσις τῶν ἀγαθῶν; οὐχὶ ἀπὸ πίστεως μόνης τὴν ἀρετὴν εἵλετο; Τί ἐστι, Καὶ δι' αὐτῆς ἀποθανὼν  ἔτι λαλεῖ; Ἵνα   μὴ   εἰς   πολλὴν   ἀπόγνωσιν   αὐτοὺς   ἐμβάλῃ,   δείκνυσιν   αὐτὸν   ἐν   μέρει ἀπολαύσαντα ἀμοιβῆς. Πῶς; Ἡ ἐπισκοπὴ ἡ ὑπὲρ αὐτοῦ, φησὶ, πολλή ἐστι· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Καὶ ἔτι λαλεῖ· τουτέστιν, ἀνεῖλεν  αὐτὸν, ἀλλὰ οὐ συνανεῖλεν  αὐτῷ τὴν δόξαν καὶ τὴν τιμήν· οὐ τέθνηκεν ἐκεῖνος· οὐκοῦν οὐδὲ ὑμεῖς τεθνήξεσθε. Ὅσῳ γὰρ ἄν τις χαλεπώτερα πάθῃ, τοσούτῳ ἡ δόξα μείζων. Πῶς οὖν ἔτι γὰρ λαλεῖ; Τοῦτο καὶ τοῦ ζῇν σημεῖόν ἐστι, καὶ τοῦ παρὰ πάντων ᾄδεσθαι, θαυμάζεσθαι καὶ μακαρίζεσθαι· ὁ γὰρ παραινῶν  τοῖς ἄλλοις δικαίοις εἶναι, λαλεῖ. Οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τὸ ἐκείνου. Ὥσπερ οὖν ὁ οὐρανὸς φαινόμενος  μόνον λαλεῖ, οὕτω καὶ ἐκεῖνος μνημονευόμενος. Οὐκ ἂν, εἰ ἀνεκήρυξεν ἑαυτὸν, οὐκ ἂν, εἰ μυρίας ἔσχε γλώσσας, καὶ ἔζη, οὕτως ἐθαυμάζετο ὡς νῦν. Τουτέστιν, οὐκ ἀτιμωρητὶ ταῦτα γίνεται  οὐδὲ ἁπλῶς, οὐδὲ παρέρχεται. Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον· καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ. Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ πρῶτον  τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Οὗτος μείζονα πίστιν τοῦ Ἄβελ ἐπεδείξατο.  Τί  δήποτε;  Ὅτι  εἰ  καὶ  μετ'  ἐκεῖνον  γέγονεν,  ἀλλὰ  τὰ  εἰς  ἐκεῖνον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποστρέψαι. Πῶς; Προῄδει ὁ Θεὸς ὅτι ἀπολεῖται· εἶπε γὰρ τῷ Κάϊν· Ἥμαρτες, μὴ προσθῇς ἔτι. Ἐτιμήθη παρ' αὐτοῦ, οὐκ ἤμυνεν αὐτῷ. Καὶ οὐδὲ τοῦτο εἰς ῥᾳθυμίαν ἐνέβαλεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, Τίς χρεία πόνων καὶ κινδύνων; ὁ Ἄβελ ἐτίμησε τὸν Θεὸν, καὶ οὐκ ἤμυνεν αὐτῷ. Τί γὰρ ὄφελος τῷ ἀπελθόντι  τῆς τιμωρίας  τῆς  τοῦ ἀδελφοῦ;  τί  δὲ ἐκεῖθεν  ἀπόνασθαι  αὐτὸν  δυνατόν;  Θῶμεν ὅτι χαλεπὴν  δίδωσι δίκην· τί πρὸς τὸν  ἀνηρημένον;  Οὐδὲν τοιοῦτον  οὐκ εἶπεν,  οὐκ ἐνενόησεν, ἀλλὰ ταῦτα πάντα ὑπερβὰς, ἔγνω ὅτι, εἰ Θεὸς ἔστι, πάντως καὶ ἀνταποδότης  ἐστί· καίτοι  οὔπω  οὐδὲν  περὶ ἀναστάσεως ᾔδεισαν. Εἰ δὲ οἱ μηδὲν μηδέπω περὶ ἀναστάσεως εἰδότες, ἀλλὰ καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν· πόσῳ μᾶλλον ἡμεῖς; οὔτε γὰρ περὶ ἀναστάσεως ᾔδεισαν ἐκεῖνοι, οὔτε εἰς  παραδείγματα  εἶχον  ἰδεῖν.  Αὐτὸ μὲν  οὖν  τοῦτο  αὐτὸν   εὐαρεστῆσαι ἐποίησε, τὸ μηδὲν αὐτὸν ἀπολαβεῖν. Εἰπὲ δή μοι· ᾔδει ὅτι μισθαποδότης ἐστὶν ὁ Θεός. Πόθεν; οὔπω γὰρ οὐδὲ τῷ Ἄβελ ἀπέδωκεν. Ὥστε ὁλογισμὸς ἕτερα ὑπέβαλλεν, ἡ δὲ πίστις  τὰ  ἐναντία  τῶν  ὁρωμένων.  Κἂν ὑμεῖς  οὖν,  φησὶν,  ὁρᾶτε μηδὲν  ἐνταῦθα ἀπολαμβάνοντας  ὑμᾶς, μὴ θορυβεῖσθε. Πῶς δὲ πίστει μετετέθη ὁ Ἐνώχ; Ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις. Εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει; Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πῶς; Ἂν γάρ  τις  πιστεύσῃ εἶναι  Θεὸν καὶ  ἀντίδοσιν,  ἕξει  τὰς  ἀμοιβάς.  Ἐντεῦθεν  οὖν  ἡ εὐαρέστησις. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν, οὐ τὸ τί ἐστιν. Εἰ δὲ τὸ, Ὅτι ἔστι, πίστεως, καὶ οὐ λογισμῶν δεῖται· τὸ, τί ἐστι, λογισμῷ καταλαβεῖν δυνατόν; εἰ ὅτι μισθαποδότης ἐστὶ, πίστεως χρείαν ἔχει, καὶ οὐ λογισμῶν· πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν  ἔνι; ποῖος γὰρ δυνήσεται λογισμὸς ἐφικέσθαι τούτων; τινὲς γὰρ αὐτόματά φασιν ἄγεσθαι τὰ ὄντα. Ὁρᾷς ὅτι, ἂν μὴ πιστεύομεν περὶ πάντα, οὐ περὶ τὴν ἀντίδοσιν  μόνον, ἀλλὰ καὶ περὶ αὐτὸ τὸ εἶναι Θεὸν, οἴχεται  ἡμῖν τὰ πάντα; Πολλοὶ δὲ ζητοῦσι ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς, οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματί εἰσιν. Ἀλλὰ περιττὸν πάντη τὸ ταῦτα ζητεῖν. Ὅτι μὲν γὰρ μετετέθη οὗτος, καὶ ὅτι ἀνελήφθη  ἐκεῖνος, εἶπον αἱ Γραφαί· ποῦ δέ εἰσι, καὶ πῶς εἰσιν, οὐκέτι προσέθηκαν· οὐδὲν γὰρ πλέον τῶν ἀναγκαίων  λέγουσι. Τοῦτο μὲν γὰρ γέγονε, λέγω δὲ τὸ τῆς μεταθέσεως,  ἐκ  προοιμίων  εὐθέως,  ὅπως  ἡ  ἀνθρωπίνη  φύσις  ἐλπίδα  λάβῃ  τῆς καταλύσεως τοῦ θανάτου, καὶ τῆς καθαιρέσεως τῆς τυραννίδος τῆς διαβολικῆς, καὶ ὅτι παραλυθήσεται ὁ θάνατος· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον.
∆ιὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησε. Καθάπερ γάρ τις ἀπειλήσας πατὴρ υἱῷ, βούλεται μὲν εὐθέως ἀνεῖναι τὴν ἀπειλὴν, ὅταν ἀπειλήσῃ, ἀνέχεται δὲ καὶ καρτερεῖ, ἵνα τέως αὐτὸν σωφρονίσῃ καὶ νουθετήσῃ, ἀφεὶς βεβαίαν μένειν τὴν ἀπειλήν· οὕτω καὶ ὁ Θεὸς, σχεδὸν εἰπεῖν ἀνθρωπίνως, οὐκ ἐκαρτέρησεν, ἀλλ' εὐθέως ἔδειξεν, ὅτι λέλυται  ὁ θάνατος. Καὶ πρῶτον  ἀφίησι τὸν θάνατον  εἰς τὸν δίκαιον γενέσθαι, φοβῆσαι βουλόμενος διὰ τοῦ παιδὸς τὸν πατέρα. Θέλων γὰρ δεῖξαι, ὅτι ὄντως   ἐστὶν   ἡ   ἀπόφασις   βεβαία,   οὐ   τοὺς   κακοὺς   εὐθέως,   ἀλλὰ   καὶ   τὸν εὐαρεστήσαντα ὑπέβαλε  τῇ τιμωρίᾳ,  τὸν  μακάριον  ἐκεῖνον  τὸν  Ἄβελ λέγω·  καὶ σχεδὸν μετὰ τοῦτον εὐθέως μετέθηκε τὸν Ἐνὼχ ζῶντα. Καὶ οὐκ ἀνέστησεν ἐκεῖνον, ἵνα  μὴ  θαῤῥήσωσιν  εὐθέως,  ἀλλὰ  μετέθηκε  τοῦτον  ζῶντα,  διὰ  μὲν  τοῦ  Ἄβελ φοβήσας, διὰ δὲ τούτου δοὺς ζῆλον τοῦ εὐαρεστεῖν αὐτῷ. Ὥστε οἱ αὐτόματα πάντα ἄγεσθαι καὶ φέρεσθαι λέγοντες, καὶ μὴ προσδοκῶντες ἀντίδοσιν, οὐκ εὐαρεστοῦσιν, ὥσπερ οὐδὲ οἱ Ἕλληνες. Τοῖς γὰρ ἐκζητοῦσιν αὐτὸν δι' ἔργων καὶ διὰ τῆς γνώσεως μισθαποδότης γίνεται. 

γʹ. Ἐπεὶ οὖν ἔχομεν μισθαποδότην, πάντα πράττωμεν, ὥστε μὴ ἀποστερηθῆναι τῶν μισθῶν τῶν ἐπὶ τῇ ἀρετῇ· καὶ γὰρ πολλῶν  δακρύων ἄξιον τοιαύτης ἀμοιβῆς ὑπεριδεῖν, τοιαύτης ἀντιδόσεως καταφρονῆσαι. Ὥσπερ γὰρ τοῖς ἐκζητοῦσιν αὐτὸν  μισθαποδότης γίνεται,  οὕτω τοῖς μὴ ζητοῦσι τὸ ἐναντίον· Ζητεῖτε, καὶ εὑρήσετε, φησί. Πῶς δὲ ἔστι τὸν Κύριον εὑρεῖν; Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, μετὰ πολλοῦ πόνου. Ταῖς χερσί μου, φησὶ, νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τουτέστιν, ὥσπερ τὸ ἀπολωλὸς ζητοῦμεν, οὕτω τὸν Θεὸν ζητήσωμεν. Οὐχὶ τὸν νοῦν ἐκεῖ συστρέφομεν; οὐχὶ πάντας ἐξετάζομεν; οὐχὶ ἀποδημίαν  ποιούμεθα;  οὐχὶ  χρήματα  ἐπαγγελλόμεθα;  Οἶον, ἔστω  τις  ἡμῖν  υἱὸς ἀπολωλώς· τί οὐ πράττομεν; ποίαν γῆν, ποίαν θάλατταν οὐ περινοστοῦμεν; οὐχὶ καὶ χρήματα,  καὶ  οἰκίας,  καὶ  πάντα  δεύτερα  τιθέμεθα  τῆς  εὑρέσεως; κἂν  εὕρωμεν, κατέχομεν,  ἐπισφίγγομεν,  οὐκ  ἐγκαταλιμπάνομεν.  Καὶ μέλλοντες  ζητεῖν,  πάντα πραγματευόμεθα, ὥστε εὑρεῖν τὸ ζητούμενον· πόσῳ δὲ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν, ὥσπερ τι τῶν  ἀναγκαίων  ζητοῦντας; μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Πλὴν ἀλλ' ἐπειδὴ ἀσθενεῖς ἐσμεν, κἂν ὡς τὰ χρήματά σου ζητεῖς, ἢ τὸν υἱὸν, ζήτησον τὸν Θεόν. Οὐχὶ ἀποδημεῖς ὑπὲρ τούτου; ἆρα οὐκ ἀπεδήμησάς ποτε ὑπὲρ χρημάτων; οὐχὶ πάντα περιεργάζῃ; οὐχ ὅταν εὕρῃς, τότε θαῤῥεῖς; Ζητεῖτε, φησὶ, καὶ εὑρήσετε. Τὰ γὰρ ζητούμενα  πολλῆς  δεῖται  μερίμνης, καὶ μάλιστα ἐπὶ Θεοῦ· πολλὰ  γὰρ τὰ κωλύματα,  πολλὰ  τὰ ἐπισκοτοῦντα,  πολλὰ  τὰ εἴργοντα  ἡμῶν  τὴν αἴσθησιν. Ὥσπερ γὰρ ὁ ἥλιός  ἐστι δῆλος,  καὶ  εἰς  μέσον πᾶσι πρόκειται,  καὶ  οὐ δεόμεθα τοῦ ζητεῖν αὐτόν· ἂν μέντοι κατορύξωμεν ἑαυτοὺς, κἂν πάντα περιστρέφωμεν, πολλοῦ δεόμεθα πόνου, ὥστε ἰδεῖν  πρὸς τὸν ἥλιον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν  βιωτικῶν  πραγμάτων  κατορύττωμεν  ἑαυτοὺς, μόλις  διαβλέπομεν,  μόλις ἀνακύπτομεν.  Ὁ κάτω  κατορωρυγμένος,  ὅσῳ ἂν  ἄνω  βλέπῃ, τοσούτῳ  πρὸς τὸν ἥλιον ἔρχεται. Ἀποτιναξώμεθα τοίνυν τὸν χοῦν, ἀναῤῥήξωμεν τὴν ἐπικειμένην ἡμῖν ἀχλύν·  πυκνή  τίς  ἐστι καὶ στεγανὴ,  καὶ οὐκ ἀφίησιν  ἡμᾶς ἀναβλέψαι.  Καὶ πῶς διαῤῥήγνυται,  φησὶν, ἡ νεφέλη  αὕτη; Ἐὰν ἐπισπασώμεθα τοῦ νοητοῦ  ἡλίου  τὰς ἀκτῖνας, τοῦ ἡλίου τῆς δικαιοσύνης, ἐὰν τὰς χεῖρας εἰς τὸν οὐρανὸν αἴρωμεν· Ἔπαρσις, φησὶ, τῶν χειρῶν μου θυσία ἑσπερινή· ἐὰν μετὰ τῶν χειρῶν καὶ τὸν νοῦν ἀναλάβωμεν. Ἴστε οἱ μεμυημένοι τί λέγω· τάχα δὲ καὶ ἐπιγινώσκετε τὸ λεχθὲν, καὶ συνορᾶτε ὅπερ ᾐνιξάμην. Ἐπάρωμεν εἰς ὕψος τὴν διάνοιαν. Οἶδα πολλοὺς ἄνδρας ἐγὼ,   σχεδὸν   κρεμαμένους   ἀπὸ   τῆς   γῆς,   καὶ   πέρα   τοῦ   μέτρου   τὰς   χεῖρας ἀνατείνοντας,    καὶ   ἀθυμοῦντας   ὅτι   μὴ   δυνατὸν   μετεωρισθῆναι,   καὶ   οὕτως εὐχομένους  μετὰ προθυμίας. Οὕτως ὑμᾶς εἶναι  βούλομαι  ἀεί· εἰ δὲ μὴ ἀεὶ, κἂν πλεονάκις·  εἰ δὲ μὴ πλεονάκις,  κἂν ὀλιγάκις,  κἂν ἐν ταῖς  ἑωθιναῖς,  κἂν ἐν ταῖς ἑσπεριναῖς. Εἰπὲ γάρ μοι, ἐκτείνειν τὰς χεῖρας οὐ δύνῃ; ἔκτεινον τὴν προαίρεσιν ὅσον θέλεις·  ταύτην  ἔκτεινον  κἂν  εἰς  αὐτὸν  τὸν  οὐρανόν·  κἂν  αὐτῆς  βουληθῇς  τῆς κορυφῆς ἅψασθαι, κἂν ἀνωτέρω  ἀνελθὼν  ἐμπεριπατῆσαι, ἔξεστί σοι· παντὸς  γὰρ  πτεροῦ καὶ κουφότερος καὶ ὑψηλότερος ὁ ἡμέτερος νοῦς. Ὅταν δὲ καὶ τὴν παρὰ τοῦ  Πνεύματος λάβῃ  χάριν,  βαβαὶ, πῶς  ἐστι ταχὺς,  πῶς  ὀξὺς, πῶς  πάντα περινοστεῖ, πῶς οὐ καταφέρεται οὐδὲ καταπίπτει πρὸς τὸ ἔδαφος! Ταῦτα κατασκευάσωμεν ἡμῖν τὰ πτερὰ, διὰ τούτων καὶ τὸ πέλαγος διαπτῆναι δυνησόμεθα τοῦ κλύδωνος τοῦ παρόντος βίου. Τὰ ὀξύτατα τῶν ὀρνίθων, καὶ ὄρη, καὶ νάπας, καὶ πελάγη, καὶ σκοπέλους ἐν βραχείᾳ καιροῦ ῥοπῇ διίπταται ἀσινῆ. Τοιοῦτός ἐστι καὶ ὁ νοῦς· ὅταν πτερωθῇ, ὅταν τῶν βιωτικῶν ἀποστῇ, οὐδὲν αὐτοῦ ἐπιλαβέσθαι δύναται, πάντων ἐστὶν ἀνώτερος, καὶ τῶν βελῶν τῶν πεπυρωμένων τοῦ διαβόλου. Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί; ἀφίησι μὲν τὰ βέλη· ἀναίσχυντος  γάρ ἐστιν· οὐκ ἐπιτυγχάνει  δὲ, ἀλλ' ὑποστρέφει πρὸς αὐτὸν κενὸν  τὸ βέλος, καὶ οὐ μόνον  κενὸν,  ἀλλὰ  καὶ εἰς τὴν  αὐτοῦ κεφαλήν·  δεῖ γὰρ πάντως πλῆξαι τὸ παρ' αὐτοῦ πεμπόμενον. Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει·  οὕτω  καὶ τὸ τοῦ διαβόλου  βέλος, δεῖ μὲν  πλῆξαι  πάντως,  ἂν  δὲ τὸν βαλλόμενον  μὴ πλήξῃ, πάντως  τὸν πέμποντα ἔπληξε. Καὶ ἔστι πολλαχόθεν  τοῦτο μαθεῖν,  ὅτι, ὅταν  ἡμεῖς  μὴ πληγῶμεν,  πάντως  ἐκεῖνος  πλήττεται·  οἷόν  τι  λέγω, Ἐπεβούλευσε τῷ  Ἰὼβ, οὐκ ἔπληξεν  αὐτὸν,  ἀλλ' ἐπλήγη  αὐτός· ἐπεβούλευσε τῷ Παύλῳ, οὐκ ἔπληξεν  αὐτὸν,  ἀλλ' ἐπλήγη  αὐτός. Καὶ πανταχοῦ  τοῦτο ἔστιν, ἐὰν νήφωμεν, ἰδεῖν γινόμενον. Καὶ ὅταν μὲν γὰρ πλήξῃ, πλήττεται· πολλῷ δὲ πλέον, ὅτε κατ' ἐκείνου τοῖς ξίφεσι καὶ τῷ θυρεῷ τῆς πίστεως καθοπλίσαντες καὶ τειχίσαντες ἑαυτοὺς, ἐν ἀσφαλείᾳ διατηρῶμεν, ὥστε ἀνάλωτοι  γίνεσθαι. Βέλος  δέ ἐστι τοῦ διαβόλου  ἐπιθυμία  πονηρά. Ὀργὴ μάλιστα· πῦρ ἐστι, φλόξ  ἐστι, συναρπάζει, ἀναιρεῖ, κατακαίει· ἀλλ' ἡμεῖς τῇ μακροθυμίᾳ τῇ ἀνοχῇ αὐτὴν σβέσωμεν. Καθάπερ γὰρ πεπυρωμένος σίδηρος εἰς ὕδωρ βαφεὶς, τὸ πῦρ ἀπόλλυσιν· οὕτως ὀργὴ εἰς τὸν μακρόθυμον ἐμπεσοῦσα, οὐδὲν τὸν μακρόθυμον ἔβλαψεν, ἀλλὰ μᾶλλον ὠφέλησε, καὶ αὐτὸς διεκρατήθη πλέον. Οὐδὲν γὰρ μακροθυμίας ἴσον· οὐδέποτε ὑβρίζεται ὁ τοιοῦτος· ἀλλ' ὥσπερ τὰ ἀδαμάντινα σώματα οὐ πλήττεται, οὕτως οὐδὲ αἱ τοιαῦται ψυχαί·  ἀνώτεραι   γὰρ  τῶν   βελῶν   εἰσιν.  Ὑψηλός  ἐστι,  καὶ  οὕτως  ὑψηλὸς  ὁ μακρόθυμος, ὡς μὴ δέχεσθαι πληγὴν ἀπὸ τῆς βολῆς. Ὅταν ἀγριαίνῃ, σὺ γέλα· γέλα δὲ μὴ φανερῶς, ὥστε μὴ παροξῦναι, ἀλλὰ γέλα κατὰ ψυχὴν αὑτοῦ ἕνεκεν. Καὶ γὰρ ἐπὶ τῶν παίδων, ὅταν πλήττωσιν ἡμᾶς μετὰ θυμοῦ, ὡς δὴ ἀμυνόμενοι, γελῶμεν. Ἂν τοίνυν γελάσῃς, τοσοῦτον ἔσται σοῦ κἀκείνου τὸ μέσον, ὅσον παιδὸς καὶ ἀνδρός· ἂν δὲ ἀγριάνῃς, γέγονας παῖς· παίδων γὰρ ἀνοητότεροι οἱ ὀργιζόμενοι. Εἰπὲ δή μοι, ἂν ἀπίδῃ τις πρὸς παῖδα ἀγριαίνοντα, οὐχὶ καταγελᾷ; Τοῦτο καὶ ἐπὶ τῶν ὀργιζομένων συμβαῖνον ἔστιν ἰδεῖν· οἱ τοιοῦτοι καὶ ὀλιγόψυχοι, εἰ δὲ ὀλιγόψυχοι, καὶ ἄφρονες· Ὁ δὲ  ὀλιγόψυχος,   φησὶν,  ἰσχυρῶς  ἄφρων.  Ὁ  τοίνυν   ἄφρων  νήπιός  ἐστι.  Καὶ ὁ μακρόθυμος, φησὶ, πολὺς ἐν φρονήσει. Ταύτην τοίνυν τὴν μακροθυμίαν μεταδιώκωμεν, ὅθεν πολλὴ τοῖς κατορθοῦσι σύνεσις περιγίνεται· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων  ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΓʹ.Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων,  εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι' ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος

αʹ. Πίστει, φησὶ, χρηματισθεὶς Νῶε. Καθάπερ ὁ Υἱὸς τοῦ Θεοῦ περὶ τῆς ἑαυτοῦ παρουσίας διαλεγόμενος ἔλεγεν· Ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἐγάμουν καὶ ἐγαμίσκοντο· οὕτω καὶ οὗτός φησιν. Εἰκότως δὲ αὐτοὺς  οἰκείας  εἰκόνος  ἀνέμνησε· τὸ μὲν  γὰρ ὑπόδειγμα  τοῦ  Ἐνὼχ  πίστεως  ἦν ὑπόδειγμα  μόνον,  τὸ  δὲ  τοῦ  Νῶε  καὶ  ἀπιστίας.  Αὕτη  δέ  ἐστιν  ἀπηρτισμένη παράκλησις καὶ προτροπὴ, ὅταν μὴ μόνον οἱ πιστεύσαντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία  πάσχοντες. Τί γάρ φησι; Πίστει χρηματισθεὶς Νῶε. Τί ἐστι τοῦτο; Προλεχθὲν ἦν αὐτῷ, φησί. Χρηματισμὸν δὲ τὴν προφητείαν καλεῖ· καὶ γὰρ ἀλλαχοῦ οὕτως εἶπε· Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος· καὶ πάλιν·  Καὶ τί λέγει  ὁ χρηματισμός; Ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον; ὥσπερ γὰρ ὁ Θεὸς χρᾷ, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τίνος δὲ ἕνεκεν οὕτως  εἶπεν;  Ἵνα  δείξῃ  ὅτι  ὁ  χρηματισμὸς  προφητεία  ἐστί.  Περὶ τῶν  μηδέπω βλεπομένων, φησί· τουτέστι, τοῦ ὑετοῦ· Εὐλαβηθεὶς κατεσκεύασε κιβωτόν.  Ὁ μὲν λογισμὸς οὐδὲν  τοιοῦτον  ὑπέβαλλεν·  ἐγάμουν  γὰρ καὶ ἐγαμίσκοντο, ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν· ἀλλ' ὅμως ἐφοβήθη ἐκεῖνος· διὸ καὶ οὕτως εἶπε· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Πῶς; ∆ι' ἧς κατέκρινε τὸν κόσμον. Ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν,  φησὶ,  δικαιοσύνης  ἐγένετο  κληρονόμος·  τουτέστιν,  ἀπὸ  τούτου  δίκαιος ἐφάνη,  ἀπὸ τοῦ  πιστεῦσαι τῷ  Θεῷ. Τοῦτο γὰρ ψυχῆς  ἐστι γνησίως  πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης, ὡσπεροῦν ἡ ἀπιστία τοὐναντίον. Ἡ δὲ πίστις εὔδηλον ὅτι δικαιοσύνην ἐργάζεται. Ὥσπερ ἡμεῖς ἐχρηματίσθημεν   περὶ  γεέννης,   οὕτω   κἀκεῖνος.   Καίτοι  γε   ἐγελᾶτο   τότε,  καὶ ὠνειδίζετο καὶ ἐχλευάζετο· ἀλλ' ὅμως πρὸς οὐδὲν τούτων εἶδε. Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν· καὶ  ἐξῆλθε  μὴ  ἐπιστάμενος  ποῦ  ἔρχεται.  Πίστει  παρῴκησεν  εἰς  τὴν  γῆν  τῆς ἐπαγγελίας  ὡς  ἀλλοτρίαν,  ἐν  σκηναῖς  κατοικήσας  μετὰ  Ἰσαὰκ καὶ  Ἰακὼβ  τῶν συγκληρονόμων  τῆς ἐπαγγελίας  τῆς αὐτῆς, Τίνα γὰρ εἶδεν, ἵνα ζηλώσῃ, εἰπέ μοι; πατέρα Ἕλληνα εἶχε καὶ εἰδωλολάτρην,  προφητῶν  οὐκ ἠκηκόει, οὐδὲ ᾔδει ποῦ ἤρχετο. Ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο, ἀλλὰ πάντες εἰσὶν ἀγέραστοι, καὶ ὅτι οὐδεὶς οὐδέπω ἐδέξατο τὰς ἀμοιβάς. Τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται. Καὶ τί θαυμαστὸν, εἰ αὐτὸς, ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτω κατῴκησεν; Ὁρῶν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν. οὐ κατενάρκησεν· εἶπε γάρ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου. Εἶδε τὸν Υἱὸν ἐκεῖ κατοικοῦντα, καὶ ὁ ἔκγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη. Τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε
μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας  εἰς ἔργον ἐκβήσεσθαι εἰς τὸ γένος  αὐτοῦ· καίτοι γε καὶ πρὸς αὐτὸν εἴρητο, ὅτι Σοὶ καὶ τῷ σπέρματί σου· οὐ, ∆ιὰ τοῦ σπέρματός σου σοὶ, ἀλλὰ, Σοὶ καὶ τῷ σπέρματί σου· καὶ οὔτε αὐτὸς, οὔτε ὁ Ἰσαὰκ, οὔτε ὁ Ἰακὼβ
ἀπήλαυσαν τῆς ὑποσχέσεως. Ὁ μὲν γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ ἐξηλαύνετο, οὗτος δὲ καὶ ἐξέπιπτε δεδοικώς· καὶ τὰ μὲν εἷλε πολέμῳ, τὰ δὲ, εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν. ∆ιὰ τοῦτό φησιν, ὅτι Μετὰ τῶν κληρονόμων  τῆς ἐπαγγελίας
τῆς αὐτῆς. Οὐχὶ αὐτὸς μόνος, φησὶν, ἀλλὰ καὶ οἱ κληρονόμοι. Εἶτα καὶ ἕτερόν τι τῶν εἰρημένων  τρανότερον  ἐπήγαγε  λέγων·  Κατὰ πίστιν  ἀπέθανον  οὗτοι  πάντες,  μὴ κομισάμενοι τὰς ἐπαγγελίας. ∆ύο ἐνταῦθα ζητῆσαι ἄξιον, πῶς εἰπὼν, ὅτι Μετέθηκε
τὸν Ἐνὼχ, τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, λέγει· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες. Καὶ πάλιν εἰπών· Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, τὸν Νῶε δείκνυσιν εἰληφέναι  μισθὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐνὼχ μετατεθεῖσθαι, καὶ τὸν Ἄβελ ἔτι λαβεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι  τῆς γῆς· καί φησι· Κατὰ πίστιν ἀπέθανον  οὗτοι  πάντες,  μὴ  κομισάμενοι  τὰς  ἐπαγγελίας.  Τί οὖν  ἐστιν  ὃ  λέγει; Ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον. Κατὰ πίστιν ἀπέθανον, φησὶν, οὗτοι πάντες.  Τὸ, Πάντες,  ἐνταῦθα  εἶπεν,  οὐκ  ἐπειδὴ  πάντες  ἀπέθανον,  ἀλλ'  ἐπειδὴ ἐξῃρημένου  ἐκείνου,  ἀπέθανον  οὗτοι  πάντες,  οὓς  ἴσμεν  τεθνηκότας.  Τὸ δὲ, Μὴ κομισάμενοι τὰς ἐπαγγελίας,  ἀληθὲς  τυγχάνει·  οὐ γὰρ δὴ τοῦτο ἔμελλεν  εἶναι  ἡ ἐπαγγελία τῷ Νῶε.

βʹ. Ποίας δὲ καὶ ἐπαγγελίας φησίν; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον  τὰς  ἐπαγγελίας  τῆς  γῆς·  οἱ  δὲ  περὶ  Νῶε, καὶ  Ἄβελ,  καὶ  Ἐνὼχ,  ποίας ἐπαγγελίας ἔλαβον; Ἢ τοίνυν περὶ τῶν τριῶν φησι τούτων· ἢ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε, ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο, γεύματα  δέ τινα  ἦν  τῶν  μελλόντων.  Ὁ γὰρ Θεὸς ἀπ' ἀρχῆς  εἰδὼς  τὸ γένος  τὸ ἀνθρώπινον  πολλῆς δεόμενον συγκαταβάσεως, οὐ μόνον τὰ ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ τὰ ἐνταῦθα ἡμῖν χαρίζεται· οἷον ὅπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅστις ἀφῆκεν  οἰκίας, ἢ ἀδελφοὺς,  ἢ ἀδελφὰς,  ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· καὶ πάλιν·  Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς καὶ ἐν προσθήκης μέρει ταῦτα παρ' αὐτοῦ διδόμενα, ὥστε μὴ ἀποκαμεῖν; Καθάπερ γὰρ οἱ ἀθληταὶ ἀπολαύουσι μὲν θεραπείας   καὶ   ὅταν   ἀγωνίζωνται,   πλὴν   ἀλλ'   οὐ   πάσης  τότε   τῆς   ἀνέσεως ἀπολαύουσιν, ὑπὸ νόμοις ζῶντες, ἀλλὰ πάσης μετὰ ταῦτα ἀπολαύουσιν· οὕτω καὶ ὁ Θεὸς οὐ  πάσης  ἐνταῦθα  δίδωσι  μεταλαβεῖν  τῆς  ἀνέσεως·  δίδωσι  μὲν  γὰρ  καὶ ἐνταῦθα,  πλὴν  ὅμως τὴν  πᾶσαν ἐν τῷ  μέλλοντι  ἐταμίευσε. Καὶ ὅτι τοῦτό ἐστιν, ἐδήλωσεν αὐτὸ καὶ διὰ τῆς ἐπαγωγῆς,  εἰπών· Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες  καὶ ἀσπασάμενοι. Ἐνταῦθά τι μυστικὸν αἰνίττεται· δείκνυσι γὰρ ὅτι προέλαβον πάντα τὰ περὶ τῶν μελλόντων  εἰρημένα, τὰ περὶ ἀναστάσεως, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυσσε· τὰς γὰρ ἐπαγγελίας ταύτας φησίν. Ἢ τοῦτο  οὖν  φησιν, ἢ ὅτι  οὐκ ἔλαβον  μὲν  αὐτὰς, θαῤῥήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον· ἐθάῤῥησαν δὲ τῇ πίστει μόνῃ. Πόῤῥωθεν δὲ αὐτὰς ἰδόντες εἶπε, δηλῶν ὅτι πρὸ τεσσάρων γενεῶν· μετὰ γὰρ τοσαύτας ἀνῆλθον ἐξ Αἰγύπτου. Καὶ ἀσπασάμενοι, φησὶ, καὶ ἡσθέντες. Οὕτω πεπεισμένοι ἦσαν περὶ αὐτῶν, ὡς καὶ ἀσπάσασθαι αὐτάς· ἀπὸ  μεταφορᾶς  εἶπε  τῶν   πλεόντων   καὶ  πόῤῥωθεν  ὁρώντων   τὰς  πόλεις   τὰς ποθουμένας,   ἃς   πρὶν   ἢ   εἰσελθεῖν   εἰς   αὐτὰς   τῇ   προσρήσει  λαβόντες   αὐτὰς οἰκειοῦνται. Ἐξεδέχοντο γὰρ, φησὶ, τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τὸ, Ἔλαβον, τὸ ἤδη δέξασθαί ἐστι καὶ θαρσῆσαι ὑπὲρ αὐτῶν; Εἰ τοίνυν τὸ θαρσῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν. Οὗτοι γὰρ, εἰ καὶ μὴ ἀπήλαυσαν τούτων,  ἀλλ' ὅμως τῷ πόθῳ ἐθεώρουν αὐτάς. Τί δὴ ταῦτα γίνεται; Ἵνα ἡμεῖς αἰσχυνθῶμεν, ὅτι ἐκεῖνοι μὲν, καὶ ἐπαγγελλομένων  αὐτοῖς τῶν ἐν τῇ γῇ, οὐ προσεῖχον, ἀλλὰ τὴν μέλλουσαν πόλιν ἐζήτουν· ἡμῖν δὲ ἄνω καὶ κάτω ὁ Θεὸς περὶ τῆς ἄνω διαλέγεται πόλεως, καὶ τὴν ἐνταῦθα ζητοῦμεν. Εἶπεν αὐτοῖς, ὅτι
∆ώσω ὑμῖν τὰ ἐν τῷ παρόντι· ἐπειδὴ δὲ εἶδε, μᾶλλον  δὲ ἐπειδὴ ἔδειξαν ἑαυτοὺς μειζόνων  ὄντας  ἀξίους, τότε οὐκέτι αὐτοὺς ἀφίησι ταῦτα λαβεῖν, ἀλλ'  ἐκεῖνα τὰ μείζονα,   βουλόμενος   ἡμῖν   δεῖξαι   ὅτι   μειζόνων   ἄξιοί   εἰσι,   μὴ   θελήσαντες προσδεθῆναι τούτοις· ὡς ἄν τις συνετῷ ἐπαγγέλλοιτο  παιδικὰ, οὐχ ἵνα λάβῃ ἀλλ' ἐπιδεικνύμενος  αὑτοῦ τὴν φιλοσοφίαν,  αἰτοῦντος  ἐκείνου τὰ μείζονα. Τοῦτο γάρ ἐστι δεικνύντος, ὅτι μετὰ τοσαύτης σπουδῆς ἀπείχοντο τῆς γῆς, ὅτι οὐδὲ διδόμενα ἐλάμβανον. Τοιγαροῦν διὰ τοῦτο οἱ ἔκγονοι λαμβάνουσιν· αὐτοὶ γὰρ ἦσαν τῆς γῆς
ἄξιοι. Τί ἐστι, Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν; οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι; Πρὸς σύγκρισιν ἐκείνων  οὐκ εἰσίν. Ἧς τεχνίτης  καὶ δημιουργὸς ὁ Θεός. Βαβαὶ, οἷον τὸ ἐγκώμιον τῆς πόλεως ἐκείνης! Πίστει καὶ αὐτὴ Σάῤῥα. Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν. Ἀλλ' εἴποι ἄν τις· Πῶς πιστὴ ἡ γελάσασα; Ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως· τὸ γὰρ εἰπεῖν, Οὐκ ἐγέλασα, ἀπὸ πίστεως γέγονε. Τοιγαροῦν διὰ τοῦτο, κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν  εἰς καταβολὴν  σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκε. Τί ἐστιν, Εἰς καταβολὴν σπέρματος; Εἰς τὸ κατασχεῖν τὸ σπέρμα, εἰς ὑποδοχὴν δύναμιν ἔλαβεν ἡ νενεκρωμένη, ἡ στεῖρα. ∆ιπλῆ γὰρ ἦν ἡ πήρωσις, ἡ μὲν ἀπὸ τοῦ χρόνου, γεγηρακυῖα γὰρ ἦν ὄντως· ἡ δὲ  ἀπὸ τῆς φύσεως, στεῖρα γὰρ ἦν. Ὅθεν, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, καὶ ταῦτα νενεκρωμένου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.  Ὅθεν, φησὶ, καὶ ἐξ ἑνὸς  ἐγεννήθησαν  οἱ πάντες.  Οὐ τοῦτο  μόνον ἐνταῦθα λέγει, ὅτι ἐγέννησεν, ἀλλ' ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· Ὡς τὰ ἄστρα, φησί. Πῶς οὖν αὐτοὺς ἀριθμεῖ πολλάκις, καίτοι γε εἰπὼν,  ὃν  τρόπον  οὐκ  ἐξαριθμηθήσεται  τὰ  ἄστρα τοῦ  οὐρανοῦ,  οὕτως  οὐδὲ  τὸ σπέρμα ὑμῶν; Ἤτοι καθ' ὑπερβολήν ἐστι τοῦτο, ἢ διὰ τοὺς ἀεὶ ἐπιγινομένους οὕτως εἶπε. Μιᾶς μὲν γὰρ οἰκίας δυνατὸν  τοὺς προγόνους  ἀριθμῆσαι, οἷον, ὁ δεῖνα τοῦ δεῖνος, καὶ ὁ δεῖνα τοῦ δεῖνος· ἐνταῦθα  δὲ, ὧν  τὸ γένος τῷ πλήθει  τῶν  ἄστρων παρεικάζεται, οὐκ ἔστι.

γʹ. Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, οὕτως εὐμήχανοι αὐτοῦ αἱ  ὑποσχέσεις. Εἰ δὲ ἅπερ ἐν  προσθήκης μέρει ὑπέσχετο,  οὕτω  θαυμαστὰ, οὕτω παράδοξα, οὕτω μεγαλόδωρα, τίνα ἔσται ἐκεῖνα, ὧν ταῦτα προσθήκη, ὧν ἐκ περιουσίας ταῦτα; Τί τοίνυν τῶν ἐπιτυγχανόντων μακαριώτερον; τί τῶν ἀποτυγχανόντων  ἀθλιώτερον;  Εἰ γὰρ  πατρίδος  τις  ἐκβεβλημένος,  ὑπὸ  πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων  καὶ τῶν ἀποκειμένων  ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει  δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι· δακρύεται γάρ τις ὅταν τι πάθῃ. ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων  ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν  Ἱερουσαλὴμ,  καίτοι  ἀσεβοῦσαν, ἐπένθησε  καὶ  ἐδάκρυσεν.  Ὄντως μυρίων  ὀδυρμῶν  ἄξιοί ἐσμεν, μυρίων  θρήνων.  Ἐὰν πᾶσα ἡ οἰκουμένη  λαβοῦσα φωνὴν,  καὶ λίθοι,  καὶ ξύλα, καὶ δένδρα, καὶ θηρία, καὶ ὄρνιθες,  καὶ ἰχθύες,  καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν  ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται,  ποῖος  νοῦς  ἐκείνην   τὴν  μακαριότητα,  καὶ  τὴν  ἀρετὴν ἐκείνην, τὴν ἡδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα· Ἃ ὀφθαλμὸς, φησὶν,  οὐκ εἶδε, καὶ  οὖς  οὐκ ἤκουσε, καὶ  ἐπὶ  καρδίαν  ἀνθρώπου  οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Οὐκ εἶπεν ὅτι Ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν  προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν  τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων  ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεποιηκόσι  καὶ  ἠθληκόσι,  καὶ  ὑπὲρ  αὐτοῦ  ὑπομείνασι,  τί  οὐ  χαριεῖται;
 Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι'  ἡμᾶς, τὸν  Υἱὸν αὐτοῦ τὸν  γνήσιον  εἰς θάνατον  ἔδωκε  δι'  ἡμᾶς·  εἰ  δὲ  ἐχθροὺς  ὄντας  τοιούτων   κατηξίωσε,  τίνος  οὐ καταξιώσει  φίλους   γενομένους;   τίνος   οὐ  μεταδώσει  καταλλάξας   ἑαυτῷ;  Καὶ πλούσιός ἐστι σφόδρα, καὶ ἀπείρως  ἐπιθυμεῖ  καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν·  ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου  σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως  αὐτοῦ  διεστηκότας, ὧν  ἀσυγκρίτῳ  τῇ ὑπερβολῇ κατὰ πάντα  διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν  ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες,  καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν  ἄχρηστοι, ἐγύμνωσεν  ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν  ἔσται παραμυθία  λοιπόν;  Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν  οὐρανὸν,  ἡμεῖς  δὲ ἑαυτοὺς  πρὸς  τὴν  γέενναν  ὠθήσαμεν.  Ἀρὰ καὶ  ψεῦδος,  καὶ  κλοπὴ  καὶ  μοιχεία κέχυται  ἐπὶ  τῆς  γῆς·  οἱ  μὲν  αἵματα  ἐφ'  αἵμασι  μιγνύουσιν,  οἱ  δὲ  πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων,  μυρίους εὔχονται  θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες  καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων  χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν·  ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου  σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως  αὐτοῦ  διεστηκότας, ὧν  ἀσυγκρίτῳ  τῇ ὑπερβολῇ κατὰ πάντα  διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν  ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες,  καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν  ἄχρηστοι, ἐγύμνωσεν  ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν  ἔσται παραμυθία  λοιπόν;  Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν  οὐρανὸν,  ἡμεῖς  δὲ ἑαυτοὺς  πρὸς  τὴν  γέενναν  ὠθήσαμεν.  Ἀρὰ καὶ  ψεῦδος,  καὶ  κλοπὴ  καὶ  μοιχεία κέχυται  ἐπὶ  τῆς  γῆς·  οἱ  μὲν  αἵματα  ἐφ'  αἵμασι  μιγνύουσιν,  οἱ  δὲ  πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων,  μυρίους εὔχονται  θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες  καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων  χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται  καὶ γελῶσι· πλὴν καὶ διὰ τοῦτο ἐπιτείνειν μᾶλλον  χρὴ  τὸν  θρῆνον,  ὅτι  οὕτω  μαινόμεθα  καὶ  παραπαίομεν,  ὅτι  οὐδὲ  εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν, γελῶμεν.  Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ'  οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν  ἀνθρώπων.  Ὁ Θεὸς ἐμφανῶς ἥξει·  πῦρ  ἐνώπιον  αὐτοῦ  καυθήσεται,  καὶ  κύκλῳ  αὐτοῦ  καταιγὶς  σφοδρά. Πῦρ ἐναντίον  αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ  κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡ ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα πράγματα καὶ φοβερὰ, καὶ πεπάτηται. Ὁ ἀκούων,  οὐδείς· οἱ δὲ γελῶντες  καὶ χλευάζοντες,  πάντες.  Τίς ἔσται ἡμῖν  πόρος; πόθεν σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν  ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων.

δʹ. Μέγα φρονεῖ  νῦν  ὁ διάβολος,  γαυροῦται  καὶ χαίρει· ἐν  αἰσχύνῃ  οἱ πιστευθέντες  ἡμᾶς ἄγγελοι πάντες, ἐν κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνήλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε.  ∆ότε χεῖρα,  ὀρέξατε  οἱ  μηδέπω  καταβαπτισθέντες  τοῖς  ὑπὸ  τῆς  μέθης ἀπολωλόσιν,  οἱ  ὑγιαίνοντες   τοῖς  κάμνουσιν,  οἱ  νήφοντες   τοῖς  μαινομένοις,  οἱ ἑδραῖοι τοῖς περιφερομένοις· μηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω, καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι  κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος  μὲν ἐπικαίηται   τὴν   ψυχὴν   συγχέων,   ἀνδραπόδων   δὲ   ἐσμὸς   παραστήκῃ,   οὐδεὶς ἐπιγινώσκει  τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ· πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ καὶ πάντοθεν  ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες  τὰς χεῖρας εἰς πλεονεξίαν  εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πῶς πλείονα τὰ ὄντα ποιήσει ἐσπούδακεν, οὐδεὶς πῶς βοηθήσει τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ· φόβος εἷς ἔχει πάντας, Μὴ πενιχροὶ, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα κατηγοριῶν, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόμην λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης βιάζομαι· σύγγνωτε· ὑπὸ τοῦ πένθους  ἀναγκάζομαι  πολλὰ  καὶ ὧν οὐ βούλομαι φθέγξασθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινὰ, ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν  ἐνταῦθα   λέγοντες·  Πάντα θρήνους  ἡμῖν  λέγει,  πάντα  δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι πατὴρ εἶναι μὴ δακρύων· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν τὴν πυρὰν αὐτὴν τῆς  διανοίας  ἰδεῖν,  καὶ  εἶδες  ἂν,  ὅτι  πάσης γυναικὸς  καὶ  κόρης χηρείαν  ἄωρον ὑποστάσης πλέον  καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ  τὸν ἑαυτῆς, οὐδὲ μήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν ὁρῶ προκοπὴν, πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέσκειν Θεῷ· ἀλλὰ, Τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες  τὰ ἡμέτερα πενθεῖν  κακὰ, κρίνομεν  ἑτέρους, οὐδὲ ὅτε καθαροί ἐσμεν ἁμαρτημάτων ὀφείλοντες τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει; φησί· τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών,  Σὺ δὲ τί κρίνεις  τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁ δεῖνα πονηρός ἐστι, καὶ λυμεὼν,  καὶ μοχθηρὸς, ἐννόησον  σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς  τὰ σαυτοῦ, καὶ μεταμελήσει σοι ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις. Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων  ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν·  μόνον  λάβωμεν  ἔννοιάν  ποτε, μεριμνήσωμεν  τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν  ἐνταῦθα  τῷ  λογισμῷ,  ἵνα  μὴ ἀλγήσωμεν  ἐκεῖ  τῇ  κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων  ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· ἵνα τύχωμεν  τῶν  ὑπερβαινόντων  τὸν ἀνθρώπινον  νοῦν  αἰωνίων  ἀγαθῶν,  ἐν Χριστῷ Ἰησοῦ· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |