ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ.

Τετάρτη 1 Ιουνίου 2016

Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ.




Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν χορείας τελούντων, καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε


α’. Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον. Ἀλλ’ ἐπὶ μὲν τοῦ χοροῦ καὶ τοῦ πλοίου πολὺ καὶ τοῦ κόσμου καὶ τῆς ἀσφαλείας ἡ τῶν προεστώτων ἀπουσία παρασπᾶται πολλάκις· ἐνταῦθα δὲ οὐχ οὕτως. Εἰ γὰρ καὶ μὴ τῇ σαρκὶ πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι, καὶ νῦν μεθ’ ἡμῶν ἐστιν οἶκοι καθήμενος, ὥσπερ καὶ ἡμεῖς μετ’ ἐκείνου ἑστῶτες ἐνταῦθα. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν. Τὸν γοῦν ἐν ἀλλοτρίᾳ διατρίβοντα καὶ μακροῖς διειργόμενον ἡμῶν πελάγεσιν ἂν φιλῶμεν, καθ’ ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, ὥσπερ οὖν ὅταν πρὸς τινα ἀηδὼν ἔχωμεν, οὐδ’ ἐγγὺς ἑστῶτα βλέπειν δοκοῦμεν πολλάκις. Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος.


Πρώην γοῦν ἡμῶν ἐγκωμιαζόντων τὸν μακάριον Παῦλον, οὕτως ἐσκιρτήσατε, ὡς αὐτὸν ὁρῶντες παρόντα· καίτοι τὸ μὲν σῶμα ἐν τῇ βασιλίδι κεῖται Ῥώμῃ, ἡ δὲ ψυχὴ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· «Δικαίων γὰρ ψύαι ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος»· ἀλλ’ ὅμως ἡ τῆς ἀγάπης δύναμις πρὸ τῶν ὀφθαλμῶν αὐτὸν ἔστησε τῶν ὑμετέρων. Καὶ ἐβουλόμην μὲν εἰς τὴν αὐτὴν ὑπόθεσιν καταβῆναι καὶ τήμερον, ἀλλὰ πρὸς ἕτερα κατεπείγονται ἡμῖν ὁ λόγος ὥρμηται, τὰ σήμερον ὑπὸ τῆς πόλεως ἁπάσης ἁμαρτηθέντα. Τοὺς γὰρ ἀκούοντας τῶν ἐγκωμίων Παύλου πρότερον τῆς ἀρετῆς τοῦ Παύλου ζηλωτὰς εἶναι χρή, καὶ τῆς τοιαύτης ἀκροάσεως ἀξίους. Ἐπεὶ οὖν οὐ πάρεσιν ἡμῖν ὁ πατήρ, φέρε, ταῖς εὐχαῖς ταῖς ἐκείνου θαῤῥήσαντες τῆς πρὸς ὑμᾶς διδασκαλίας ἁψώμεθα. Καὶ γὰρ Μωϋσῆς οὐ παρὼν τῷ σώματι τοῖς πολεμοῦσιν, οὐδὲν ἔλαττον τῶν πολεμούντων, ἀλλὰ καὶ πολλῷ πλέον, εἰς τὴν μάχην συνετέλεσεν ἐκείνην, τῇ τῶν χειρῶν ἐκτάσει τὰ πράγματα τῶν οἰκείων ἐπαίρων, καὶ φοβερὰ τοῖς ἐναντίοις ποιῶν. Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια, ἀλλ’ ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστῶτας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὤφελεν δύναται. Θαῤῥοῦντες τοίνυν ἐπὶ τὴν μάχην χωρῶμεν. Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ’ ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγοράς.
Αἱ γὰρ διαβολικαὶ παννυχίδες αἱ γινόμεναι τήμερον, καὶ τὰ σκώμματα, καὶ αἱ λοιδορίαι, καὶ αἱ χορείαι αἱ νυκτεριναί, καὶ ἡ καταγέλαστος αὕτη κωμῳδίᾳ, παντὸς πολεμίου χαλεπώτερον τὴν πόλιν ἡμῶν ἐξῃχμαλώτισαν, καὶ δέον ἐπὶ τούτοις κατεστάλθαι, πενθεῖν, καταδύεσθαι, καὶ τοὺς ἡμαρτηκότας, καὶ τοὺς οὐχ ἡμαρτηκότας, τοὺς μὲν ὑπὲρ ὧν ἐπλημμέλησαν, τοὺς δὲ ὑπὲρ ὧν τοὺς ἀδελφοὺς εἶδον ἀσχημονήσαντας· περιχαρὴς ἡμῖν ἡ πόλις γέγονε καὶ φαιδρά, καὶ ἐστεφάνωται, καὶ καθάπερ γυνὴ φιλόκοσμος καὶ πολυτελής, οὕτως ἡ ἀγορᾷ φιλοτίμως ἐκαλλωπίσατο σήμερον, χρυσία περιθεμένη, καὶ ἱμάτια πολυτελῇ, καὶ ὑποδήματα, καὶ ἕτερά τινα τοιαῦτα, τῶν ἐν τοῖς ἐργαστηρίοις ἑκάστου τῇ τῶν οἰκείων ἔργων ἐπιδείξει τὸν ὁμότεχνον παραδραμεῖν φιλονεικοῦντος. Ἀλλ’ αὕτη μὲν ἡ φιλοτιμία, εἰ καὶ παιδικῆς ἐστι διανοίας, καὶ ψυχῆς οὐδὲν μέγα οὐδὲ ὑψηλὸν φανταζομένης, ἀλλ’ ὅμως οὐ τοσαύτην ἐπισύρεται βλάβην, ἀλλ’ ἀνόητός τὶς ἐστι μόνο σπουδῇ, γέλωτα καταχέουσα τῶν περὶ ταῦτα ἐσπουδακότων. Εἰ γὰρ καλλωπίζειν βούλει, μὴ τὸ ἐργαστήριον, ἀλλὰ τὴν σαυτοῦ ψυχήν· μὴ τὴν ἀγοράν, ἀλλὰ τὴν διάνοιαν· ἵνα ἄγγελοι θαυμάσωσι, καὶ ἀρχάγγελοι τὸ γινόμενον ἀποδέξωνται, καὶ ὁ τὸν ἀγγέλων Δεσπότης ἀμείψηταί σε ταῖς παρ’ ἑαυτοῦ δωρεαῖς· ὡς αὕτη γε ἡ ἐπίδειξις, ἡ νῦν γινομένη, καὶ γέλωτα καὶ βασκανίαν φέρει, παρὰ μὲν τῶν ὑψηλοτέρων τὴν διάνοιαν γέλωτα, παρὰ δὲ τῶν τὰ αὐτὰ νοσούντων βασκανίαν καὶ φθόνον πολύν.


β’. Ἀλλ’, ὅπερ ἔφην, οὐ τοσούτων ἐγκλημάτων ἀξία αὕτη ἡ φιλοτιμία· οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς· ἀσεβείας μέν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦντες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμηνίαν τοῦ μηνὸς τούτου μεθ’ ἡδονῆς καὶ εὐφροσύνην ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν· ἀσωτίας δέ, ὅτι ὑπὸ τὴν ἕω γυναῖκες καὶ ἄνδρες φιάλας καὶ ποτήρια πληρώσαντες μετὰ πολλῆς τῆς ἀσωτίας τὸν ἄκρατον πίνουσι. Ταῦτα ἀνάξια τῆς ἡμετέρας φιλοσοφίας, κἂν ὑμεῖς ποιῆτε, κἂν ἑτέρους ποιοῦντας περιίδητε, κἂν οἰκέτας, κἂν φίλους, κἂν γείτονας. Οὐκ ἤκουσας Παύλου λέγοντος· «Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς».
Ἄλλως δὲ καὶ τῆς ἐσχάτης ἀνοίας ἐν εἴη ἀπὸ τῆς μιᾶς ἡμέρας, εἰ δεξιὰ γένοιτο, καὶ τοῦ παντὸς τοῦτο προσδοκᾶν ἐνιαυτοῦ· οὐκ ἀνοίας δὲ μόνον, ἀλλὰ καὶ διαβολικῆς ἐνεργείας ἡ κρίσις αὕτη, μὴ τῇ οἰκείᾳ σπουδῇ καὶ προθυμίᾳ ἀλλὰ ταῖς τῶν ἡμερῶν περιόδοις τὰ κατὰ τὸν βίον ἐπιτρέπειν τὸν ἡμέτερον. Δεξιὸς ὁ ἐνιαυτὸς ἔσται σοι δι’ ὅλου, οὐκ ἐὰν ἐν νουμηνίᾳ μεθύῃς, ἀλλ’ ἐὰν καὶ ἐν νουμηνίᾳ, καὶ καθ’ ἑκάστην ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ῥαθυμίαν. Ἂν δικαιοσύνην ἐργάσῃ, πονηρὰ καὶ κολάσεως γέμουσα. Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ἧς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτόν, εὐχάς, ἐλεημοσύνας καθ’ ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν· ἂν δὲ τῆς μὲν κατὰ σαυτὸν ἀρετῆς ἀμελῇς, ἀρχαῖς δὲ μηνῶν καὶ ἀριθμοῖς ἡμερῶν ἐμπιστεύσῃς σου της ψυχῆς τὴν εὐφροσύνην, πάντων ἔρημος ἔσῃ τῶν κατὰ σαυτὸν ἀγαθῶν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνιδών, καὶ σπουδάζων ἡμῶν ἐκλύσαι τοὺς περὶ τὴν ἀρετὴν πόνους, καὶ τῆς ψυχῆς σβέσαι τὴν προθυμίαν, ταῖς ἡμέραις ἐπιγράφειν ἐπαίδευσεν τὰς εὐπραγίας καὶ τὰς κακοπραγίας. Ὁ γὰρ πείσας ἑαυτὸν ὅτι ἡμέρα ἐστὶ κακὴ καὶ ἀγαθή, οὔτε ἐν τῇ κακῇ τῶν ἀγαθῶν ἔργων ἐπιμελήσεται, ὡς εἰκῆ πάντα ποιῶν, καὶ οὐδὲν ὠφελῶν διὰ τὴν τῆς ἡμέρας ἀνάγκην· οὔτε ἐν τῇ ἀγαθῇ πάλιν τοῦτο ἐργάσεται, ὡς οὐδὲν ἐκ τῆς οἰκείας παραβλαπτόμενος ῥᾳθυμίας, διὰ τὴν τῆς πάλιν ἡμέρας εὐκληρίαν καὶ οὕτως ἑκατέρωθεν τὴν ἑαυτοῦ προδώσει σωτηρίαν· καὶ ποτὲ μὲν ὡς ἀνόνητα πόνων, ποτὲ δὲ ὡς περιττά, ἐν ἀργίᾳ καὶ πονηρίᾳ βιώσεται. Ὅπερ οὖν εἰδότας φεύγειν δεῖ τοῦ διαβόλου τὰς μεθοδείας, καὶ ταύτην ἐκβαλεῖν τῆς διανοίας τὴν ψῆφον, καὶ μὴ παρατηρεῖν ἡμέρας, μηδὲ τὴν μὲν μισεῖν, τὴν δὲ φιλεῖν. Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥαθυμίαν ἐμβάλῃ μόνον, ἀλλ’ ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνο σκευωρεῖ, καὶ εἰς ἀσεβεῖν ὁμοῦ καὶ εἰς ῥαθυμίαν τὰς ἡμετέρας καθελκύσαι βουλόμενος ψυχάς.
Ἀλλ’ ἡμᾶς ἀποπηδᾶν χρή, καὶ σαφῶς εἰδέναι ὅτι οὐδὲν κακόν, ἀλλ’ ἁμαρτία μόνον, καὶ οὐδὲν ἀγαθόν, ἀλλ’ ἀρετὴ μόνον, καὶ τὸ διὰ πάντων ἀρέσκειν Θεῷ. Οὐ ποιεῖ μέθη εὐφροσύνην, ἀλλ’ εὐχὴ πνευματική· οὐκ οἶνος, ἀλλὰ λόγος διδασκαλικός. Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται· ἐκεῖνος θόρυβον ἐπεισάγει, οὗτος ταραχὴν ἐκβάλλει· ἐκεῖνος σκοτοῖ τὴν διάνοιαν, οὗτος ἐσκοτισμένην φωτίζει· ἐκεῖνος ἀθυμίας τὰς οὐκ οὔσας ἐμβάλλει, οὗτος τὰς οὔσας ἀπελαύνει. Οὐδὲν γὰρ οὕτως εὐθυμιᾶν καὶ εὐφροσύνην ποιεῖν εἴωθεν, ὡς τὰ περὶ φιλοσοφίας δόγματα, τὸ τῶν παρόντων ὑπερορᾶν πραγμάτων, τὸ πρὸς τὰ μέλλοντα κεχηνέναι, τὸ μηδὲν τῶν ἀνθρωπίνων βέβαιον εἶναι νομίζειν, μὴ πλοῦτον, μὴ δυναστείαν, μὴ τιμάς, μὴ θεραπείας. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, κἂν πλουτοῦντα θεάση τινά, οὐ δηχθήσῃ φθόνῳ, κἂν εἰς πενίαν καταπέσῃς, οὐ ταπεινωθήσῃ τῇ πτωχείᾳ· οὕτω διαπαντὸς ἑορτάζειν δύνασαι. Τὸν γὰρ Χριστιανὸν οὐχὶ μῆνας, οὐδὲ νουμηνίας, οὐδὲ κυριακὰς ἑορτάζειν χρή, ἀλλὰ διὰ παντὸς τοῦ βίου τὴν αὐτῷ πρέπουσαν ἑορτὴν ἄγειν. Τὶς δ’ αὐτῷ πρέπουσα ἑορτῇ; Ἀκούσωμεν Παύλου λέγοντος· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας». Ἂν τοίνυν καθαρὸν ἔχῃς τὸ συνειδός, ἑορτὴν ἔχεις διαπαντός, χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ ἐντρυφῶν τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκίᾳ· ὥσπερ οὖν ἂν ἀπαῤῥησίαστον ἔχῃς, καὶ ἁμαρτημάτων πολλῶν ὑπεύθυνος ἧς, κἂν μυρίαι ὦσιν ἑορταὶ καὶ πανηγύρεις, τῶν πενθούντων οὐδὲν ἄμεινον διακείσῃ. Τὶ γὰρ ὄφελός μοι λαμπρὰς ἡμέρας, τῆς ψυχῆς ἐσκοτισμένης μοι τῷ συνειδότι; Εἰ δὲ ἄρα τι καὶ καρπώσασθαι ἀπὸ νουμηνίας βούλει, ἐκεῖνο ποίησον. Ὅταν ἴδῃς ἐνιαυτὸν πληρωθέντα, εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι σὲ εἰσήγαγεν εἰς τὴν περίοδον ταύτην τῶν ἐνιαυτῶν· κατάνυξόν σου τὴν καρδίαν, ἀναριθμῆσαί σου τὸν χρόνον τῆς ζωῆς, εἰπὲ πρὸς ἑαυτόν· αἱ ἡμέραι τρέχουσι καὶ παρέρχονται, οἱ ἐνιαυτοὶ πληροῦνται, πολὺ τῆς ὁδοῦ προεκόψαμεν· ἆρα τὶ ἡμῖν εἴργασται καλόν; Ἆρα μὴ κενοὶ καὶ ἔρημοι δικαιοσύνης ἁπάσης ἐντεῦθεν ἀπελευσόμεθα, τὸ δικαστήριον ἐπὶ θύραις, πρὸς γῆρας ἡμῶν ἐπείγεται λοιπὸν ἡ ζωή.


γ’. Ταῦτα ἀπὸ νουμηνίας φιλοσοφεῖ, ταῦτα ἀπὸ τῆς περιόδου τῶν ἐνιαυτῶν ἀναμιμνήσκου· τῆς μελλούσης ἡμέρας ἀναλογιζώμεθα, μήποτε καὶ πρὸς ἡμᾶς εἶπε τις ἐκεῖνο, τὸ πρὸς τοὺς Ἰουδαίους εἰρημένον τῷ προφήτῃ· «Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς». Ταύτην τὴν ἑορτὴν ἢν εἶπον ἐγώ, τὴν διηνεκῆ, καὶ περιόδους ἐτῶν οὐκ ἀναμένουσαν, οὐδὲ περιγραφομένην ἡμέραις καὶ πλούσιος καὶ πένης ἄγειν δυνήσεται ὁμοίως· οὐ γὰρ χρημάτων ἐνταῦθα χρεία, οὐδ’ εὐπορίας, ἀλλ’ ἀρετῆς μόνης. Οὐκ ἔχεις χρήματα; Ἀλλ’ ἔχῃς τοῦ Θεοῦ τὸν φόβον, πάντων χρημάτων εὐπορώτερον θησαυρόν, οὐκ ἀναλισκόμενον, οὐ μεταβαλλόμενον, οὐ δαπανώμενον. Ἴδε εἰς τὸν οὐρανόν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, τὴν γῆν, τὴν θάλασσαν, τὸν ἀέρα, τὰ γένη τῶν ζῴων, τὰ παντοδαπὰ φυτά, τὴν φύσιν τῶν ἀνθρώπων ἅπασαν· ἐννόησον ἀγγέλους, ἀρχαγγέλους, τὰς ἀνωτέρας δυνάμεις· ἀναμνήσθητι ὅτι ταῦτα πάντα τοῦ Δεσπότου σου ἐστὶ κτήματα. Οὐκ ἔστι δὲ οὕτως εὐπόρου Δεσπότου δοῦλον πένητα εἶναι, ἐὰν ἵλεω τὸν ἑαυτοῦ Κύριον ἔχῃ. Τὸ παρατηρεῖν ἡμέρας οὐ Χριστιανικῆς φιλοσοφίας, ἀλλ’ Ἑλληνικῆς πλάνης ἐστίν. Εἰς τὴν ἄνω πόλιν ἀπεγράψω, εἰς τὴν ἐκεῖ πολιτείαν τελεῖς, ἀγγέλοις σαυτὸν ἀναμίξας· οὗ οὐκ ἔστι φῶς εἰς σκότος λῆγον, οὒθ’ ἡμέρα εἰς νύκτα τελευτῶσα, ἀλλὰ διαπαντὸς ἡμέρα, διαπαντὸς φῶς. Πρὸς ἐκεῖνα τοίνυν βλέπωμεν διαπαντός. «Τὰ ἄνω γάρ, φησί, ζητεῖτε, οὗ ὁ Χριστὸς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος». Οὐδὲν ἔχεις κοινὸν πρὸς τὴν γῆν, ἔνθα ἡλίου δρόμοι, καὶ περίοδοι, καὶ ἡμέραι· ἀλλ’ ἐὰν ὀρθῶς ζῇς, ἡ νὺξ ἡμέρα σοι γίνεται· ὥσπερ οὖν τοῖς ἐν ἀσέλγεια καὶ μέθη καὶ ἀκολασία βιοῦσιν ἡ ἡμέρα αὐτῶν πρὸ τῇ τῆς νυκτὸς μεταφέρεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας τῇ μέθῃ σκοτιζομένης. Τὸ πρὸς ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονήν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγοράς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν. Σὺ δὲ ταύτης ἀπήλλαξαι τῆς ἀσθενείας, καὶ εἰς ἄνδρας τελεῖς, καὶ εἰς τὴν τῶν οὐρανῶν ἐνεγράφης πολιτείαν. Μὴ τοίνυν ἐπὶ τῆς ἀγορὰς ἀνακαύσῃς πῦρ αἰσθητόν, ἀλλ’ ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν. «Λαμψάτω γάρ, φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Τοῦτο τὸ φῶς πολλῆς σοι φέρει τὴν ἀμοιβήν. Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπιδεῖξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός. Μηδὲν εἰκῆ, μηδὲ ἁπλῶς γενέσθω· οὕτω Παῦλος ἐπέταξε πάντα εἰς δόξα Θεοῦ ποιεῖν. «Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε, εἴτε τι ποιεῖται, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε». Καὶ πῶς ἔστι, φησί, φαγεῖν καὶ ποιεῖν εἰς δόξαν Θεοῦ; Κάλεσον πένητα, κοινωνὸν ποίησον τῆς τραπέζης τὸν Χριστόν, καὶ εἰς δόξαν Θεοῦ ἔφαγες καὶ ἔπιες. Ἀλλ’ οὐ τοῦτο μόνον ἐπέταξεν εἰς δόξαν Θεοῦ ποιεῖν, ἀλλὰ καὶ τὰ λοιπὰ ἅπαντα, οἶόν ἐστιν ἐμβαλεῖν εἰς τὴν ἀγοράν, καὶ οἶκοι μεῖναι· ἀμφότερα ταῦτα διὰ τὸν Θεὸν γενέσθω. Καὶ πῶς ἔστιν ἀμφότερα ταῦτα γίνεσθαι διὰ τὸν Θεόν; Ὅταν εἰς ἐκκλησίαν βαδίζῃς, ὅταν εὐχῆς μετέχῃς, ὅταν διδασκαλίας πνευματικῆς, ἡ πρόοδος εἰς δόξαν Θεοῦ γέγονε. Πάλιν ἐστὶν οἶκοι διὰ τὸν Θεὸν μεῖναι. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν ἀκούσῃς θόρυβος, ἀταξίας καὶ πομπὰς διαβολικάς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἶκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ. Ὥσπερ δὲ τὰς οἶκοι διατριβὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν θεόν, οὕτω καὶ ἐπαίνους καὶ ψόγους.
Καὶ πῶς ἔστιν εἰς δόξαν Θεοῦ τινα ἐπαινέσαι, φησί, καὶ αἰτιάσασθαι; Καθίζεσθε πολλάκις ἐν τοῖς ἐργαστηρίοις, ὁρᾶτε παριόντας πονηροὺς καὶ φαύλους ἀνθρώπους, τὰς ὀφρῦς ἀνασπώντας, πεφυσιωμένους, παρασίτους καὶ κόλακας πολλοὺς ἐπισυρομένους, πολυτελῆ φοροῦντας ἱμάτια, πολλὴν περιβεβλημένους τὴν φαντασίαν, τὰ πάντων ἁρπάζοντας, πλεονεκτοῦντας. Ἂν ἀκούσῃς τινὸς λέγοντος, Οὐχὶ ζηλωτὸς οὗτος, οὐχὶ μακάριος; Ἐπιτίμησον, ἐγκάλεσον, ἐπιστόμισον, ταλάνισον, δάκρυσον· τοῦτό ἐστι ψέξαι διὰ τὸν Θεόν. Ὁ ψόγος διδασκαλία τοῖς συγκαθημένοις φιλοσοφίας καὶ ἀρετῆς ὁ τοιοῦτος, μηκέτι περὶ τὰ βιωτικὰ κεχηνέναι. Εἰπὲ πρὸς τὸν ταῦτα εἰρηκότα· διὰ τὶ μακάριος οὗτος; Ἐπειδὴ θαύμασον ἵππον ἔχει καὶ χρυσοχάλινον, καὶ οἰκέτας πολλοὺς κέκτηται, καὶ φαιδρὰν περιβέβληται στολήν, καὶ μέθῃ καὶ τρυφῇ διαῤῥήγνυται καθ’ ἑκάστην ἡμέραν; Ἀλλὰ διὰ τοῦτο ἄθλιος ἂν εἴη καὶ ταλαίπωρος, καὶ μυρίων δακρύων ἄξιος. Ὁρῶ γόην ὑμᾶς οὐδὲν δυναμένους ἐπαινέσαι τῶν αὐτοῦ, ἀλλὰ τὰ ἐκτὸς αὐτοῦ πάντα, τὸν ἵππον, τὸν χαλινόν, τὰ ἱμάτια, ὧν οὐδὲν ἐστι πρὸς αὐτόν. Τὶ γένοιτ’ ἂν οὖν ἀθλιώτερον, εἰπὲ μοι, τούτου, ὅταν ὁ μὲν ἵππος αὐτοῦ, καὶ ὁ χαλινὸς τοῦ ἵππου, καὶ τῶν ἱματίων τὸ κάλλος, καὶ ἡ σωματικὴ τῶν οἰκετῶν εὐεξία θαυμάζηται, αὐτὸς δὲ ἀνεγκωμίαστος παρατρέχῃ; Τὶ τοίνυν γένοιτ’ ἂν πενέστερον τούτου, τοῦ μηδὲν ἔχοντος καλὸν οἰκεῖον μὴθ’ ὃ δυνήσεται ἐντεῦθεν ἀπενεγκεῖν, ἀλλὰ τοῖς ἀλλοτρίοις καλλωπιζομένου πᾶσιν; Οἰκεῖος γὰρ ἡμῶν κόσμος καὶ πλοῦτος οὐκ οἰκέται καὶ ἱμάτια καὶ ἵπποι, ἀλλὰ ψυχῆς ἀρετή, καὶ πλοῦτος ἀγαθῶν ἔργων, καὶ ἡ πρὸς τὸν Θεὸν παῤῥησίᾳ.


δ’. Πάλιν ἕτερον ἂν ἴδῃς πτωχόν, ἀπεῤῥιμμένον, καταφρονούμενον πτωχείᾳ καὶ ἀρετῇ συζῶντα, καὶ ταλανιζόμενον παρὰ τῶν συγκαθημένων, ἐπαίνεσον τοῦτον, καὶ γέγονεν ὁ ἔπαινος τοῦ παρελθόντος παραίνεσις καὶ συμβουλῇ χρηστῆς καὶ ἀγαθῆς πολιτείας. Εἰ λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ’ ἐπιλείποντα, συνειδὸς ἔχων καθαρόν. Τὶ γὰρ αὐτῷ βλάβος ἐκ τῆς ἐνδείας τῶν χρημάτων, ὅταν τὸν οὐρανὸν καὶ τὰ ἐν τῷ οὐρανῷ μέλλῃ κληρονομεῖν ἀγαθά; Ἂν οὕτω καὶ αὐτὸς φιλοσοφῇς, καὶ ἄλλους παιδεύῃς, πολλὴν λήψῃ καὶ τοῦ ψόγου καὶ τῶν ἐπαίνων τὴν μισθαποδοσίαν, ἀμφότερα εἰς δόξαν Θεοῦ ποιήσας. Καὶ ὅτι οὐ μάτην σε ψυχαγωγῶ ταῦτα λέγων, ἀλλὰ μεγάλη τις τοῖς οὕτω τὴν γνώμην διακειμένοις κεῖται παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀμοιβή, καὶ ἀρετὴ τις νενόμισται τὸ πρᾶγμα, τὸ τὰ τοιαῦτα ψηφίζεσθαι, περὶ τῶν οὕτω ζώντων, ἄκουσον τὶ φησιν ὁ προφήτης, καὶ πῶς ἐν τάξει κατορθωμάτων τίθησι τὸ τοὺς πονηρευομένους ἐξουθενεῖν, καὶ τοὺς φοβουμένους τὸν Θεὸν δοξάζειν. Μετὰ γὰρ τὸ καταλέξαι τὴν ἄλλη ἀρετὴν τοῦ μέλλοντος παρὰ τοῦ Θεοῦ τιμᾶσθαι, καὶ εἰπεῖν, οἷον εἶναι χρὴ τὸν ἐν τῷ ἁγίῳ κατοικοῦντα σκηνώματι, ὅτι ἄμωμον, καὶ ἐργαζόμενον δικαιοσύνην, καὶ ἀπόνηρον, καὶ τοῦτο προσέθηκεν· εἰπὼν γάρ· «Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν»· ἐπήγαγε· «Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει»· δείκνυς ὅτι καὶ τοῦτο ἓν τι τῶν κατορθωμάτων ἐστί, τὸ καταφρονεῖν τῶν πονηρῶν, καὶ ἐπαινεῖν καὶ μακαρίζειν τοὺς ἀγαθούς. Καὶ πάλιν ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο δηλῶν, ἔλεγεν· «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν». Ὃν ὁ Θεὸς ἐπαίνει, μὴ μέμψῃ· ἐπαίνει δὲ τὸν ἐν δικαιοσύνῃ ζῶντα, κἂν πτωχὸς ᾗ. Ὃν ὁ Θεὸς ἀποστρέφεται, μὴ ἐπαινέσῃς· ἀποστρέφεται δὲ τὸν ἐν πονηρία ζῶντα, κἂν πολὺν ᾗ περιβεβλημένος πλοῦτον. Ἀλλ’ ἂν τ’ ἐπαινῇς, ἂν τὲ ψέγῃς, ἀμφότερα ὡς ὁ Θεὸς βούλεται ποιεῖ. Ἔστι καὶ ἐγκαλέσαι εἰς δόξαν Θεοῦ. Πῶς; Ἐπὶ τῶν οἰκετῶν ἀγανακτοῦμεν πολλάκις. Πῶς οὖν ἔστιν ἐγκαλέσαι διὰ τὸν Θεόν; Ἂν μεθύοντα ἴδῃς, ἂν κλέπτοντα, ἢ τὸν οἰκέτην, ἢ τὸν φίλον, ἢ ἕτερόν τινα τῶν σοι προσηκόντων, ἂν εἰς θέατρα τρέχοντα, ἂν τῆς ψυχῆς ἀμελοῦντα τῆς ἑαυτοῦ, ἂν ὀμνύοντα, ἂν ἐπιορκοῦντα, ἂν ψευδόμενον, ἀγανάκτησον, κόλασον, ἐπίστρεψον, διόρθωσαι· καὶ ταῦτα πάντα ἐποίησας διὰ τὸν Θεόν. Ἂν εἰς σὲ ἁμαρτάνοντα ἴδῃ, καὶ τῆς εἰς σὲ θεραπείας ἐλλείποντα, σύγγνωθι, καὶ συνέγνως διὰ τὸν Θεόν. Νυνὶ δὲ πολλοὶ τοὐναντίον ποιοῦσι, καὶ ἐπὶ τῶν φίλων, καὶ ἐπὶ τῶν οἰκετῶν. Ὅταν μὲν γὰρ εἰς αὐτοὺς ἁμάρτωσιν, πικροὶ καὶ ἀσύγγνωστοι γίνονται δικασταί· ὅταν δὲ εἰς τὸν Θεὸν ἐνυβρίζωσι, καὶ τὰς ἑαυτῶν ἀπόλωσι ψυχάς, οὐδένα ποιοῦνται λόγον. Πάλιν, φίλους ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Ἐχθροὺς ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Καὶ πῶς ἔστι φίλους ποιῆσαι διὰ τὸν Θεὸν καὶ ἐχθρούς; Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ’ ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχήν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμήσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ. Πάλιν ἐχθροὺς ἔξεστι ποιῆσαι διὰ τὸν Θεόν. Ἐὰν ἴδῃς τινὰ ἀκόλαστον, μιαρόν, πονηρίας γέμοντα, δογμάτων ἀκαθάρτων πεπληρωμένον, ὑποσκελίζοντά σε καὶ παραβλάπτοντά σε, ἀπόστηθι καὶ ἀποπήδησον, καθάπερ καὶ ὁ Χριστὸς ἐκέλευσεν εἰπών· «Ἐὰν ὁ ὀφθαλμὸς σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ», κελεύων τοὺς φίλους ἐκείνους, τοὺς ἐν ὀφθαλμῶν τάξει ποθεινοὺς ὄντας, καὶ ἀναγκαίους ἐν τοῖς βιωτικοῖς πράγμασιν, ἀποκόπτειν, καὶ ἐκβάλλειν, ἂν παραβλάπτωσιν εἰς τὴν τῆς ψυχῆς σωτηρίαν ἡμᾶς. Ἂν συλλογῶν κοινωνῇς, καὶ λόγον ἀποτείνῃς μακρόν, διὰ τὸν Θεὸν καὶ τοῦτο ποίησον, καὶ σιγᾷς, διὰ τὸν Θεὸν σίγησον. Καὶ πῶς ἔστι συλλόγου κοινωνεῖν διὰ τὸν Θεόν; Ἂν συγκαθήμενός τισι, μηδὲν περὶ βιωτικῶν διαλέγῃ πραγμάτων, μηδὲ τῶν ἁπλῶν καὶ εἰκῆ καὶ οὐδὲν ἡμῖν προσηκόντων, ἀλλὰ περὶ φιλοσοφίας τῆς ἡμετέρας, περὶ γεέννης, περὶ βασιλείας οὐρανῶν, ἀλλὰ μὴ τὰ περιττὰ καὶ ἀνόνητα, οἷον· τὶς ἀρχῆς ἐπέβη; Τὶς παρελύθη τῆς ἀρχῆς; Τινὸς οὖν ἕνεκεν ὁ δεῖνα ἐζημίωται; Πόθεν ὁ δεῖνα ἐκέρδανε καὶ εὐπορώτερος γέγονε; Τὶ κατέλιπεν ὁ δεῖνα τῷ δεῖνι τελευτῶν; Πῶς δὲ ὁ δεῖνα ἀπέτυχεν, εἰς τοῦ πρώτους τῶν κληρονομῶν ἐγγραφήσεσθαι προσδοκήσας; Καὶ πολλὰ ἕτερα τοιαῦτα. Μὴ δὴ τὰ τοιαῦτα διαλεγώμεθα, μηδὲ ἑτέρων διαλεγόντων ἀνεχώμεθα· ἀλλὰ σκοπῶμεν τὶ ποιοῦντας, ἢ τὶ λέγοντας ἔστιν ἀρέσαι Θεῷ. Πάλιν ἔστι σιγῆσαι διὰ τὸν Θεόν, ὑβριζόμενος, λοιδορούμενος, μυρία πάσχων κακά, ἂν φέρῃς γενναίως, καὶ μηδὲν ῥῆμα βλάσφημον ἐξενέγκῃς εἰς τὸν ταῦτα ποιοῦντα. Οὐκ ἐπαινέσαι δὲ καὶ ψέξαι μόνον, οὐδὲ ἔνδον μεῖναι καὶ ἐξελθεῖν, οὐδὲ φθέγξασθαι καὶ σιγῆσαι, ἀλλὰ καὶ κλαῦσαι καὶ λυπηθῆναι, καὶ ἡσθῆναι καὶ εὐφρανθῆναι ἔστιν εἰς δόξαν Θεοῦ. Ὅταν γὰρ ἴδῃς ἢ ἀδελφὸν ἁμαρτάνοντα, ἢ σαυτὸν παραπτώματι περιπεσόντα, εἶτα στενάξῃς καὶ λυπηθῇς, ἐκέρδανας ἀπὸ τῆς λύπης σωτηρίαν ἀμεταμέλητον, καθάπερ ὁ Παῦλός φησιν· «Ἡ γὰρ κατὰ Θεὸν λύπη σωτηρίαν ἀμεταμέλητον κατεργάζεται». Ἂν ἴδῃς εὐδοκιμοῦντα ἕτερον, εἶτα μὴ βασκάνῃς, ἀλλ’ ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς εὐχαριστήσῃς τῷ Θεῷ, τῷ ποιήσαντι λαμπρὸν σου τὸν ἀδελφόν, καὶ τῆς χαρᾶς ταύτης πολὺν ἔλαβες τὸν μισθόν.


ε’. Τὶ γένοιτ’ ἂν οὖν, εἰπὲ μοι, τῶν βασκάνων ἐλεεινότερον ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαράν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον; Καὶ τὶ χρὴ λέγειν ἐπαίνους, καὶ ψόγους, καὶ λύπας, καὶ χαρᾶς, ὅπου γε καὶ ἀπὸ τῶν μικροτάτων αὐτῶν καὶ εὐτελεστάτων πραγμάτων τὰ μέγιστ’ ἔστι καρπώσασθαι, ἂν δεῖ τὸν Θεὸν αὐτὰ ποιῶμεν; Τὶ γὰρ τοῦ κείρασθαι εὐτελέστερον; Ἀλλ’ ἔστι καὶ τοῦτο ποιῆσαι διὰ τὸν Θεόν. Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατακοσμήσῃς, ἀλλ’ ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθόν, ὅτι ἐπιθυμίαν ἐκόλασας πονηράν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας. Εἰ γὰρ τὸ ποτήριον μόνον ψυχροῦ δοὺς διὰ τὸν Θεόν, βασιλείαν οὐρανῶν κληρονομήσει, ὁ πάντα ποιῶν διὰ τὸν θεὸν ἐννόησον πόσης ἀπολαύσεται τῆς ἀμοιβῆς. Ἔστι καὶ βαδίζειν διὰ τὸν θεόν, καὶ βλέπειν διὰ τὸν Θεόν. Πῶς ἔστι βλέπειν διὰ τὸν Θεόν, καὶ βαδίζειν; Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσα, χαλινώσῃς τὸν ὀφθαλμόν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν θεὸν τοῦτ’ ἐποίησας· ὅταν τὰ μὴ πολυτελῆ, καὶ μαλακωτέρους ἡμᾶς ποιοῦντα, ἀλλὰ τὰ δυνάμενα ἡμᾶς σκεπεῖν, ταῦτα περιβαλλόμεθα μόνον. Ἔστι καὶ μέχρις ὑποδημάτων τοῦτον ἐξαγαγεῖν τὸν νόμον. Καὶ γὰρ πολλοὶ πρὸς τοῦτο βλακείας καὶ ἀσωτίας ἐξώλισθον, ὡς καὶ τὰ ὑποδήματα καλλωπίζειν, καὶ πάντοθεν αὐτὰ ποικίλλειν οὐχ ἧττον ἢ τὰς ὄψεις ἕτεροι· ὅπερ ψυχῆς ἐστιν ἀκαθάρτου καὶ διεφθαρμένης. Εἰ γὰρ καὶ αὐτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλης ἐξωλείας δεῖγμα καὶ ἔλεγχος ἂν εἴη τοῦτο, καὶ ἐπ’ ἀνδρῶν καὶ ἐπὶ γυναικῶν. Ἔξεστι τοίνυν καὶ ὑποδήμασι χρῆσθαι διὰ τὸν Θεόν, ὅταν πανταχοῦ τὴν χρείαν ἐπιζητῶμεν, καὶ τοῦτο μέτρον τῆς ἀπολαύσεως ποιώμεθα. Καὶ ὅτι καὶ διὰ βαδίσεως καὶ διὰ στολῆς ἔστι τὸν Θεὸν δοξάσαι, ἄκουσον τὶ φησι σοφὸς τις ἀνήρ· «Στολισμὸς ἀνδρός, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὺς ἀναγγέλλει τὰ περὶ αὐτοῦ». Ὅταν γὰρ κατεσταλμένοι, καὶ σεμνότητος γέμοντες, καὶ πολλῆς πανταχόθεν ἐπιδεικνύμενοι τὴν σωφροσύνην φαινώμεθα· καὶ ἀπὸ ψιλῆς τῆς συντυχίας καὶ ὁ ἄπιστος, καὶ ὁ ἀκόλαστος, καὶ ὁ θορυβώδης τὸν τοιοῦτον ἰδὼν θαυμάσεται, κἂν ἁπάντων ἀναισθητότερος ᾗ. Κἂν γυναῖκα ἀγώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιῶμεν, ἵνα σωφρονῶμεν, οὐχ ἵνα τὴν οὐσίαν εὐπορωτέραν ἐργαζώμεθα, ἵνα ψυχῆς εὐγένειαν ἐπιζητῶμεν, μὴ χρημάτων περιουσίαν, μηδὲ προγόνων περιφάνειαν, ἀλλὰ τρόπων ἀρετὴν καὶ ἐπιείκειαν· συνέμπορον τοῦ βίου λαμβάνωμεν, οὐχὶ καπηλείας κοινωνόν. Καὶ τὶ δεῖ πάντα καταλέγειν; Ἔξεστι γὰρ λοιπὸν ἡμῖν ἐκ τῶν εἰρημένων ἕκαστον ἐφοδεύειν τῶν γινομένων καὶ πραττομένων, καὶ πάντα διὰ τὸν Θεὸν ποιεῖ. Καὶ καθάπερ οἱ ἔμποροι περιπλέοντες τὸ πέλαγος, καὶ εἰς πόλεις ὁρμίζοντες, οὐ πρότερον ἀποβαίνουσι τοῦ λιμένος, οὐδὲ εἰς τὴν ἀγορὰν ἀναβαίνουσιν, ἕως ἂν πύθωνται, ὅτι κέρδος ἔχει τι τῶν ἐκεῖ ἀποτεθειμένων· οὕτω καὶ σὺ μηδὲν μήτε πράξῃς, μὴτ’ εἴπῃς, ἂν μὴ κέρδος ἔχῃ τὸ κατὰ Θεόν. Καὶ μὴ μοι λέγε ὅτι οὐ δυνατὸν διὰ τὸν Θεὸν πάντα ποιεῖν. Ὅταν γὰρ ὑπόδεσις, καὶ κουρᾷ, καὶ ἱματίων στολή, καὶ βάδισις, καὶ ὄψις, καὶ ῥήματα, καὶ συνέδρια, καὶ εἴσοδοι καὶ ἔξοδοι, καὶ σκώμματα καὶ ἔπαινοι, καὶ ψόγοι καὶ ἐγκώμια, καὶ φιλίαι, καὶ ἔχθραι δύνωνται διὰ τὸν Θεὸν γενέσθαι, τὶ ἔστι λοιπὸν ὃ μὴ δυνατὸν γενέσθαι διὰ τὸν Θεόν, ἂν θέλωμεν; Τὶ δεσμοφύλακος χεῖρον; Οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ; Ἀλλ’ ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδάναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ’ ἀλλοτρίας συμφοράς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι. Οὕτως ὁ δεσμοφύλαξ ἐκεῖνος ἐσώθη ὁ ἐπὶ Παύλου· ὅθεν δῆλον ὅτι πάντοθεν ἂν θέλωμεν, δυνάμεθα πραγματεύεσθαι.


Ϛ’. Τὶ φόνου χαλεπώτερον, εἰπὲ μοι; Ἀλλ’ ἠδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ ποιήσαντι τοῦτο τὸ τόλμημα· τοσοῦτόν ἐστι τὸ διὰ τὸν θεὸν τὶ ποιεῖ. Καὶ πῶς ἠδυνήθη δικαιοσύνην ἐργάσασθαι φόνος; Οἱ Μαδιηναῖοι ποτὲ βουλόμενοι τὸν Θεὸν ἐκπολεμώσαι τοῖς Ἰουδαίοις καὶ ταύτῃ προσδοκῶντες αὐτῶν περιέσεσθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσαιεν τοῦ Δεσπότου, κόρας καλλωπίσαντες, καὶ τοῦ στρατοπέδου προστήσαντες, ἐδελέασαν αὐτούς, καὶ εἰς πορνείαν ἤγαγον, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν. Τοῦτο ἰδὼν Φινεές, μεταχειρισάμενος ξίφος, καὶ πορνεύοντας δύο καταλαβών, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησε, καὶ ἔστησε τοῦ Θεοῦ τὴν ὀργὴν ἀπὸ τῆς γνώμης. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων, ὅθεν καὶ δικαιοσύνην ἤνεγκε τῷ ποιήσαντι. Καὶ οὐ μόνον οὐκ ἐμίανε τὰς χεῖρας, ἀλλὰ καὶ καθαρωτέρας εἰργάσατο ὁ φόνος ἐκεῖνος, καὶ μάλα εἰκότως· οὐ γὰρ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος τοῦτ’ εἰργάσατο· ἀπέκτεινε δύο, καὶ ἔσωσε μυριάδας ἀπείρους. Καθάπερ γὰρ ἰατροὶ ποιοῦσι τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα καὶ ὑγιές· οὕτω κἀκεῖνος ἐποίησε. Διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· «Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεάν, ἕως τοῦ αἰῶνος». Ἀθάνατος γοῦν ἡ μνήμη τοῦ κατορθώματος μένει. Πάλιν ἕτερος ηὔξατο, καὶ προσέκρουσε τῷ Θεῷ· τοσοῦτόν ἐστι τὸ μὴ ποιεῖν τὶ διὰ τὸν Θεόν· ὁ Φαρισαῖος λέγω. Ἀλλ’ ὥσπερ Φινεὲς φόνον ποιήσας εὐδοκίμησεν, οὕτω καὶ οὗτος οὐ παρὰ τὴν εὐχήν, ἀλλὰ παρὰ τὴν γνώμην, μεθ’ ἧς ηὔξατο, κατέπεσε προσκρούσας. Οὕτως ὅταν μὴ διὰ τὸν Θεὸν γίνηταί τι, κἂν πνευματικὸν ᾗ τὸ γινόμενον, τὰ μέγιστα βλάψειεν· ὥσπερ οὖν ὅταν διὰ τὸν Θεὸν γίνηται, κἂν βιωτικὸν ᾗ τὸ γινόμενον, τὰ μέγιστα ὠφελεῖ τὸν μετὰ φιλοθέου γνώμης ποιοῦντα. Τὶ γὰρ φόνου χεῖρον καὶ χαλεπώτερον; Ἀλλ’ ὅμως δίκαιον εἰργάσατο τὸν τολμήσαντα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς οἱ λέγοντες, ὅτι οὐ δυνατὸν πάντοθεν κερδαίνειν, καὶ πάντα διὰ τὸν Θεὸν ἐργάζεσθαι, ὄτα εὑρέθη τις καὶ ἀπὸ φόνου κερδάνας; Ἂν ἐθέλωμεν προσέχειν, διὰ παντὸς τοῦ βίου τὴν πνευματικὴν ταύτην ἐμπορευσόμεθα πραγματείαν, κἂν πρίασθαί τι, κἂν ἀποδόσθαι δέῃ· οἷον ὅταν μὴ πλέον τῆς νενομισμένης ἀπαιτῶμεν τιμῆς, ὅταν μὴ τοὺς καιροὺς τῆς στενοχωρίας παρατηρῶμεν, καὶ τότε τοῖς δεομένοις μεταδιδῶμεν· «Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος», φησί. Καὶ τὶ χρὴ καθ’ ἕκαστον λέγειν, δέον δι’ ἑνὸς ὑποδείγματος τὸ πᾶν συλλαβεῖν; Καθάπερ γὰρ οἱ οἰκοδόμοι, ἐπειδὰν μέλλωσι τοῖχον ἐγείρειν, σπαρτίον τείναντες ἀπὸ γωνίας εἰς γωνίαν, οὕτως ὑφαίνουσι τὴν οἰκοδομήν, ὥστε μὴ ἀνώμαλον αὐτῆς γενέσθαι τὴν ἐπιφάνειαν· οὕτω δὴ καὶ ἡμεῖς ἀντὶ σπαρτίου τὸ ῥῆμα τοῦτο τείναντες τὸ λέγον· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξα Θεοῦ ποιεῖτε». Ἂν τε εὐχόμεθα, ἂν τε νηστεύωμεν, ἂν τε ἐγκαλῶμεν, ἂν τε συγγινώσκωμεν, ἂν τε ἐπαινῶμεν, ἂν τε ψέγωμεν, ἂν τε εἰσίωμεν, ἂν τε ἐξίωμεν, ἂν τε πωλῶμεν, ἂν τε ἀγοράζωμεν, ἂν τε σιγῶμεν, ἂν τε διαλεγώμεθα, ἂν τε ἄλλο ὁτιοῦν πράττωμεν, εἰς δόξαν Θεοῦ πάντα ποιῶμεν, κἂν μὴ τι εἰς δόξαν Θεοῦ γίνηται, μηδὲ γινέσθω, μηδὲ λεγέσθω παρ’ ἡμῶν· ἀλλ’ ἀντὶ βακτηρίας μεγάλης, ἀνθ’ ὅπλου καὶ ἀσφαλείας, ἀντὶ θησαυρῶν ἀφάτων, ὅπουπερ ἂν ὦμεν, τὸ ῥῆμα τοῦτο μεθ’ ἑαυτῶν περιφέρωμεν, ἐγγράψαντες τῇ διανοίᾳ, ἵνα πάντα εἰς δόξαν Θεοῦ καὶ ποιήσαντες καὶ εἰπόντες καὶ πραγματευσάμενοι, τῆς παρ’ αὐτοῦ τύχωμεν δόξης καὶ ἐνταῦθα καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. «Τοὺς γὰρ δοξάζοντάς με, φησί, δοξάσω». Μὴ τοίνυν ῥήμασιν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτὸν δοξάζωμεν συνεχῶς σὺν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |