ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Εʹ.Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Εʹ.Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Εʹ.Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευ θύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

αʹ. Οὔτε τὸ πᾶν ταῖς εὐχαῖς τῶν ἁγίων ἐπιτρέψαντας  αὐτοὺς ἀργεῖν χρὴ, καὶ τῇ κακίᾳ  προστρέχειν,  καὶ μηδενὸς  τῶν  εἰς ἀρετὴν  φερόντων  ἀντιλαμβάνεσθαι·  οὔτε πάλιν ἐργαζομένους τὰ ἀγαθὰ, καταφρονεῖν  τῆς συμμαχίας ἐκείνης. Μεγάλα μὲν γὰρ δύναται, μεγάλα ἡ εὐχὴ ἡ ὑπὲρ ἡμῶν, ἀλλ' ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχόμενος ὑπὲρ αὐτῶν, πάλιν τὸ ἀξιόπιστον τίθησιν ἀπὸ τῆς ἐπαγγελίας, καί φησι· Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύσεται, οὐδὲ ἀφήσει πάντως ἀπολέσθαι. Ἵνα δὲ μὴ διὰ τού  των  εἰς ῥᾳθυμίαν  ἀγάγῃ, καὶ τὸ πᾶν τοῦ Θεοῦ νομίσαντες  εἶναι αὐτοὶ καθεύδωσιν, ὅρα πῶς καὶ τὴν παρ' αὐτῶν συνεργίαν ἀπαιτεῖ, λέγων· Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν,  καὶ ποιεῖτε καὶ ποιήσετε. Πιστὸς μὲν οὖν ἐστι, φησὶν, ὁ Θεὸς, καὶ ἐπαγγελλόμενος σῶσαι, πάντως σώσει, ἀλλ' ὡς ἐπηγγείλατο.  Πῶς δὲ ἐπηγγείλατο; Ἐὰν θέλωμεν, καὶ ἀκούωμεν αὐτοῦ· οὐχ ἁπλῶς, οὐδὲ, ὡς ξύλα καὶ λίθους, ἀργοῦντας.


 Καλῶς δὲ καὶ τὸ, Πεποίθαμεν ἐν Κυρίῳ, τέθεικε, τουτέστι, Τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. Πάλιν αὐτοὺς καθαιρεῖ, τὸ πᾶν ἀναρτῶν, ἐκεῖ. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Πιστεύομεν δὲ ὑμῖν, ἦν μὲν τὸ ἐγκώμιον μέγα, ἀλλ' οὐκ ἂν ἔδειξεν αὐτοὺς ἐξαρτᾷν εἰς τὸν  Θεὸν ἅπαντα·  εἰ  δὲ  εἶπε,  Πεποίθαμεν  δὲ  ἐν  Κυρίῳ, ὅτι  φυλάξει  ὑμᾶς,  καὶ  μὴ προστέθεικε τὸ Ἐφ' ὑμᾶς, καὶ τὸ, Ἃ παρηγγείλαμεν  ποιεῖτε καὶ ποιήσετε, ἀργοτέρους ἂν αὐτοὺς ἐποίησε, τὸ πᾶν ἐπὶ τὴν τοῦ Θεοῦ ῥίψας δύναμιν. ∆εῖ μὲν γὰρ τὸ πᾶν ἐπ' αὐτὸν ῥίπτειν,  ἀλλ' ἐνεργοῦντας  καὶ αὐτοὺς, τοῖς πόνοις  ἐμβεβηκότας  καὶ τοῖς  ἀγῶσι. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ μόνη σῶσαι, ἀλλ' ὅμως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ μέχρι τοῦ ἐλθεῖν  ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς  ἡμῖν συμπαρεῖναι. Ὁ δὲ Κύριος κατευθύναι  ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Ἐγκωμιάζει  πάλιν  αὐτοὺς, καὶ εὔχεται,  τὴν  κηδεμονίαν  αὐτοῦ δεικνύς. Ἐπειδὴ γὰρ μέλλει ἐμβαίνειν εἰς ἐπιτίμησιν, τούτοις αὐτῶν προλεαίνει τὰς καρδίας, τῷ τε λέγειν,  ὅτι Θαῤῥῶ ὅτι ἀκούσεσθε, καὶ τῷ παρ' αὐτῶν  εὐχὰς ἀπαιτεῖν,  καὶ τῷ πάλιν αὐτοῖς ἐπεύχεσθαι μυρία ἀγαθά· Ὁ δὲ Κύριος κατευθύναι  ὑμῶν, φησὶ, τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ παρεκτρέποντα ἀπὸ τῆς ἀγάπης, καὶ πολλαὶ αἱ ἐκεῖθεν  ἐξέλκουσαι  ἀτραποί.  Καὶ πρῶτον  μὲν  ἡ  τοῦ  μαμωνᾶ  κακία,  καθάπερ  τινὰς ἀναισχύντους  χεῖρας ἐπαφιεῖσα ἡμῶν τῇ ψυχῇ, καὶ ἀπρὶξ ἐπιλαβομένη, ἕλκει καὶ σύρει καὶ μὴ βουλομένους ἐκεῖθεν· ἔπειτα κενοδοξία, καὶ θλίψεις  δὲ πολλάκις καὶ πειρασμοὶ περιέτρεψαν. ∆ιὰ τοῦτο καθάπερ τινὸς πνεύματος τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα ἡμῖν τὸ ἱστίον ὥσπερ ὑπό τινος σφοδροῦ πνεύματος παραπεμφθῇ πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Ἀγαπῶ αὐτὸν καὶ ὑπὲρ ἐμαυτόν· ταῦτα ῥήματά ἐστι· διὰ τῶν ἔργων  δεῖξον, εἰ ἀγαπᾷς αὐτὸν  ὑπὲρ σεαυτόν. Ὑπὲρ τὸ ἀργύριον  ἀγάπησον, καὶ τότε πιστεύω ὅτι καὶ ὑπὲρ σεαυτὸν ἀγαπᾷς· ὁ δὲ χρημάτων  μὴ καταφρονῶν  διὰ τὸν Θεὸν, πῶς σαυτοῦ καταφρονήσεις; Τί δὲ λέγω χρημάτων; ὁ πλεονεξίας μὴ καταφρονῶν,  Ὁ καὶ χωρὶς τῶν ἐπιταγμάτων  τοῦ Θεοῦ ἔδει ποιεῖν, πῶς καταφρονήσεις σαυτοῦ; Καὶ εἰς τὴν ὑπομονὴν,  φησὶν,  τοῦ  Χριστοῦ. Τί ἐστιν,  Εἰς τὴν  ὑπομονήν;  Ἵνα  ὑπομένωμεν,  ὡς ἐκεῖνος  ὑπέμεινεν,  ἢ ἵνα  ἐκεῖνα  πράττωμεν,  ἢ καὶ  ἵνα  μεθ' ὑπομονῆς  ἀναμένωμεν αὐτὸν, τουτέστιν, ἵνα ἐμπαράσκευοι ὦμεν. Ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο,  καὶ αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἀναμένωμεν  αὐτὸν καὶ ὑπομένωμεν.  Ἔνθα δὲ ἂν ὑπομονὴν  λέγῃ,  πάντως  θλῖψιν   αἰνίττεται·  τοῦτο  γάρ  ἐστιν  ἀγαπᾷν  τὸν  Θεὸν, τὸ ὑπομένειν,  καὶ  μὴ  θορυβεῖσθαι.  Παραγγέλλομεν  δὲ  ὑμῖν,  ἀδελφοὶ,  ἐν  ὀνόματι  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς  ἀδελφοῦ  ἀτάκτως περιπατοῦντος,  καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν. Τουτέστιν, οὐχ ἡμεῖς ταῦτα λέγομεν, ἀλλ' ὁ Χριστός· τοῦτο γάρ ἐστιν, Ἐν ὀνό  ματι τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Οὕτως εἰπὼν,  τὸ φοβερὸν  τῆς παραγγελίας  δείκνυσι.  ∆ιὰ τοῦ Χριστοῦ, φησὶ,  παραγγέλλομεν.   Οὐκ  ἄρα  ὁ  Χριστὸς  προσέταξεν  οὐδαμοῦ  ἀργεῖν. Στέλλεσθαι ὑμᾶς, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ. Μή μοι τὸν πλούσιον εἴπῃς, μή μοι τὸν πένητα, μή μοι τὸν ἅγιον· τοῦτο ἀταξία ἐστί. Περιπατοῦντος, φησὶ, τουτέστι, βιοῦντος. Καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν. Παράδοσιν τὴν διὰ τῶν ἔργων φησί· καὶ κυρίως ταύτην ἀεὶ λέγει παράδοσιν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν  παρά τινος. Καίτοι, εἰ καὶ ἔφαγον, οὐκ ἦν δωρεάν· Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Οὐχ ὅτι οὐκ ἔχομεν  ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον  δῶμεν  ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ, ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν  ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.
βʹ. Ὅρα πῶς  ἐν  μὲν  τῇ  προτέρᾳ  ἐπιστολῇ  προσηνέστερόν  πως  περὶ  τούτων διαλέγεται,  ὡς ὅταν  λέγῃ, Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ,  περισσεύειν μᾶλλον  καὶ φιλοτιμεῖσθαι, καὶ οὐδαμοῦ, Παραγγέλλομεν, οὐδὲ, Ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ περισσεύειν φησὶ καὶ φιλοτιμεῖσθαι, ὃ ἦν εἰς ἀρετὴν προτρέποντος.  Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε· ἐνταῦθα  δὲ οὐδὲν τοιοῦτον, ἀλλ', Εἴ τις οὐ θέλει ἐργάζεσθαι. φησὶ, μηδὲ ἐσθιέτω. Εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων,  ἀλλ' ἐξουσίαν  ἔχων  ἀργεῖν,  καὶ  τηλικοῦτον  ἔργον  ἀναδεδεγμένος,  ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούομεν γάρ τινας περιπατοῦντας  ἐν ὑμῖν ἀτάκτως,  μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.  Τοῦτο μὲν ἐνταῦθα· ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε πρὸς τοὺς ἔξω. Τίνος ἕνεκεν; Ἴσως οὐδὲν οὐδέπω  τοιοῦτον  ἦν γεγονός· καὶ γὰρ ἀλλαχοῦ  παραινῶν ἔλεγε· Μακάριόν τί ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν. Τὸ δὲ, Εὐσχημόνως περιπατεῖτε, οὐ περὶ ἀταξίας  ἐστί· διὸ καὶ ἐπήγαγεν·  Ἵνα μηδενὸς  χρείαν  ἔχητε.  Ἐνταῦθα  δὲ καὶ ἑτέραν ἀνάγκην  τίθησιν, ὥστε τὸ καλὸν  ποιεῖν  καὶ ἀγαθὸν  πρὸς πάντας· προϊὼν  γάρ φησι, Μὴ ἐκκακήσητε καλοποιοῦντες.  Πάντως γὰρ τὸν ἀργοῦντα, καὶ δυνάμενον ἐργάζεσθαι, ἀνάγκη περίεργον εἶναι. Ἡ δὲ ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις, τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς, ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπησχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον. Οὐ γὰρ φιμώσεις, φησὶ, βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Ὥστε οὐδὲ οὗτος ἀργός ἐστιν, ἀλλ' ἐργασίας, καὶ ἐργασίας μεγάλης  λαμβάνει  τὸν μισθόν. Τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν  ἀργοῦντα, οὐκ ἔστιν  ἔργον  χειρῶν·  ἐργασίαν γάρ φησιν  ἐνταῦθα  τὴν  διὰ τῶν  χειρῶν.  Καὶ ἵνα μηδὲν  τοιοῦτον  ὑποπτεύσῃς, ἐπήγαγε· Μηδὲν ἐργαζομένους,  ἀλλὰ  περιεργαζομένους. Τοῖς  δὲ  τοιούτοις  παραγγέλλομεν   καὶ  παρακαλοῦμεν  διὰ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ σφόδρα καθήψατο,  προσηνέστερον  βουλόμενος  ποιῆσαι  τὸν  λόγον, ἐπήγαγε· ∆ιὰ τοῦ Κυρίου, πάλιν  τὸ ἀξιόπιστον καὶ φοβερὸν ταύτῃ δη  λῶν. Ἵνα μεθ'  ἡσυχίας  ἐργαζόμενοι,  τὸν  ἑαυτῶν  ἄρτον  ἐσθίωσι.  ∆ιὰ  τί  μὴ  εἶπεν,  Εἰ δὲ  μὴ ἀτακτοῦσι, τρεφέσθωσαν παρ' ὑμῶν· ἀλλὰ ἀμφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι; Ὅτι βούλεται αὐτοὺς ἐργαζομένους τρέφειν ἑαυτούς. Τοῦτο γάρ ἐστι, τὸ, Ἵνα  τὸν  ἑαυτῶν   ἄρτον  ἐσθίωσι,  τουτέστι  τὸν  ἐξ  οἰκείων   πόνων,   ἀλλὰ  μὴ  τὸν ἀλλότριον, τὸν ἀπὸ τοῦ προσαιτεῖν ἐκποριζόμενον. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες.  Ὅρα πῶς  εὐθέως  κατεκλάσθη  τὰ σπλάγχνα  τὰ πατρικά.  Οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίμησιν  προαγαγεῖν,  ἀλλὰ πάλιν  αὐτοὺς ἠλέησε· καὶ ὅρα μεθ' ὅσης συνέσεως. Οὐκ εἶπε, Πλὴν συγγινώσκετε αὐτοῖς, ἕως ἂν διορθώσωνται· ἀλλὰ τί; Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες  μὴ ἐκκακήσητε. Στέλλεσθε μὲν, φησὶν, ἀπ' αὐτῶν καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιίδητε λιμῷ διαφθαρέντας.  Τί οὖν, φησὶν, ἂν ἔχων  τὴν παρ' ἡμῶν ἀφθονίαν  ἐπιμένῃ ἀργῶν; Ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, εἶπον, ὅτι Στέλλεσθε ἀπ' αὐτοῦ,  τουτέστι,  μὴ μεταδίδοτε  αὐτῷ  παῤῥησίας, ἐνδείκνυσθε  ὅτι  ὀργίζεσθε. Οὐ μικρὸν  δὲ τοῦτο.  Τοιαύτη  γὰρ ἡ πρὸς τὸν  ἀδελφὸν  γίνεται  ἐπιτίμησις,  εἴ γε ὄντως διορθώσασθαι βουλόμεθα. Οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως. Εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον· Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἴσως  κἂν  ἐῤῥύθμισας  αὐτόν.  Εἰ δέ  τις  οὐχ  ὑπακούει  τῷ  λόγῳ  ἡμῶν,  διὰ  τῆς ἐπιστολῆς. Ὅρα ταπεινοφροσύνην τοῦ Παύλου· οὐκ εἶπεν, Ὁ παρακούων, ἐμοῦ παρακούει· ἀλλ' ἠρέμα αἰνίττεται. Τοῦτον σημειοῦσθε. Ὥστε μὴ λανθάνειν τοῦτο ποιεῖν προτρέπει. Μὴ συναναμίγνυσθε  αὐτῷ. Οὐ μικρὰ παίδευσις καὶ αὕτη. Εἶτα πάλιν· Ἵνα ἐντραπῇ, φησίν. Οὕτως οὐκ ἀφίησιν περαιτέρω προελθεῖν. Ὥσπερ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, δεδοικὼς μὴ λιμῷ ἀπόλωνται,  ἐπήγαγεν,  Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε· οὕτως εἰπὼν, Στέλλεσθε, καὶ, Μὴ συναναμίγνυσθε αὐτῷ, εἶτα δείσας μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος  (ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ ταχέως ἀπολεῖται   μὴ  μεταλαβὼν   παῤῥησίας),  ἐπήγαγε·  Καὶ μὴ  ὡς  ἐχθρὸν  ἡγεῖσθε,  ἀλλὰ νουθετεῖτε  ὡς ἀδελφόν. ∆ιὰ τούτου δείκνυσιν ὅτι μεγάλην ὥρισε κατ' αὐτοῦ τιμωρίαν, τῷ τῆς παῤῥησίας αὐτὸν ἀποστερεῖσθαι.γʹ. Εἰ γὰρ  καὶ  τὸ  εἶναι  μετὰ  πολλῶν  λαμβάνοντα  αἰσχύνης  ἄξιον,  ὅταν  καὶ ἐπιτιμῶντες   παρέχοιεν  καὶ  στέλλωνται,  πόσου  ὀνείδους  τοῦτο;  πῶς  ἱκανὸν  δακεῖν ψυχήν;   Εἰ  γὰρ   μόνον   ὀκνηρότερον   διδόντες,   ἢ   γογγύζοντες   ἐμπυρίζουσι   τοὺς λαμβάνοντας (μὴ γάρ μοι περὶ τῶν ἀναισχύντων ἐπαιτῶν εἴπῃς, ἀλλὰ περὶ τῶν πιστῶν)· εἰ καὶ ἔμελλον  ἐπιτιμᾷν  διδόντες, τί οὐκ ἂν εἰργάσαντο; πόσης οὐκ ἦν τιμωρίας ἄξιον; Ἡμεῖς  δὲ  οὐχ  οὕτως,  ἀλλ'  ὡς  τὰ  μέγιστα  ἠδικημένοι,   οὕτω  τοὺς  προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα.  Οὐ δίδως· τί καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν, ὡς ἀδελφοὺς, οὐχ  ὑβρίζετε  ὡς  ἐχθρούς.  Ὁ τὸν  ἀδελφὸν  νουθετῶν,  οὐ  δημοσίᾳ  τοῦτο  ποιεῖ,  οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλὰ ἰδίᾳ καὶ μετὰ πολλῆς τῆς προσοχῆς, καὶ ἀλγῶν, καὶ δακνόμενος,  καὶ  δακρύων  καὶ  ὀδυρόμενος.  Ἀπὸ  ἀδελφικῆς  τοίνυν  παρέχωμεν  τῆς διανοίας, ἀπὸ ἀδελ  φικῆς νουθετῶμεν  τῆς προαιρέσεως· μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολήν. Ἐπεὶ τί τὸ κέρδος; Εἰ γὰρ καὶ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεηθησόμενος   παρὰ  σοῦ·  λαβὼν   δὲ  καιρίαν   τὴν   πληγὴν   ἀπῆλθε,   καὶ   μᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται  διὰ τὴν ἔνδειαν  προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζηται,  ὅρα  πόση  τῶν  ὑβριζόντων  ἔσται  ἡ  τιμωρία·  Ὁ ἀτιμάζων  πένητα,  φησὶ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Εἰπὲ γάρ μοι· αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν σαυτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόμενον  ὑβρίζεις; πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Νουθετεῖτε, φησὶν, ὡς ἀδελφούς. Καὶ μετὰ τὸ δοῦναι νουθετεῖν  ἐκέλευσεν· ὅταν δὲ καὶ χωρὶς τοῦ διδόναι ὑβρίζωμεν, τίς ἡμῖν ἔσται ἀπολογία;  Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης  δῴη ὑμῖν  τὴν  εἰρήνην  διαπαντὸς  ἐν παντὶ τόπῳ. Ὅρα πῶς, ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ, καθάπερ τινὰ σήμαντρα τῶν ἀποτεθέντων,  τιθεὶς τὴν δέησιν καὶ τὴν ἱκετηρίαν. ∆ῴη ὑμῖν, φησὶ, τὴν εἰρήνην  ἐν  παντὶ  τόπῳ.  Ἐπειδὴ γὰρ ἀπὸ τούτων  εἰκὸς  μάχας  γίνεσθαι,  ἐκείνων  τε τραχυτέρων  γινομένων,  τούτων  τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων,  εἰκότως τοῦτο ἐπηύξατο νῦν, ∆ῴη ὑμῖν εἰπὼν τὴν εἰρήνην διαπαντός. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον,  ὥστε ἀεὶ ἔχειν  αὐτήν.  Τί ἐστιν,  Ἐν παντὶ  τόπῳ; Πανταχόθεν  βούλεται εἰρηνεύειν, ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας ἀφορμήν. Πανταχοῦ γὰρ εἰρήνη καλὸν, ὅπου γε καὶ πρὸς τοὺς ἔξω· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων  ἀνθρώπων  εἰρηνεύετε. Οὐδὲν γὰρ οὕτω πρὸς τὸ κατορθῶσαι ἃ βουλόμεθα ἐπιτήδειον,  ὡς τὸ εἰρηναῖον  καὶ ἀτάραχον,  ὡς τὸ ἀπεχθείας  ἀπηλλάχθαι  ἁπάσης, καὶ μηδένα ἔχειν ἐχθρόν. Ὁ Κύριος μετὰ πάντων  ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  ὑμῶν. Ἀμήν. Τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολῇ, ὥστε μηδενὶ ἐξεῖναι παραποιεῖν  αὐτὰς, τῆς ὑπογραφῆς  ὥσπερ τεκμηρίου κειμένου  μεγάλου. Ἀσπασμὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι πάντα πνευματικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσασθαι ἔδει, μετὰ κέρδους τὸ πρᾶγμα ἦν· καὶ εὐχὴν οὐχ ἁπλῶς φιλίας σύμβολον. Ἀπὸ τούτου ἤρχετο, καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων  τειχίοις μεγάλοις τὰ λεγόμενα ἑκατέρωθεν, ἀσφαλεῖς τε θεμελίους τιθεὶς, καὶ τὸ τέλος ἐπήγαγεν  ἀσφαλές. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη· καὶ πάλιν, Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  ὑμῶν. Ἀμήν. Τοῦτο καὶ ὁ Κύριος ἐπηγγείλατο  λέγων  τοῖς μαθηταῖς, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας  τοῦ αἰῶνος.  Ἀλλὰ τοῦτο γίνεται,  ὅταν ἡμεῖς βουλώμεθα· οὐ γὰρ πάντως ἔσται μεθ' ἡμῶν, ἐὰν ἑαυτοὺς πόῤῥω ποιῶμεν. Μεθ' ὑμῶν, φησὶν, ἔσομαι διαπαντός.  Μὴ τοίνυν  τὴν χάριν ἀπελάσωμεν. Στέλλεσθαι ἡμᾶς βούλεται ἀπὸ παντὸς ἀδελφοῦ   ἀτάκτως   περιπατοῦντος.   Μέγα  ἦν   τότε   τοῦτο   τὸ  κακὸν,   τὸ  ἀπὸ  τοῦ πληρώματος ἀποσπασθῆναι τῶν ἀδελφῶν.  Τούτῳ γοῦν ἅπαντας τιμωρεῖται, καθὼς καὶ  ἀλλαχοῦ γράφων Κορινθίοις ἔλεγε· Τῷ τοιούτῳ μηδὲ συνεσθίειν φησίν. Ἀλλ' οὐ νῦν  μέγα  αὐτὸ  ἡγοῦνται  οἱ  πλείους,  ἀλλὰ  πάντα  συγκέχυται  καὶ  διέφθαρται· μετὰ μοιχῶν,  μετὰ πόρνων,  μετὰ πλεονεκτῶν  ἁπλῶς  καὶ ὡς ἔτυχεν  ἀναμιγνύμεθα.  Εἰ ἀπὸ τοῦ ἀργῶς τρεφομένου  μόνον στέλλεσθαι ἔδει, πόσῳ μᾶλλον  ἀπὸ τῶν ἄλλων; Καὶ ἵνα μάθῃς ὅσον ἦν φοβερὸν τὸ χωρίζεσθαι ἀπὸ τοῦ συλλόγου τῶν ἀδελφῶν, καὶ ὅσον φέρει κέρδος τοῖς εὐγνωμόνως τὴν  ἐπιτίμησιν  δεχομένοις,  ἄκουσον ὅπως  ὁ πεφυσιωμένος ἐκεῖνος τῷ ἁμαρτήματι, ὁ εἰς ἐσχάτην κακίαν ἐλάσας, ὁ πορνείαν πορνεύσας, οἵα οὐδὲ ἐν  τοῖς  ἔθνεσιν  ὀνομάζεται,  ὁ  ἀναισθήτως  ἔχων  τοῦ  τραύματος  (τοῦτο  γάρ  ἐστιν ὑπερβολὴ διαστροφῆς)· οὗτος δὴ ὁ τοιοῦτος οὕτω κατεκάμφθη καὶ συνεστάλη, ὥστε τὸν Παῦλον  εἰπεῖν·  Ἀρκεῖ  τῷ  τοιούτῳ  ἡ  ἐπιτίμησις  αὕτη  ἡ  ὑπὸ  τῶν  πλειόνων·   ὥστε κυρώσατε  εἰς  αὐτὸν  ἀγάπην.  Καθάπερ γὰρ μέλος  ἀποσπασθὲν τοῦ  λοιποῦ  σώματος, οὕτως ἦν τότε.
δʹ. Τὸ δὲ αἴτιον, καὶ πόθεν ἦν τοῦτο φοβερὸν τότε· ἐπειδὴ καὶ τὸ εἶναι μετ' αὐτῶν μέγα ἀγαθὸν αὐτοῖς ἐνομίζετο. Καθάπερ γὰρ οἰκίαν μίαν οἰκοῦντες, καὶ ὑπὸ πατέρα ἕνα ὄντες, καὶ μιᾶς τραπέζης μετέχοντες,  οὕτως ᾤκουν τότε καθ' ἑκάστην Ἐκκλησίαν. Τὸ τοίνυν τοσαύτης ἐκπεσεῖν ἀγάπης, πόσον κακὸν ἦν; Νῦν δὲ οὐδὲ εἶναι μέγα δοκεῖ, διὰ τὸ μηδὲ μέγα τι νομίζεσθαι, ὅταν μετ' ἀλλήλων  ὦμεν. Ὅπερ ἐν τάξει τιμωρίας  ἦν τότε, τοῦτο  διὰ  τὴν   πολλὴν   ψύξιν   τῆς  ἀγάπης   καὶ  χωρὶς   τιμωρίας   γίνεται   νῦν,   καὶ στελλόμεθα ἀπ' ἀλλήλων  εἰκῆ, καὶ ἀπὸ ψυχρότητος. Τὸ γὰρ πάντων  αἴτιον τῶν κακῶν, τὸ  μὴ  εἶναι  ἀγάπην·  τοῦτο  πάντα  διέλυσε  καὶ  ἠφάνισε  τὰ  σεμνὰ  καὶ  λαμπρὰ  τῆς Ἐκκλησίας,  ἐφ' οἷς  ἀγάλλεσθαι  ἔδει.  Μεγάλη  διδασκάλου  παῤῥησία,  ὅταν  ἐκ  τῶν οἰκείων κατορθωμάτων  ἔχῃ τοῖς μαθηταῖς ἐπιτιμᾷν. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· καὶ τοῦ βίου μᾶλλον  ὀφείλει  διδάσκαλος εἶναι, ἢ τοῦ λόγου. Μηδεὶς δὲ νομιζέτω τοῦτο μεγαληγορίας εἶναι· εἰς γὰρ ἀνάγκην καταστὰς τοῦτο ἐφθέγξατο,  καὶ πρὸς τὸ κοινῇ  χρήσιμον. Ὅτι οὐκ ἠτακτήσαμεν,  φησὶν,  ἐν ὑμῖν. Ἀπὸ τούτου   οὐχ   ὁρᾷς   τὴν   ταπεινοφροσύνην,    ἢν   δωρεὰν   καλεῖ   καὶ   εὐταξίαν;   Οὐκ ἠτακτήσαμεν,  φησὶν,  ἐν ὑμῖν, οὐδὲ δωρεὰν  ἄρτον  ἐφάγομεν.  ∆είκνυσιν  ἐνταῦθα  καὶ πένητας αὐτοὺς ἴσως ὄντας. Καὶ μή μοι εἴπῃς, Ἀλλ' οὐ πάντες πένητες ἦσαν· περὶ γὰρ πενήτων  καὶ  τῶν  οὐκ  ἄλλως  τῆς  ἀναγκαίας  εὐπορούντων  τροφῆς,  ἢ ἀπὸ  τῆς  τῶν χειρῶν  ἐργασίας  διαλέγεται.   Οὐ γὰρ  εἶπεν,  Ἵνα  ἀπὸ  πατέρων   ἔχωσιν,  ἀλλ',  Ἵνα
ἐργαζόμενοι  τὸν  ἑαυτῶν  ἄρτον  ἐσθίωσιν. Εἰ γὰρ ὁ κήρυξ ἐγὼ, φησὶ, τοῦ λόγου  τῆς διδασκαλίας ἐφοβήθην βαρῆσαι ὑμᾶς, πολλῷ μᾶλλον ὁ μηδὲν ὑμᾶς ὠφελῶν.  Τοῦτο γὰρ ὄντως  βάρος ἐστί. Βάρος δέ ἐστιν, ὅταν τις μὴ μετὰ προθυμίας πολλῆς  διδῷ. Ἀλλ' οὐ τοῦτο αἰνίττεται,  ἀλλ' ὡς οὐκ ἐχόντων  εὐκόλως. ∆ιὰ τί γὰρ οὐκ ἐργάζῃ; χεῖράς σοι εἰς τοῦτο ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα παρ' ἑτέρων λαμβάνῃς, ἀλλ' ἵνα ἑτέροις παρέχῃς. Ὁ δὲ Κύριος, φησὶ, μεθ' ὑμῶν. Τοῦτο ἔξεστι καὶ  ἡμῖν ἑαυτοῖς ἐπεύχεσθαι, ἂν τὰ τοῦ Κυρίου πράττωμεν.  Ἄκουε  γὰρ  τοῦ  Χριστοῦ λέγοντος  τοῖς  μαθηταῖς·  Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην  ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας  τοῦ αἰῶνος. Οὐ μόνον ταῦτα πρὸς ἐκείνους  εἴρηται, ἀλλὰ  καὶ πρὸς ἡμᾶς. Ὅτι γὰρ ἐκείνοις  οὐκ ἐπήγγελται μόνον, δῆλον ἐκ τοῦ εἰπεῖν, Ἕως τοῦ αἰῶνος τῆς συντελείας, ἀλλὰ καὶ τοῖς κατ' ἴχνος ἐκείνων βαίνουσι. Τί οὖν πρὸς τοὺς μὴ διδασκάλους φησίν; Ἕκαστος ὑμῶν, εἰ βούλοιτο, διδάσκαλός ἐστιν, εἰ καὶ μὴ ἑτέρου, ἀλλ' ἑαυτοῦ· δίδαξον σεαυτὸν πρῶτον. Ἐὰν διδάξῃς πάντα, ὅσα ἐνετείλατό σοι τηρεῖν, διὰ τούτου πολλοὺς ἕξεις τοὺς ζηλοῦντας. Ὥσπερ γὰρ ὁ λύχνος,  ὅταν αὐτὸς γένηται  λαμπρὸς, μυρίους δύναται  ἀνάψαι· ἐσβεσμένος δὲ οὐδὲ ἑαυτῷ παρέξει φῶς, οὔτε ἑτέρους ἀνάψαι λύχνους δυνήσεται· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ καθαροῦ, ἐὰν τὸ ἐν ἡμῖν φῶς λαμπρὸν ᾖ, μυρίους καὶ μαθητὰς καὶ διδασκάλους ἐργασόμεθα, ὥσπερ ἀρχέτυπον προκείμενοι. Οὐδὲ γὰρ οὕτω τὰ παρ' ἐμοῦ ῥήματα τοὺς ἀκούοντας ὠφελῆσαι δυνήσεται, ὡς ὁ βίος ὁ ἡμέτερος. Ἔστω γὰρ, εἰ βούλει, ἀνήρ τις τῷ Θεῷ φίλος, καὶ ἐν ἀρετῇ διαλάμπων,  καὶ γυναῖκα ἔχων· ἔξεστι γὰρ καὶ γυναῖκα ἔχοντα ἀρέσκειν Θεῷ καὶ παιδία καὶ οἰκέτας καὶ φίλους· οὗτος, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον ἐμοῦ τοὺς  πάντας  ὠφελῆσαι  δυνήσεται; Ἐμοῦ μὲν  γὰρ ἅπαξ ἢ δεύτερον  ἀκούσονται  τοῦ μηνὸς,  ἢ οὐδὲ ἅπαξ, καὶ  ἅπερ ἂν  ἀκούσωσιν, ἴσως μέχρι  τοῦ  τῆς  ἐκκλησίας  οὐδοῦ φυλάξαντες,  εὐθέως  ἀποβάλλουσιν·  ἐκείνου  δὲ τὸν  βίον  ὁρῶντες  διηνεκῶς,  μεγάλα κερδαίνουσιν. Ὅταν γὰρ ὑβρισθεὶς μὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς  ἐπιεικείας  αὐτοῦ  τὴν  αἰδὼ  εἰς  τὴν  τοῦ  ὑβρίζοντος  ψυχήν;  κἂν  μὴ  παραυτίκα ὁμολογῇ  τὴν  ὠφέλειαν,  ἀπὸ τοῦ θυμοῦ ἢ αἰσχυνόμενος  ἢ ἐντρεπόμενος,  ἀλλ' ὅμως αἴσθησιν εὐθέως λαμβάνει· καὶ ἀδύνατον ἄνθρωπον ὑβριστὴν, κἂν θηρίον ᾖ, ἀνεξικάκῳ τινὶ προσμίξαντα, μὴ μεγάλα κερδήσαντα ἀπελθεῖν.  Τὰ γὰρ ἀγαθὰ κἂν μὴ πράττωμεν, ἀλλ'  ὅμως  ἐπαινοῦμεν  ἅπαντες  καὶ  θαυμάζομεν.  Ἡ γυνὴ  πάλιν  ἂν  ἴδῃ  τὸν  ἄνδρα ἐπιεικῆ, μεγάλα κερδαίνει ἀεὶ συνοῦσα, καὶ τὸ παιδίον. Ἔξεστιν οὖν ἑκάστῳ διδασκάλῳ γενέσθαι. Οἰκοδομεῖτε γὰρ, φησὶν, ἀλλήλους  εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ὅρα γάρ· προσέπεσε ζημία ἐπὶ τῆς οἰκίας; ἡ γυνὴ θορυβεῖται, ἅτε ἀσθενεστέρα οὖσα καὶ φιλόκοσμος;   ὁ  ἀνὴρ   ἐὰν   ᾖ   φιλόσοφος   καὶ   καταγελαστὴς   ζημίας,   καὶ   ἐκείνην παραμυθεῖται, καὶ πείθει φέρειν γενναίως.  Ἆρ' οὖν, εἰπέ μοι, οὐ πολλῷ  μᾶλλον  αὐτὴν τῶν  ἡμετέρων  ὠφελήσει  λόγων;  Εἰπεῖν μὲν  γὰρ παντὶ  εὔκολον,  πρᾶξαι δὲ ὅταν  εἰς χρείαν καταστῶμεν, σφόδρα δύσκολον. ∆ιὰ τοῦτο μᾶλλον ἀπὸ τῶν ἔργων ῥυθμίζεσθαι ἡ ἀνθρωπίνη φύσις εἴωθε· καὶ τοσαύτη τῆς ἀρετῆς ἡ ὑπερβολὴ, ὥστε καὶ δοῦλος πολλάκις ὁλόκληρον ὠφέλησεν οἰκίαν μετὰ τοῦ δεσπότου.
εʹ. Οὐδὲ γὰρ εἰκῆ οὐδὲ ἁπλῶς  αὐτοῖς συνεχῶς  ἐπιτάττει  τὴν ἀρετὴν ἀσκεῖν ὁ Παῦλος, καὶ πειθηνίους εἶναι τοῖς δεσπόταις, οὐ τῆς διακονίας τοσοῦτον φροντίζων τῶν δεσποτῶν, ὅσον ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται  καὶ ἡ διδασκαλία· ὅταν δὲ μὴ βλασφημῆται,   ταχέως   καὶ   θαυμασθήσεται.   Καὶ  οἶδα  πολλὰς   οἰκίας,   ὅτι   μεγάλα ἐκέρδαναν  ἀπὸ  τῆς  τῶν  δούλων  ἀρετῆς.  Εἰ δὲ  οἰκέτης  ὑπ'  ἐξουσίαν  κείμενος  τὸν δεσπότην ῥυθμίσαι δύναιτ' ἂν, πολλῷ μᾶλλον δεσπότης οἰκέτας. ∆ιανείμασθε πρὸς ἐμὲ, παρακαλῶ, ταύτην τὴν διακονίαν.  Ἐγὼ πᾶσι κοινῇ διαλέγομαι· ὑμεῖς ἰδίᾳ ἑκάστῳ, καὶ ἕκαστος  ἐγχειριζέσθω   τὴν   σωτηρίαν   τῶν   πλησίον.  Ὅτι  γὰρ  δεῖ  τῶν   τῆς  οἰκίας προεστάναι ἐν τούτοις, ἄκουσον ποῦ παραπέμπει τὰς γυναῖκας ὁ Παῦλος· Εἰ δέ τι μαθεῖν θέλουσι, φησὶν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· καὶ οὐ προσάγει αὐτὰς τῷ διδασκάλῳ. Καθάπερ γὰρ ἐν ταῖς διατριβαῖς τῶν γραμμάτων  εἰσὶ καὶ ἐν τοῖς μαθηταῖς διδάσκαλοι, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ· βούλεται γὰρ μὴ ὑπὸ πάντων  ἐνοχλεῖσθαι  τὸν διδάσκαλον. ∆ιὰ τί; Ὅτι μεγάλα ἀγαθὰ οὕτως ἔσται, οὐ μόνον ὅτι κοῦφος ἔσται ὁ πόνος τῷ  διδασκάλῳ,  ἀλλ'  ὅτι  καὶ  τῶν  μαθητῶν   ἕκαστος  μεριμνήσας,  ταχέως  γενέσθαι δύναται  διδάσκαλος, ταύτην  ἔχων τὴν φροντίδα.  Ὅρα γὰρ πόσην διακονίαν  εἰσάγει ἡ γυνή·   οἰκουρεῖ,  καὶ  τῶν   κατὰ  τὴν   οἰκίαν   πάντων   φροντίζει,   ταῖς   θεραπαινίσιν ἐφέστηκεν,   ἀμφιέννυσι    ταῖς   αὐτῆς   χερσὶ,   πατέρα   σε  ποιεῖ   παίδων   καλεῖσθαι, χαμαιτυπείων  ἀπαλλάττει,  πρὸς σωφροσύνην  βοηθεῖ, τὸν οἶστρον τῆς φύσεως παύει. Ἀλλ' εὐεργέτει αὐτὴν καὶ σύ. Πῶς; Ἐν τοῖς πνευματικοῖς  ὄρεξον χεῖρα· ἅπερ ἂν ἀκούσῃς χρήσιμα, ταῦτα, καθάπερ αἱ χελιδόνες, τῷ στόματι διαβαστάζων ἀπάγαγε, καὶ ἔνθες εἰς τὸ στόμα καὶ τῆς μητρὸς καὶ τῶν νεοττῶν. Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τοῖς ἄλλοις τῶν πρωτείων  ἀξιοῦν  σαυτὸν, καὶ τὴν  τῆς κεφαλῆς  χώραν  ἐπέχειν,  ἐν δὲ τῇ διδασκαλίᾳ λείπειν  τὴν τάξιν; Τὸν ἄρχοντα τῶν ἀρχομένων  οὐκ ἐν ταῖς τιμαῖς ὑπερέχειν δεῖ, ἀλλ' ἐν ταῖς ἀρεταῖς· τοῦτο  γὰρ ἄρχοντος·  ἐκεῖνο  μὲν γὰρ τῶν  ἀρχομένων  ἐστὶ, τοῦτο δὲ αὐτοῦ τοῦ ἄρχοντος  κατόρθωμα. Ἂν πολλῆς  ἀπολαύσῃς τιμῆς, οὐδὲν τοῦτο πρὸς σέ· ἔλαβες  γὰρ παρ' ἑτέρων·  ἂν  πολλῇ  λάμπῃς  τῇ ἀρετῇ, τοῦτο  ὅλον  σόν. Κεφαλὴ τῆς γυναικὸς εἶ· οὐκοῦν ῥυθμιζέτω τὸ σῶμα τὸ λοιπὸν ἡ κεφαλή. Οὐχ ὁρᾷς ὅτι οὐ τῷ τόπῳ τοσοῦτον   ὑπερέχει     τοῦ  λοιποῦ   σώματος,  ὅσον  τῇ  προνοίᾳ,   καθάπερ   τις κυβερνήτης, ἅπαν αὐτὸ εὐθύνουσα; Ἐν γὰρ τῇ κεφαλῇ καὶ οἱ τοῦ σώματος, καὶ οἱ τῆς ψυχῆς ὀφθαλμοί· ἐκεῖθεν ἐπιῤῥεῖ τούτοις τὸ διορατικὸν, ἐκεῖθεν τὸ ἡγεμονικόν. Καὶ τὸ μὲν λοιπὸν τάττεται εἰς διακονίαν, αὐτὴ δὲ εἰς τὸ ἐπιτάττειν  κεῖται. Πᾶσαι αἱ αἰσθήσεις ἐκεῖθεν ἔχουσι τὴν ἀρχὴν καὶ τὴν πηγήν· τὰ φωνητικὰ  ὄργανα ἐκεῖθεν ἀναπέμπεται, τὸ διορατικὸν, τὸ ὀσφρητικὸν, ἡ ἁφὴ πᾶσα· ἡ γὰρ τῶν νεύρων ῥίζα καὶ τῶν ὀστῶν ἐκεῖθεν συνέστηκεν. Ὁρᾷς ὅτι τῇ προνοίᾳ μᾶλλον ὑπερέχει, ἢ τῇ τιμῇ· Οὕτω καὶ τῶν γυναικῶν ἡμεῖς  ἄρχωμεν·  νικῶμεν  αὐτὰς  μὴ  τῷ  πλείονα  τιμὴν  ζητεῖν  παρ' αὐτῶν,  ἀλλὰ  τῷ μειζόνως αὐτὰς εὐεργετεῖσθαι παρ' ἡμῶν. Ἔδειξα ὅτι οὐ μικρὰς ἡμᾶς εὐεργεσίας εὐεργετοῦσιν,  ἀλλ' ἐὰν  θέλωμεν  ἐν  τοῖς  πνευματικοῖς  δοῦναι  τὴν  ἀντίδοσιν,  ἡμεῖς νικῶμεν· ἐπεὶ ἐν τοῖς σωματικοῖς ἀντίῤῥοπόν τι εἰσαγαγεῖν οὐ δυνατόν. Τί γάρ; εἰσάγετε πολλὰ  χρήματα;  Ἀλλ' ἐκείνη  φυλάττει· ἀντίῤῥοπος  δὲ αὕτη  ἐκείνης  ἡ πρόνοια,  καὶ οὕτως  αὐτῆς δεῖται. ∆ιὰ τί; Ὅτι πολλοὶ  πολλὰ  κεκτημένοι,  ἐπειδὴ φυλάττουσαν  οὐκ ἔσχον, πάντα ἀπώλεσαν. Ἀλλὰ τῶν παίδων ἕνεκεν κοινωνεῖτε  ἀμφότεροι, καὶ ἴση παρ' ἑκατέρου ἡ εὐεργεσία· μᾶλλον δὲ ἐκείνη πολυπονωτέραν ἐν τούτοις ἔχει τὴν διακονίαν, διαπαντὸς   φέρουσα  τὸ   κυόμενον,   καὶ   ταῖς   ὠδῖσι   διακοπτομένη.   Ὥστε  ἐν   τοῖς πνευματικοῖς μόνοις δυνήσῃ νικᾷν. Μὴ δὴ φροντίζωμεν ὅπως ἡμῖν χρήματα ἔσται, ἀλλ' ὅπως  ἃς ἐνεπιστεύθημεν  ψυχὰς,  μετὰ παῤῥησίας τῷ  Θεῷ παραστήσωμεν· ἐν τῷ  γὰρ ῥυθμίζειν  ἐκείνας  καὶ ἑαυτοὺς  τὰ μέγιστα ὀνήσομεν. Ὁ γὰρ ἕτερον διδάσκων, εἰ καὶ μηδὲν ἕτερον, ἀλλ' ἐν τῷ λέγειν κατανύσσεται, καὶ μάλιστα ὅταν ἴδῃ ἑαυτὸν ὑπεύθυνον ὄντα τούτοις, ὑπὲρ ὧν ἑτέροις ἐπιτιμᾷ. Ἐπεὶ οὖν καὶ ἡμᾶς αὐτοὺς, κἀκείνας ὠφελοῦμεν, καὶ δι' ἐκείνων  τὸν οἶκον, καὶ τῷ Θεῷ τοῦτο δοκεῖ προηγουμένως, μὴ ἀποκάμωμεν καὶ τῆς  ἑαυτῶν,  καὶ τῆς  τῶν  διακονουμένων ἡμῖν  ψυχῆς  κηδόμενοι,  ἵν' ὑπὲρ ἁπάντων λάβωμεν  τὴν  ἀμοιβὴν,  καὶ μετὰ  πολλοῦ  τοῦ  πλούτου  καταντήσωμεν  εἰς τὴν  ἁγίαν πόλιν τὴν μητέρα ἡμῶν, τὴν ἄνω Ἱερουσαλήμ· ἧς μὴ γένοιτό ποτε ἐκπεσεῖν, ἀλλ' ἐν τῇ ἀρίστῃ λάμψαντας  πολιτείᾳ  μετὰ πολλῆς  τῆς παῤῥησίας ἀξιωθῆναι  ἰδεῖν  τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |