ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρός Τιμόθεον Επιστολή Α'

Πέμπτη 20 Οκτωβρίου 2016

Πρός Τιμόθεον Επιστολή Α'




Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62


 ΥΠΟΘΕΣΙΣ.

Τῶν τοῦ Ἀποστόλου μαθητῶν  εἷς καὶ ὁ Τιμόθεος ἦν. Καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστρᾳ καὶ Ἰκονίῳ ἀδελφῶν· ὃς ἅμα τε μαθητὴς ἐγένετο, καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς  περιτομῆς  κηρύσσοντος,  καὶ  μαθὼν  ὅτι  καὶ  Πέτρῳ  ἀντέστη  τούτου  ἕνεκεν, ἑλέσθαι  μὴ μόνον  τὸ ἐναντίον  μὴ κηρῦξαι, ἀλλὰ  καὶ  παθεῖν· περιέτεμε  γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ  τοιαύτῃ· οὕτω τε αὐτῷ πᾶσαν τὴν οἰκονομίαν  ἐνεπίστευσεν. Ἤρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα, ὅστις ἐστί. Καὶ γὰρ καὶ ἀλλαχοῦ  αὐτῷ μαρτυρεῖ γράφων  [καὶ λέγων], Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε,  ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον· καὶ Κορινθίοις πάλιν ἐπιστέλλει λέγων,
Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν  καὶ πιστὸν ἐν Κυρίῳ· καὶ πάλιν, Βλέπετε  μή  τις  αὐτὸν  ἐξουθενήσῃ·  τὸ  γὰρ  ἔργον  Κυρίου ἐργάζεται,  ὡς  κἀγώ.  Καὶ Ἑβραίοις  δὲ  γράφων   ἔλεγε,  Γινώσκετε  τὸν  ἀδελφὸν   Τιμόθεον  ἀπολελυμένον·   καὶ πολλὴν  πανταχόθεν  εὕροι τις ἂν αὐτοῦ τὴν ἀγάπην.


Καὶ τὰ νῦν δὲ γενόμενα  θαύματα δείκνυσιν αὐτοῦ τὴν παῤῥησίαν. Εἰ δέ τις ἐξετάζοι, τί δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι  γε καὶ Σίλας τῶν  εὐδοκίμων  ἦν, καὶ Λουκᾶς ὁμοίως· φησὶ γὰρ αὐτὸς γράφων.  Καὶ Λουκᾶς ἐστι μόνος  μετ' ἐμοῦ· καὶ Κλήμης δὲ εἷς τῶν  συνόντων  αὐτῷ ἐτύγχανε· φησὶ γὰρ καὶ περὶ αὐτοῦ, Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου· τίνος οὖν ἕνεκεν Τίτῳ καὶ Τιμοθέῳ  γράφει μόνοις; Ὅτι τούτοις ἤδη Ἐκκλησίας ἦν ἐγκεχειρικὼς,  ἐκείνους δὲ ἔτι μεθ' ἑαυτοῦ περιῆγε· τούτους δὲ φανεροῖς τισι τόποις ἀφώρισε.  Τοσαύτη γὰρ  ἦν  αὐτοῦ  ἡ  ὑπερβολὴ  τῆς  ἀρετῆς,  ὡς  μηδὲν  τὴν  νεότητα ἐμποδίσαι. ∆ιὰ τοῦτο γράφων φησί· Μηδείς σου τῆς νεότητος καταφρονείτω.  [καὶ πάλιν, Τὰς νεωτέρας,  φησὶν,  ὡς  ἀδελφάς.]  Ὅταν  γὰρ  ᾖ  ἀρετὴ,  πάντα  περιττὰ,  καὶ  οὐδὲν ἐμποδὼν  γένοιτ' ἄν.  Καὶ γὰρ περὶ  ἐπισκόπων  διαλεγόμενος,  καὶ  πολλὰ  περὶ  αὐτῶν εἰπὼν, οὐδαμοῦ περὶ τῆς ἡλικίας ἀκριβολογεῖται. Εἰ δὲ λέγοι γράφων, Τέκνα ἐν ὑποταγῇ ἔχοντα, καὶ, Μιᾶς γυναικὸς  ἄνδρα, οὐ τοῦτό φησιν, ὡς ἀναγκαῖον  καὶ τέκνα ἔχειν καὶ
 γυναῖκα, ἀλλ', εἰ συμβαίη ποτὲ ἀπὸ κοσμικῶν ἄγεσθαι, ἵνα τοιοῦτοι ὦσιν, ὡς καὶ οἰκίας εἰδέναι προεστάναι καὶ παίδων καὶ τῶν ἄλλων ἁπάντων. Εἰ γὰρ καὶ κοσμικὸς εἴη, καὶ μηδὲ ἐν τούτοις χρήσιμος γεγονὼς, πῶς ἂν ἐπιστεύθη φροντίδα Ἐκκλησίας; Τίνος δὲ ἕνεκεν  ἐπέστελλε,  φησὶ, τῷ  μαθητῇ  εἰς διδασκαλίαν  τεταγμένῳ  λοιπόν; οὐ γὰρ ἔδει πρότερον ἀπαρτισθῆναι αὐτὸν, εἶτα πέμπεσθαι; Ἀλλ' ἐδεῖτο διδασκαλίας οὐ τῆς αὐτῆς, ἧς οἱ μαθηταὶ, ἀλλὰ τῆς διδασκάλῳ πρεπούσης. Ὅρα οὖν αὐτὸν δι' ὅλης τῆς ἐπιστολῆς διδασκάλῳ  προσήκουσαν ποιούμενον  τὴν διδασκαλίαν.  Καὶ εὐθέως  ἐκ τοῦ προοιμίου οὐκ εἶπεν, ἵνα μὴ προσέχῃς τοῖς ἑτεροδιδασκαλοῦσιν, ἀλλὰ τί; Ἵνα παραγγείλῃς  αὐτοῖς μὴ ἑτεροδιδασκαλεῖν.

ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

αʹ. Μέγα τὸ  τοῦ  Ἀποστόλου  ἀξίωμα  ἦν,  μέγα  καὶ  θαυμαστόν·  καὶ  πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος, οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ' ὡς ἐγχειρισθέντα,  καὶ ἀνάγκην  ἔχοντα.  Καὶ γὰρ ὅταν  λέγῃ  κλητὸν  ἑαυτὸν,  καὶ ὅταν λέγῃ, ∆ιὰ θελήματος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ μοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο  ἀφωρίσθαι  λέγῃ,  ταῦτα  πάντα  ἀναίρεσις  φιλοτιμίας  καὶ ἀλαζονείας  ἐστίν. Ὥσπερ γὰρ ὁ ἐπιπηδῶν μὴ δεδομένῃ παρὰ Θεοῦ τιμῇ, μέμψεως ἄξιος τῆς ἐσχάτης· οὕτως ὁ διακρουόμενος  καὶ ἀποπηδῶν,  ἑτέρων  ἐστὶν ἐγκλημάτων  ὑπεύθυνος,  παρακοῆς καὶ ἀπειθείας. Τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς ὁ Παῦλός φησιν, οὕτω λέγων, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ. Οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς,  ἀλλὰ,  Κατ' ἐπιταγήν.  Ἵνα  γὰρ μή τι  ἀνθρώπινον πάθῃ  ὁ Τιμόθεος, νομίζων ἐξ ἴσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. Καὶ ποῦ ἐπέταξεν  αὐτῷ ὁ Θεός; Εὑρίσκεται τὸ Πνεῦμα λέγον  ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ πανταχοῦ  δὲ γράφων προστίθησι τὸ ὄνομα  τοῦ  Ἀποστόλου,  παιδεύων   τὸν  ἀκούοντα  μὴ  νομίζειν   ἀνθρώπινα   εἶναι  τὰ λεγόμενα·  ὁ γὰρ Ἀπόστολος οὐδὲν ἂν ἴδιον  λέγοι· καὶ εἰπὼν  Ἀπόστολον, εὐθέως τοῦ ἀκροατοῦ  τὴν  διάνοιαν   εἰς  τὸν  ἀποστείλαντα  παραπέμπει.  ∆ιὰ  τοῦτο  πασῶν  τῶν ἐπιστολῶν  τοῦτο προτίθησιν,  ἀξιόπιστον  τὸν λόγον  ποιῶν,  καὶ οὕτω λέγων·  Παῦλος ἀπόστολος  Ἰησοῦ  Χριστοῦ κατ'  ἐπιταγὴν   Θεοῦ  Σωτῆρος  ἡμῶν.  Καὶ μὴν  οὐδαμοῦ φαίνεται  ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ  ὁ Χριστὸς αὐτῷ διαλέγεται·  τί γάρ φησι; Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε· καὶ πάλιν, Καίσαρί σε δεῖ παραστῆναι. Ἀλλ' ἅπερ ἂν ὁ Υἱὸς ἐπιτάξῃ, [καὶ] ταῦτα τοῦ Πατρὸς ἐπιτάγματα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύ  ματος τοῦ Υἱοῦ. Ἰδοὺ γὰρ ἐξεπέμφθη, ὑπὸ τοῦ Πνεύματος, ἀφωρίσθη ὑπὸ τοῦ Πνεύματος, καί φησιν ἐπιταγὴν εἶναι Θεοῦ. Τί οὖν; μὴ ἄρα ἐλαττοῖ τοῦ Υἱοῦ τὴν ἐξουσίαν τὸ τὸν Ἀπόστολον αὐτοῦ κατ' ἐπιταγὴν τοῦ Πατρὸς πεπέμφθαι; Οὐδαμῶς· ὅρα γὰρ  πῶς  αὐτὴν  κοινὴν  ἐποίησεν.  Εἰπὼν  γὰρ,  Κατ'  ἐπιταγὴν  Θεοῦ Σωτῆρος  ἡμῶν, ἐπήγαγε, Καὶ Κυρίου Χριστοῦ Ἰησοῦ, τῆς ἐλπίδος  ἡμῶν. Ὅρα πῶςκυρίως  τὰ ἐπώνυμα τέθεικε. Καὶ μὴν ὁ Ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι, λέγων, Ἡ ἐλπὶς πάντων  τῶν περάτων τῆς γῆς· καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων  ἑτέρωθί φησιν, Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας. Πατάξω γὰρ, φησὶ, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ'  αὐτῶν   ὁ  διάβολος   πνεῖ,   ἅτε   ἐν   τῇ   τούτων   ἀναιρέσει   καὶ   τοῦ   ποιμνίου διασπειρομένου. Πρόβατα μὲν γὰρ ἀποκτείνας, τὸ ποίμνιον ἠλάττωσε· τὸν δὲ ποιμένα ἐκ μέσου ποιήσας, ὁλόκληρον τὴν ποίμνην ἐλυμήνατο. Ἅτε οὖν ἐν ἐλάττονι πόνῳ μείζονα ἐργαζόμενος,  καὶ ἐν μιᾷ ψυχῇ  τὸ πᾶν λυμαινόμενος,  τούτοις  ἐφίσταται  μᾶλλον.  ∆ιὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστᾷ λέγων, Σωτῆρα τὸν Θεὸν ἔχομεν, καὶ ἐλπίδα τὸν Χριστόν. Πολλὰ πάσχομεν, ἀλλ' ἔχομεν ἐλπίδας μεγάλας· κινδυνεύομεν, ἐπιβουλευόμεθα, ἀλλ' ἔχομεν σώζοντα, οὐκ ἄνθρωπον,  ἀλλὰ Θεόν. Οὔτε οὖν ὁ σώζων ἀσθενεῖ· Θεὸς γάρ ἐστι, καὶ οἷοι ἐὰν ὦσιν οἱ κίνδυνοι, οὐ περιέσονται ἡμῶν· οὔτε ἡ ἐλπὶς καταισχύνεται·  Χριστὸς γάρ ἐστι. ∆ύο γὰρ τούτοις φέρομεν τοὺς κινδύνους,  ἢ ταχέως αὐτῶν  ἀπαλλαττόμενοι,  ἢ χρησταῖς  ἐλπίσι τρεφόμενοι.  Πῶς δὲ οὐδαμοῦ τοῦ Πατρὸς Ἀπόστολον ἑαυτὸν εἶναί φησιν, ἀλλὰ τοῦ Χριστοῦ; Πάντα κοινοποιεῖ, καὶ Εὐαγγέλιον δὲ αὐτὸ λέγει  τοῦ Θεοῦ· Ὅσα γὰρ ἂν πάθωμεν,  φησὶν, οὐδέν ἐστι τὰ ἐνταῦθα.  Τιμοθέῳ, γνησίῳ τέκνῳ  ἐν πίστει. Καὶ τοῦτο παρακλητικόν.  Εἰ γὰρ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς  Παύλου  γενέσθαι  τέκνον,  οὐχ  ἁπλῶς,  ἀλλὰ  γνήσιον,  θαῤῥήσει  καὶ  περὶ  τῶν μελλόντων.  Πίστεως δὲ τὸ, κἂν  ἐναντία  ταῖς  ἐπαγγελίαις  ᾖ τὰ γινόμενα,  μὴ  καταπίπτειν  μηδὲ θορυβεῖσθαι. Ἀλλ' ἰδοὺ καὶ τέκνον, καὶ γνήσιον τέκνον, καὶ οὐδαμοῦ τῆς αὐτῆς ἐστιν οὐσίας. Ἀλλὰ τί; ἄλογον ἦν; Ἀλλ' οὐκ ἦν ἐκ Παύλου, φησίν· ὥστε οὐ τοῦ ἔκ τινος εἶναι τοῦτο δηλωτικόν.  Τί οὖν; ἑτεροούσιος ἦν; Οὐδὲ τοῦτο. Εἰπὼν γὰρ τέκνον, διὰ τοῦτο προσέθηκεν, Ἐν πίστει, ὥστε δηλῶσαι ὅτι γνήσιος ἦν καὶ ἐξ αὐτοῦ ἦν· οὐδὲν ἐνήλλακτο, κατὰ τὴν πίστιν τὸ ἐμφερὲς εἶχεν· ὃ καὶ ἐν τοῖς ἀνθρωπίνοις  ἐπὶ τῆς οὐσίας ἐστὶν, ὅμοιός ἐστιν υἱὸς τῷ πατρὶ, ἀλλ' οὐχ οὕτως, ὡς ἐπὶ Θεοῦ· πλείων  γὰρ ἐγγύτης ἐκεῖ. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ τῇ οὐσίᾳ ταυτόν εἰσιν, ἀλλ' ἑτέροις πολλοῖς διεστήκασι, χρώματι,  σχήματι, συνέσει, χρόνῳ,  προαιρέσει, τοῖς περὶ ψυχὴν,  τοῖς περὶ σῶμα, τοῖς ἐκτὸς, καὶ πλείοσιν ἑτέροις διεστήκασιν ἀλλήλων,  ἢ συνάπτονται  πρὸς ἀλλήλους· ἐκεῖ δὲ τούτων οὐδὲν ἔστι τῶν διαφραγμάτων.  Τὸ, Κατ' ἐπιταγὴν, τοῦ, Κλητὸς, ἐνεργέστερόν ἐστι, καθὼς καὶ ἀλλαχόθεν  ἔστι μαθεῖν.  Ὅμοιον δὲ τοῦ, Τιμοθέῳ γνησίῳ  τέκνῳ,  καὶ Κορινθίοις φησὶν,  Ἐν Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα,  τουτέστιν  ἐν πίστει. Τὸ δὲ, γνήσιον,  προστίθησι, τὴν  ἀκριβῆ καὶ ὑπὲρ τοὺς ἄλλους  πρὸς αὐτὸν  ὁμοιότητα  δεῖξαι βουλόμενος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν, καὶ τὴν διάθεσιν τὴν πολλήν.  Ἰδοὺ τὸ, ἐν, πάλιν  ἐπὶ τῆς πίστεως· Γνησίῳ γὰρ τέκνῳ  ἐν πίστει, φησίν. Ὅρα δὲ καὶ  τὸ ἐγκώμιον  ὅσον, εἴ γε μὴ μόνον  υἱὸν  αὑτοῦ  φησιν  αὐτὸν,  ἀλλὰ  καὶ γνήσιον  τέκνον.  Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
βʹ. ∆ιὰ τί τῶν  ἄλλων  ἐπιστολῶν  οὐδαμοῦ τὸν ἔλεον προέταξεν, ἀλλ' ἐνταῦθα; Καὶ τοῦτο ἀπὸ πολλῆς  φιλοστοργίας· πλείονα  γὰρ ἐπεύχεται  τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων. Οὕτω γὰρ ἐδεδοίκει, ὡς, ὃ μηδαμοῦ πεποίηκε, καὶ σωματικῶν ἕνεκεν ἐπιστεῖλαι  πρὸς αὐτὸν, ὡς ὅταν λέγῃ, Οἴνῳ ὀλίγῳ  χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς  σου ἀσθενείας. Πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι  δέονται  τοῦ ἐλέου. Ἀπὸ Θεοῦ,  φησὶ,  Πατρὸς  ἡμῶν  καὶ  Χριστοῦ Ἰησοῦ  τοῦ  Κυρίου  ἡμῶν.  Πάλιν  ἐνταῦθα παραμυθία. Εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων  κήδεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Τίς ἐστιν ἐξ ὑμῶν  ἄνθρωπος,  ὃς ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον  ἐπιδώσει αὐτῷ;  Καθὼς παρεκάλεσά  σε προσμεῖναι  ἐν  Ἐφέσῳ,  πορευόμενος  εἰς  Μακεδονίαν. Ἄκουε τὸ προσηνὲς, πῶς οὐ διδασκάλου κέχρηται φωνῇ, ἀλλ' οἰκέτου σχεδόν. Οὐ γὰρ εἶπεν, Ἐπέταξα, οὐδὲ, Ἐκέλευσα, οὐδὲ, Παρῄνεσα, ἀλλὰ τί; Παρεκάλεσά σε. Οὐ μὴν πρὸς πάντας   τοὺς  μαθητὰς  οὕτω   διακεῖσθαι   ἡμᾶς  χρὴ,  ἀλλὰ   πρὸς  τοὺς  ἡμέρους  καὶ ἐναρέτους, πρὸς δὲ τοὺς ἄλλους τοὺς διεφθαρμένους  καὶ μὴ γνησίους, ἑτέρως· καθὼς καὶ αὐτὸς γράφων ἀλλαχοῦ φησιν, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς. Καὶ ἐνταῦθα δὲ ὅρα τί φησιν· Ἵνα παραγγείλῃς τισὶν, οὐχ, Ἵνα παρακαλέσῃς, ἀλλ', Ἵνα παραγγείλῃς μὴ ἑτεροδιδασκαλεῖν.  Τί τοῦτό  ἐστιν; οὐ γὰρ ἤρκει  ἡ Παύλου ἐπιστολὴ,  ἣν  ἐπέστειλεν αὐτοῖς; Ἤρκει μὲν, ἀλλὰ πρὸς τὰ γράμματα καταφρονητικώτερον οἱ ἄνθρωποι ἔχουσιν. Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν, ἢ ὅτι καὶ πρὸ τῶν  γραμμάτων ταῦτα ἦν. Καὶ αὐτὸς δὲ πολὺν  ἐν τῇ πόλει  ταύτῃ  χρόνον  πεποίηκε,  καὶ ἐνταῦθα  τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἦν, ἐνταῦθα ἔπαθε τὰ δεινὰ ἐκεῖνα. Μετὰ γὰρ τὸ λυθῆναι τὸ θέατρον, καλέσας καὶ παρακαλέσας  τοὺς  μαθητὰς,  οὕτως  ἐξέπλει,  καὶ  πάλιν  παρεγένετο  αὐτοῖς.  Ἄξιον  δὲ ζητῆσαι, εἰ νῦν ἐνίδρυσεν ἐκεῖ τὸν Τιμόθεον· φησὶ γάρ· Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους  ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. Ἐνταῦθά τινες ἦσαν ἐξ Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται. Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέλειν ἔχειν μαθητὰς, καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, καὶ πρὸς αὐτὸν ζηλοτύπως  ἔχοντες. Τοῦτό ἐστιν Ἑτεροδιδασκαλεῖν. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Μύθους οὐ τὸν νόμον φησὶν, ἄπαγε· ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα  καὶ  τὰ  παράσημα  δόγματα.  Εἰκὸς  γὰρ  τοὺς  ἐξ  Ἰουδαίων   ἐν  τοῖς ἀνονήτοις  τὸν  πάντα  λόγον  ἀναλίσκειν,  πάππους  καὶ προπάππους  ἀριθμοῦντας,  ἵνα δῆθεν  ἐμπειρίας  πολλῆς  καὶ ἱστορίας δόξαν ἔχωσιν.  Ἵνα παραγγείλῃς  τισὶ, φησὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις  ἀπεράντοις. Τί ἐστιν, Ἀπεράντοις; Ἤτοι πέρας οὐδὲν  ἐχούσαις, ἢ οὐδὲν  χρήσιμον, ἢ δυσκατάληπτον  ἡμῖν. Εἶδες πῶς διαβάλλει  τὴν ζήτησιν; Ἔνθα γὰρ πίστις, οὐ χρεία ζητήσεως· ἔνθα μηδὲν δεῖ περιεργάζεσθαι, τί δεῖ ζητήσεως; ἡ ζήτησις τῆς πίστεώς ἐστιν ἀναιρετική. Ὁ γὰρ ζητῶν, οὐδέπω εὗρεν· ὁ ζητῶν, πιστεῦσαι οὐ δύναται. ∆ιὰ τοῦτό φησι, Μὴ ἀσχολώμεθα περὶ τὰς ζητήσεις· ἐπεὶ εἰ ζητοῦμεν, οὐκ ἔστι τοῦτο πίστις· ἡ γὰρ πίστις ἀναπαύει τὸν λογισμόν. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται  ὑμῖν· καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς ἐν ταύταις  δοκεῖτε ζωὴν αἰώνιον  ἔχειν; Ἐκεῖ μὲν τὸ, Ζητεῖτε, περὶ αἰτήσεως λέγει καὶ σφοδροῦ πόθου· ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ' ἐκβάλλοντος. Εἶπε γὰρ, Ἐρευνᾶτε τὰς Γραφὰς, τουτέστιν;  ὥστε τὴν  ἀκρίβειαν  αὐτῶν  καταμαθεῖν  καὶ  εἰδέναι,  οὐχ  ἵνα  ἀεὶ ζητῶμεν,  ἀλλ' ἵνα παυώμεθα  ζητοῦντες.  Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκαλεῖν,   μηδὲ   προσέχειν   μύθοις   καὶ   γενεαλογίαις    ἀπεράντοις,   αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν, Οἰκονομίαν Θεοῦ· μεγάλα γὰρ ἡμῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ' οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ  τῶν  οἰκονομιῶν.  ∆ιὰ  πίστεως  οὖν  τοῦτο  γενέσθαι  δεῖ,  ὅπερ  ἐστὶ  φάρμακον ψυχῶν  μέγιστον. Ἡ τοίνυν  ζήτησις ἐναντία  ἐστὶ τῇ οἰκονομίᾳ  τοῦ Θεοῦ. Τί γὰρ ἀπὸ πίστεως οἰκονομεῖται; ∆έξασθαι τὰς εὐεργεσίας αὐτοῦ, καὶ γενέσθαι βελτίους, καὶ περὶ μηδενὸς ἀμφισβητεῖν καὶ ἀμφιβάλλειν,  ἀλλ' ἀναπαύεσθαι. Ἅπερ γὰρ ἡ πίστις ἤνυσε καὶ ᾠκοδόμησε, ταῦτα αὕτη καταστρέφει, ζητήσεις παρέχουσα, καὶ τὴν πίστιν ἐκβάλλουσα. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις  ἀπεράντοις. Καὶ αἱ γενεαλογίαι, φησὶ, τί ἔβλαπτον; Ἔλεγεν ὁ Χριστὸς, ὅτι διὰ πίστεως δεῖ σωθῆναι· ἐκεῖνοι ἐζήτουν, καὶ ἔλεγον ὅτι οὐκ ἔνι τοῦτο. Ἐπειδὴ γὰρ ἡ μὲν  ἀπόφασις κατὰ τὸ παρὸν ἦν, ἡ δὲ ἔκβασις τῆς ἀποφάσεως ἐν τῷ μέλλοντι,  πίστεως ἔδει. Ἐκεῖνοι δὲ προκατειλημμένοι  τοῖς νομικοῖς παρατηρήμασιν,   ἐνεπόδιζον   τῇ   πίστει.   Οἶμαι  δὲ   καὶ   Ἕλληνας   αὐτὸν   ἐνταῦθα αἰνίττεσθαι, ὅταν λέγῃ, Μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς θεοὺς αὐτῶν καταλεγόντων.
γʹ. Μὴ τοίνυν  προσέχωμεν ταῖς ζητήσεσι. Πιστοὶ γὰρ διὰ τοῦτο κεκλήμεθα, ἵνα ἀνενδοιάστως   τοῖς  λεγομένοις   πιστεύωμεν,  ἵνα  μηδὲν  ἀμφιβάλλωμεν.  Εἰ μὲν  γὰρ ἀνθρώπινα  τὰ λεγόμενα ἦν, ἐχρῆν αὐτὰ βασανίζεσθαι· εἰ δὲ Θεοῦ, τιμᾶσθαι αὐτὰ μόνον χρὴ καὶ πιστεύεσθαι· ἂν δὲ μὴ πιστεύωμεν, οὐδὲ ὅτι Θεὸς ἔστι πεισόμεθα. Πῶς γὰρ οἶδας ὅτι Θεὸς ἔστιν, εὐθύνας αὐτὸν ἀπαιτῶν; Τοῦτο πρῶτον τεκμήριον τοῦ τὸν Θεὸν εἰδέναι, τὸ πιστεύειν οἷς ἂν λέγῃ χωρὶς τεκμηρίων καὶ ἀποδείξεων. Τοῦτο καὶ Ἕλληνες ἴσασιν· ἐπίστευον  γὰρ τοῖς  θεοῖς,  φησὶ, καίτοι  γε  ἄνευ  τεκμηρίων  λέγουσι.  Τί δήποτε; Ὅτι ἔκγονοί  εἰσι θεῶν.  Ὁρᾷς ὅτι  καὶ  Ἕλληνες  τοῦτο  ἴσασι; Καὶ τί  λέγω  ἐπὶ  θεῶν;  ἐπὶ ἀνθρώπου  τοῦτο ἐποίουν γόητος καὶ μάγου, τοῦ Πυθαγόρου λέγω· Αὐτὸς ἔφη· καὶ ἐπὶ ναῶν ἡ σιγὴ ἄνωθεν ἐγέγραπτο, καὶ κατεῖχε τῷ δακτύλῳ τὸ στόμα, καὶ ἐπισφίγγουσα τὰ χείλη, πᾶσι τοῖς παριοῦσι σιγᾷν παρῄνει. Εἶτα ἐκεῖνα μὲν οὕτω σεμνὰ, τὰ δὲ ἡμέτερα οὐχ οὕτως, ἀλλὰ καταγέλαστα; καὶ ποίας οὐχὶ μανίας ἂν εἴη τοῦτο ὑπερβολή; Τὰ μὲν γὰρ Ἑλλήνων  εἰκότως ζητεῖται· τοιαῦτα γάρ ἐστι, μάχαι τῶν λογισμῶν  καὶ ἀμφισβητήσεις καὶ  συμπεράσματα·  τὰ  δὲ  ἡμέτερα  τούτων   ἁπάντων   κεχώρισται.  Ἐκεῖνα  μὲν  γὰρ ἀνθρωπίνη  εὗρε σοφία, ταῦτα δὲ χάρις ἐδίδαξε πνευματική· ἐκεῖνα μωρίας καὶ ἀνοίας, ταῦτα  τῆς  ὄντως  σοφίας  δόγματα.  Ἐκεῖ οὐκ  ἔστι  μαθητὴς,  οὐδὲ  διδάσκαλος,  ἀλλὰ πάντες  συζητοῦσιν·  ἐνταῦθα  κἂν διδάσκαλος ᾖ, κἂν μαθητὴς, μαθεῖν  παρ'  οὗ μαθεῖν χρὴ, πείθεσθαι, οὐκ ἀμφισβητεῖν, πιστεύειν, οὐ συλλογίζεσθαι. ∆ιὰ πίστεως γὰρ πάντες εὐδοκίμησαν  οἱ παλαιοὶ,  καὶ  ταύτης  ἄνευ  πάντα  διέφθαρται.  Καὶ τί  λέγω  περὶ  τῶν ἐπουρανίων; κἂν τὰ ἐπὶ γῆς ἐξετάσωμεν, ταύτης εὑρήσεις ἐχόμενα· οὔτε γὰρ συναλλάγματα,  οὔτε  τέχναι,  οὔτε  ἄλλο  οὐδὲν  ἔσται  τοιοῦτον  χωρὶς  ταύτης.  Εἰ δὲ ἐνταῦθα, ἔνθα περὶ ψευδῶν πραγμάτων, ταύτης δεῖ, πολλῷ μᾶλλον ἐν ἐκείνοις. Ταύτης οὖν   ἐχώμεθα,   ταύτην   μετίωμεν·   οὕτω   πάντα   τὰ   ὀλέθρια   δόγματα   τῆς   ψυχῆς ἐκβάλλομεν  τῆς ἡμετέρας, οἷον γένεσιν λέγω καὶ εἱμαρμένην. Ἂν πιστεύσῃς ὅτι ἔστιν ἀνάστασις καὶ κρίσις, πάντα τὰ τοιαῦτα δυνήσῃ τῆς ψυχῆς ἐκβαλεῖν· πίστευσον ὅτι ἔστι Θεὸς δίκαιος,  καὶ  οὐ  πιστεύσεις  ὅτι  ἔσται  γένεσις  ἄδικος·  πίστευσον  ὅτι  ἔστι  Θεὸς προνοῶν,  καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις πάντα  συνέχουσα· πίστευσον ὅτι ἔσται κόλασις καὶ βασιλεία, καὶ οὐ πιστεύσεις ὅτι ἔστι γένεσις, τὸ μὲν ἐφ' ἡμῖν ἀναιροῦσα, ὑποβάλλουσα δὲ ἡμᾶς ἀνάγκῃ καὶ βίᾳ. Μὴ σπείρῃς, μὴ φυτεύσῃς, μὴ στρατεύσῃ, μηδὲν ὅλως ἐργάσῃ· πάντως γὰρ καὶ ἑκόντος σου καὶ ἄκοντος ἥξει τὰ τῆς γενέσεως. Τί ἡμῖν δεῖ λοιπὸν  εὐχῶν;  διὰ τί  οὖν  θέλεις  γενέσθαι  Χριστιανὸς, εἰ γένεσις  ἔστιν; οὐ γὰρ ὑπὸ ἔγκλημα  ἔσῃ. Πόθεν τέχναι;  ἀπὸ γενέσεως;  Ναὶ, φησὶ, καὶ  εἵμαρται  τῷ  δεῖνι γενέσθαι  σοφῷ μετὰ πόνων.  Καὶ δεῖξόν  μοί τινα  χωρὶς  τοῦ πονεῖν,  μαθόντα  τέχνην· ἀλλ' οὐκ ἂν ἔχοις· οὕτως οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τῶν πόνων.  Πόθεν οὖν ὁ δεῖνα πλούσιός   ἐστι  μιαρὸς   ὢν,   φησὶ,  καὶ  πονηρὸς,   παρὰ  πατρὸς   μὴ  δεξάμενος   τὴν κληρονομίαν· ἕτερος δὲ μυρία μοχθῶν, πένης ὑπάρχει; ταῦτα γὰρ συνεχῶς γυμνάζουσι πάντα ἐπὶ πλούτου καὶ πενίας κινοῦντες, οὐδὲν ἐπὶ κακίας καὶ ἀρετῆς. Ἀλλ' ἐνταῦθα μὴ τοῦτο εἴπῃς, ἀλλὰ δεῖξον εἴ τις κακὸς ἐγένετο σπουδάζων, εἴ τις ἀγαθὸς ῥᾳθυμῶν· εἰ γὰρ ἰσχὺν  ἔχει  ἡ  εἱμαρμένη,  ἐπὶ  τῶν  μεγίστων  ἐνδεικνύσθω  τὴν  ἰσχὺν,  ἐπὶ  ἀρετῆς  καὶ κακίας, μὴ ἐπὶ πλούτου καὶ πενίας. Καὶ πόθεν ὁ δεῖνα ἐν νόσοις, φησὶν, ὁ δεῖνα ἐν ὑγείᾳ; πόθεν ὁ δεῖνα εὐδοκιμεῖ, ἕτερος δὲ ἀσχημονεῖ; πόθεν ἐκείνῳ κατὰ γνώμην  τὰ πράγματα προχωρεῖ, ἑτέρῳ δὲ μυρία ἐπὶ μυρίοις ἐμποδίσματα; Ἀπόστηθι τῆς γενέσεως, καὶ εἴσῃ ταῦτα· ἀκριβῶς πίστευσον ὅτι Θεός ἐστιν ὁ προνοῶν,  καὶ εἴσῃ σαφῶς ταῦτα. Ἀλλ' οὐ δύναμαι,  φησίν·  οὐ  γὰρ  ἀφίησιν  ἡ  σύγχυσις  τῶν  πραγμάτων   τούτων   ὑποπτεῦσαι πρόνοιαν. Εἰ Θεοῦ ταῦτα ἔργα, πῶς δύναμαι πιστεῦσαι ὅτι Θεὸς ὁ ἀγαθὸς τῷ πόρνῳ, τῷ μιαρῷ, τῷ πλεονέκτῃ  χρήματα δίδωσι, τῷ δὲ ἀγαθῷ οὐκέτι; πόθεν πιστεύσω; ἀπὸ γὰρ πραγμάτων  δεῖ πιστεύειν. Καλῶς· οὐκοῦν γενέσεως ἐκεῖνα δικαίας, ἢ ἀδίκου; Ἀδίκου, φής. Τίς οὖν ταύτην  ἐποίησεν; ἆρα ὁ Θεός; Οὒ, φησὶν, ἀλλ' ἀγέννητός  ἐστι. Καὶ πῶς ἀγέννητος οὖσα τοιαῦτα ἐργάζεται; ἐναντία γὰρ ταῦτα. Οὐκ ἔστιν οὖν ὅλως Θεοῦ ταῦτα. Οὐκοῦν ἐξετάσωμεν, τίς τὸν οὐρανὸν ἐποίησεν. Ἡ γένεσις, φησί. Τίς τὴν γῆν, τίς τὴν θάλασσαν, τίς τὰς ὥρας; Εἶτα ἐν μὲν τοῖς ἀψύχοις τοσαύτην εὐταξίαν ἐποίησε, τοσαύτην ἁρμονίαν,  ἐν δὲ ἡμῖν, δι' οὓς τὰ πάντα,  τοσαύτην  ἀταξίαν;  ὥσπερ ἂν εἴ τις τῆς μὲν οἰκίας, ὅπως ἔσται θαυμαστὴ, προνοήσειε, τῶν δὲ οἰκετῶν μηκέτι. Τίς τὴν διαδοχὴν τῶν ὡρῶν φυλάττει; τίς τοὺς εὐτάκτους τῆς φύσεως νόμους τέθεικε; τίς ἡμέρας καὶ νυκτὸς δρόμους ἔταξε; Ταῦτα ἐκείνης τῆς γενέσεως ἀνώτερά ἐστιν. Οὒ, φησὶν, ἀλλ' αὐτόματα γέγονε.  Καὶ πῶς  ἂν  εὐταξία  τοσαύτη  αὐτομάτη  γένοιτο  ἄν;  Πόθεν  οὖν,  φησὶν,  οἱ πλούσιοι,  οἱ  ὑγιαίνοντες,   οἱ  εὐδοκιμοῦντες,   οἱ  μὲν  ἀπὸ  πλεονεξίας,   οἱ  δὲ  ἀπὸ κληρονομίας, οἱ δὲ ἀπὸ βίας; τίνος οὖν ἕνεκεν εὐημερεῖν τοὺς κακοὺς συνεχώρησεν ὁ Θεός; Ὅτι οὐκ ἔστιν ἐνταῦθα ἡ τοῦ κατ' ἀξίαν ἀντίδοσις, ἀλλ' ἐν τῷ μέλλοντι  καιρῷ· τότε μοι δεῖξον τοιοῦτόν  τι γινόμενον.  Τέως ἐνταῦθά μοι δὸς, φησὶ, καὶ ἐκεῖ οὐ ζητῶ. Ἀλλὰ διὰ τοῦτο οὐ λαμβάνεις,  ἐπεὶ ζητεῖς. Εἰ γὰρ ἐκτὸς ὢν  τῆς ἡδονῆς  οὕτως  αὐτὰ ζητεῖς,  ὡς ἐκείνων  προτιμᾷν,  πολλῷ  μᾶλλον,  εἰ καὶ ἡδονῆς  καθαρᾶς  ἀπέλαυες.  ∆ιὰ τοῦτο ταῦτα δείκνυσί σοι, ὅτι οὐδέν εἰσιν, ὅτι ἀδιάφορά ἐστιν· οὐ γὰρ ἂν, εἰ μὴ ἀδιάφορα ἦν, καὶ ἐκείνοις  αὐτὰ ἔδωκεν ἄν· εἰπέ μοι, τὸ μέλανα εἶναι, ἢ μακρὸν, ἢ μικρὸν, οὐχὶ ἀδιάφορον·  οὕτω  καὶ ὁ πλοῦτος.  Εἰπὲ γάρ μοι, ἐπὶ τῶν  ἀναγκαίων  οὐκ ἐξ ἴσης πᾶσι δέδοται, οἷον ἐπιτηδειότης  πρὸς ἀρετὴν, τῶν πνευματικῶν δωρεῶν ἡ διανομή; Εἰ ᾔδεις τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐκ ἂν ἐκείνων  ἐξ ἴσης ἀπολαύων  ἐν τούτοις ἠγανάκτησας, οὐδ' ἂν ταύτην  τὴν πλεονεξίαν  ἐζήτησας. ἐκείνην  τὴν ἰσομοιρίαν εἰδώς; Ὥσπερ ἂν ὁ οἰκέτης τροφὰς μὲν τὰς παρὰ δεσπότου καὶ ἐνδύματα καὶ οἰκήματα καρπούμενος, καὶ πάντων  τῶν  ἄλλων  ἐξ ἴσης τοῖς  ἄλλοις  ἀπολαύων,  εἰ τρίχας  ἔχοι  περιττὰς  ἐπὶ  τῆς κεφαλῆς,  ἢ ὄνυχας  μείζονας,  πλέον  ἔχειν  νομίζοι  τῶν  ἄλλων· τὸν  αὐτὸν   δὴ τρόπον  καὶ  ὁ  τοιοῦτος   μάτην   ἐπὶ  τούτοις   μέγα  φρονεῖ,   ἐφ'  οἷς  τὴν  ἀπόλαυσιν πρόσκαιρον ἔχει. ∆ιὰ ταῦτα ἡμᾶς ἀφίστησιν αὐτῶν, ἵνα τὴν μανίαν  ταύτην σβέσῃ, ἵνα μεταγάγῃ τὸν πρὸς αὐτὰ πόθον εἰς τὸν οὐρανόν. Ἡμεῖς δὲ οὐδὲ οὕτω σωφρονιζόμεθα. Ὡς γὰρ τὸ παιδίον  εἴ τι παιδικὸν  ἔχοι, καὶ προτιμᾷ τοῦτο τῶν  ἀναγκαίων,  ἀποστερεῖ αὐτὸ ὁ πατὴρ τῶν παιδικῶν, ἵνα καὶ ἄκοντα μεταγάγῃ πρὸς τὸ τέλειον. οὕτω καὶ ὁ Θεὸς πάντα  ποιεῖ,  ἵνα  ἡμᾶς  μεταγάγῃ  εἰς  τὸν  οὐρανόν.  Πῶς οὖν  τοὺς  πονηροὺς  ἀφίησι πλουτεῖν,  φησίν; Ὅτι οὐ πολὺς αὐτῷ λόγος ἐκείνων.  Πῶς οὖν καὶ τοὺς δικαίους; Οὐκ αὐτὸς, ἀλλ' ἁπλῶς  συγχωρεῖ.  Καὶ ταῦτα  μὲν  νῦν  ἐπιπολαίως  ἡμῖν  εἴρηται,  ὡς πρὸς ἀγνοοῦντας  τὰς Γραφάς· εἰ δὲ ἐβούλεσθε πιστεύειν  καὶ προσέχειν τοῖς θείοις  λόγοις, οὐδὲν ἂν  ἡμῖν τούτων ἐδέησε τῶν λόγων· ἐκ τούτων γὰρ πάντα ἂν ᾔδειμεν. Ἵνα γὰρ μάθῃς, ὅτι οὐδέν  ἐστιν ὁ πλοῦτος,  οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ  σοι δείκνυμι πολλοὺς,  οἷς  ἐξὸν  κερδαίνειν,  οὐ  κερδαίνουσιν,  οἷς  ἐξὸν  ὑγιαίνειν,   κατατήκουσιν ἑαυτῶν τὰ σώματα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι. Οὐδεὶς μέντοι  ἀγαθὸς  ὢν,  σπουδάζει εἶναι  κακός. Οὐκοῦν παυσώμεθα  τοῦ ζητεῖν  τὰ ἐνταῦθα   ἀγαθὰ,   καὶ   ζητήσωμεν   τὰ  ἐν   οὐρανοῖς.   Οὕτω  γὰρ  αὐτῶν   καὶ   τυχεῖν δυνησόμεθα, καὶ τῆς ἀϊδίου τροφῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΟΜΙΛΙΑ Βʹ.Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.

αʹ. Οὐδὲν οὕτω λυμαίνεται  τὸ τῶν ἀνθρώπων  γένος, ὡς τὸ φιλίας καταφρονεῖν, καὶ μὴ μετὰ πολλῆς αὐτὴν κατορθοῦν τῆς σπουδῆς· ὥσπερ οὖν οὐδὲν πάλιν ὀρθοῖ, ὡς τὸ παντὶ  σθένει μεταδιώκειν  αὐτήν. Καὶ τοῦτο δηλῶν  ὁ Χριστός φησιν, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ, πᾶν, ὃ ἐὰν αἰτήσωσι, λήψονται· καὶ πάλιν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο τὰς αἱρέσεις ἔτεκε πάσας. Ἐκ γὰρ τοῦ μὴ φιλεῖν τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν ἐφθόνουν εὐδοκιμοῦσιν, ἐκ δὲ τοῦ φθονεῖν  ἐφιλάρχουν,  ἐκ δὲ τοῦ φιλαρχεῖν  αἱρέσεις ἔτεκον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εἰπὼν, Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, καὶ τὸν τρόπον ὑφηγεῖται, καθ' ὃν τοῦτο γενέσθαι δυνατόν. Τίς δ' οὖν  οὗτός  ἐστιν; Ἡ ἀγάπη.  Ὥσπερ οὖν  ὅταν  λέγῃ,  Τέλος νόμου  Χριστὸς, τουτέστι, συμπλήρωμα, καὶ τοῦτο ἐκείνων  ἔχεται, οὕτως ἡ παραγγελία  αὕτη ἐνέχεται  τῇ ἀγάπῃ. Τέλος ἰατρείας ὑγεία· ὥστε ὑγείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγάπης οὔσης, οὐ  πολλῆς  δεῖ  παραγγελίας.  Ἀγάπην  δὲ  ποίαν  φησί;  Τὴν  εἰλικρινῆ,  οὐ  τὴν  μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ γνώμης  καὶ τοῦ συναλγεῖν, Ἐκ καθαρᾶς, φησὶ, καρδίας· ἤτοι περὶ πολιτείας  φησὶν  ὀρθῆς, ἢ περὶ γνησίας  φιλίας.  Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσματα· Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἔστι γὰρ φιλία  καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδροφόνοι ἀνδροφόνους· ἀλλ' οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ' ἀπὸ φαύλης, οὐδ' ἐκ καθαρᾶς καρδίας, ἀλλ' ἐξ ἀκαθάρτου, οὐδὲ ἐκ πίστεως ἀνυποκρίτου,  ἀλλ' ἐπιπλάστου καὶ ὑποκεκριμένης. Πίστις γὰρ τὸ ἀληθὲς δείκνυσιν· ἀπὸ δὲ πίστεως εἰλικρινοῦς  ἡ ἀγάπη τίκτεται· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων,  οὐκ ἀνέχεταί  ποτε  ταύτην  ἀφεῖναι.  Ὧν τινες,  φησὶν,  ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας. Καλῶς εἶπεν, Ἀστοχήσαντες· τέχνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ μὴ ἔξω τοῦ σκοποῦ. Ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύνε  σθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα· καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες, φησὶν, εἶναι νομοδιδάσκαλοι.  Ὁρᾷς καὶ ἄλλην  αἰτίαν, τὴν τῆς φιλαρχίας; ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ὑμεῖς δὲ μηδένα καλέσητε Ῥαββί· καὶ πάλιν ὁ Ἀπόστολος, Οὐδὲ γὰρ αὐτοὶ τὸν νόμον  φυλάσσουσιν,  ἀλλ'  ἵνα  ἐν  τῇ  ὑμετέρᾳ  σαρκὶ  καυχήσωνται.  Τοῦ  ἀξιώματος ἐφίενται,  φησί· διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν  οὐχ ὁρῶσι. Μὴ νοοῦντες,  φησὶ, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων  διαβεβαιοῦνται.  Ἐνταῦθα διαβάλλει  αὐτοὺς, ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκοπὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον αὐτὸν εἶναι ἐχρῆν. Πῶς οὖν, εἰ ἐξ ἀγνοίας,  ἁμάρτημα τοῦτο  λέγεις; Ὅτι οὐ διὰ τὸ θέλειν  νομοδιδασκάλους  εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ μὴ κατέχειν τὴν ἀγάπην τοῦτο ἔπαθον· ἄλλως δὲ καὶ ἡ ἄγνοια ἐκ τούτων  ἐτέχθη. Ὅταν γὰρ ἡ ψυχὴ πράγμασιν ἑαυτὴν ἐκδῷ σαρκικοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν· ἐκπεσοῦσα δὲ τῆς ἀγάπης ἐμπίπτει εἰς φιλονεικίαν, καὶ πηροῦται τὸ τῆς διανοίας  ὄμμα.  Ὁ γὰρ  ὑπό  τινος  ἐπιθυμίας  τούτων  τῶν  προσκαίρων  κατεχόμενος, μεθύων τῷ πάθει, τῆς ἀληθείας οὐκ ἂν γένοιτο κριτὴς ἀδέκαστος. Οὐκ ἴσασι, φησὶ, περὶ τίνων διαβεβαιοῦνται. Εἰκὸς γὰρ ἦν αὐτοὺς περὶ τοῦ νόμου φθέγγεσθαι, καὶ πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων τῶν σωματικῶν λέγειν. Εἶτα ἀφεὶς ἐκεῖνα ἐλέγξαι, ὡς οὐδὲν ὄντα ἢ σκιὰν τῶν πνευματικῶν  καὶ ὑπογραμμὸν, ὃ μᾶλλον  προσηνέστερον ἦν, τοῦτο ἐργάζεται. Ποῖον δὴ τοῦτο; Ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὸν δεκάλογον  καλῶν. Ἀπὸ δὲ τούτου  κἀκεῖνα  ἐξέβαλεν.  Εἰ γὰρ ταῦτα  αὐτὰ  κολάζει  τοὺς  παραβάτας,  καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα. Οἴδαμεν δὲ, φησὶν, ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς, τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται. Καλὸς, φησὶ, καὶ οὐ καλός. Τί δαὶ, φησίν; ἐὰν μὴ νομίμως τις χρῆται, οὐκ ἔστι καλός; Καὶ οὕτω καλός· ἀλλ' ὃ λέγει  τοῦτό  ἐστιν· ὅταν  ἐκπληροῖ  αὐτὸν  δι' ἔργων·  τὸ  γὰρ, Ἐάν τις  αὐτῷ  νομίμως χρῆται, τοῦτό ἐστιν ἐνταῦθα σημαῖνον. Ὅταν δὲ ἐξηγῶνται μὲν αὐτὸν διὰ ῥημάτων, διὰ δὲ τῶν  ἔργων  παραβαίνωσι, τοῦτό ἐστιν ἀνόμως  χρῆσθαι· χρῆται μὲν γὰρ καὶ οὗτος, ἀλλ' οὐκ εἰς οἰκείαν  ὠφέλειαν.   Ἔστι καὶ ἄλλο  πρὸς τούτῳ  εἰπεῖν.  Ποῖον δὴ τοῦτο; Οἷον ἐὰν νομίμως χρήσῃ τῷ νόμῳ, παραπέμπει σε πρὸς τὸν Χριστόν. Ὅταν γὰρ αὐτοῦ  σκοπὸς  ᾖ  δικαιῶσαι  τὸν  ἄνθρωπον,   μὴ  δύνηται   δὲ,  παραπέμπει  πρὸς  τὸν δυνάμενον.  Καὶ ἄλλως  δὲ νομίμως  χρήσασθαι τῷ νόμῳ ἔστιν, ὅταν ἐκ πολλῆς  αὐτὸν φυλάττῃς   τῆς  περιουσίας.  Τί  δέ  ἐστιν,  ἐκ  περιουσίας;  Ὥσπερ  τῷ  χαλινῷ,   φησὶν, εὐτάκτως   κέχρηται,  οὐχ  ὁ  σκιρτῶν  ἵππος,  οὐδ'  ὁ  δάκνων,   ἀλλ'  ὁ  ἁπλῶς  αὐτὸν περικείμενος  σχήματος ἕνεκεν· οὕτω καὶ νόμῳ  νομίμως  χρῆται ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν. Τίς δὲ αὐτῷ νομίμως χρήσεται; Ὁ εἰδὼς, ὅτι οὐ δεῖται αὐτοῦ. Ὁ γὰρ πρὸς τοσοῦτον ἀρετῆς φθάσας, ὥστε μὴ διὰ τὸν ἐκείνου  φόβον  αὐτὸν κατορθοῦν,  ἀλλὰ  διὰ τὴν  ἀρετὴν, οὗτος νομίμως  χρῆται  αὐτῷ καὶ ἀσφαλῶς· ἐάν τις αὐτῷ οὕτω χρῆται, ὡς μὴ φοβούμενος αὐτὸν, ἀλλὰ τῆς ἐκεῖ τιμωρίας κειμένης μᾶλλον τὴν  κατάγνωσιν   ἔχων  πρὸ  ὀφθαλμῶν.   Καὶ ἄλλως  δὲ  δίκαιον  ἐνταῦθα  καλεῖ  τὸν κατωρθωκότα τὴν ἀρετήν. Ἐκεῖνος τοίνυν κέχρηται τῷ νόμῳ καλῶς, ὁ μὴ καταξιῶν ἀπ' αὐτοῦ παιδεύεσθαι.
βʹ. Ὥσπερ γὰρ αἱ στιγμαὶ τῶν γραμμάτων  τοῖς παισὶ κεῖνται, ὁ δὲ τὰ ἀπ' αὐτῶν πληρῶν μὴ ἐξ αὐτῶν, ἀλλ' ἐξ ἑτέρων, μείζονος ἐπιστήμης ἂν εἴη ἔμπειρος, καὶ κρεῖττον μᾶλλον κέχρηται τοῖς γράμμασιν· οὕτως ὁ ὑπὲρ τὸν νόμον, οὐ παιδαγωγεῖται τῷ νόμῳ. Ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν  πληρῶν,  ἀλλ' ἀπὸ τῆς κατὰ τὴν  ἀρετὴν  ἐπιθυμίας, πλειόνως  οὗτος μάλιστα αὐτὸν  κατορθοῖ. Οὐ γὰρ ὁμοίως  ὁ κόλασιν  δεδοικὼς,  καὶ ὁ τιμῆς ἐφιέμενος  τὸν νόμον  πληροῖ· οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον  ὢν, καὶ ὁ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι, τοῦτό ἐστι νομίμως χρῆσθαι, Νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει,  ὁ μείζονα τοῦ νόμου κατορθῶν, ὁ μὴ καταξιῶν παιδευτὴν  αὐτὸν ἔχειν. Ὁ γὰρ νόμος, ὡς τὰ πολλὰ, κακῶν ἀπαγόρευσίς ἐστι· δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλὰ καὶ ἀγαθῶν ἐργασία. Ὥστε ὅσοι κακῶν ἀπέχονται ὡς δοῦλοι, οὗτοι οὐ πληροῦσιν αὐτοῦ  τὸν  σκοπόν· διὰ  γὰρ  τοῦτο  κεῖται,  ἵνα  παράβασιν  κολάζῃ.  Ὥστε καὶ  ἐκεῖνοι κέχρηνται  αὐτῷ, ἀλλ' ἐν τῷ κόλασιν δεδοικέναι.  Θέλεις γὰρ, φησὶ, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ὡς ἂν εἴποι τις· Μόνοις γὰρ τοῖς πονηροῖς τιμωριῶν διαγορευτικός ἐστι· τῷ δὲ στεφάνων ἄξια ποιήσαντι ποῦ χρήσιμος ὁ νόμος; ὥσπερ οὖν ὁ ἰατρὸς τῷ τραῦμά τι ἔχοντι, οὐ τῷ ὑγιαίνοντι,  οὐδὲ τῷ καλῶς διακειμένῳ. Ἀνόμοις δὲ, φησὶ,  καὶ  ἀνυποτάκτοις,   ἀσεβέσι καὶ  ἁμαρτωλοῖς.  Ἀνόμους  Ἰουδαίους  καλεῖ,  τοὺς αὐτοὺς δὲ καὶ ἀνυποτάκτους.  Ὁ νόμος, φησὶν, ὀργὴν κατεργάζεται.  Τοῦτο πρὸς τοὺς ποιοῦντας τὸ κακόν. Τί δὲ πρὸς τὸν τιμῆς ἄξιον; ∆ιὰ νόμου, φησὶν, ἐπίγνωσις ἁμαρτίας. Τί δαὶ πρὸς τὸν δίκαιον;  ∆ικαίῳ, φησὶ, νόμος οὐ κεῖται. ∆ιὰ τί;  Ὅτι κολάσεώς  ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ' ἐκείνου μαθεῖν, ἔχων ἔνδον ὑπαγορεύουσαν τὴν τοῦ Πνεύματος χάριν. Νόμος γὰρ ἐδόθη, ἵνα τῷ φόβῳ κολάζωνται καὶ τῇ ἀπειλῇ. Οὐ δεῖ  τοίνυν  χαλινοῦ  ἐπὶ  τὸν  εὐήνιον  ἵππον,  οὐδὲ παιδαγωγίας  ἐπὶ  τὸν  οὐ δεόμενον παιδαγωγοῦ. Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις,  πατραλοίαις  καὶ  μητραλοίαις.  Καὶ οὐ μέχρι  τούτου  ἔστη, οὐδὲ  μέχρι  τῶν ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ κατ' εἶδος ἐπεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι  τὴν  τοῦ νόμου  ἐπιστασίαν. Εἶτα καταλέξας  κατ' εἶδος, εἶπε καὶ κατὰ παράλειψιν,  καίτοι  καὶ τὰ εἰρημένα ἱκανὰ ἦν ἀπαγαγεῖν.  Περὶ τίνων  οὖν ταῦτά φησι; Περὶ Ἰουδαίων· οὗτοι γὰρ καὶ πατραλοῖαι  καὶ μητραλοῖαι, καὶ αὐτοὶ καὶ βέβηλοι καὶ ἀνόσιοι· τούτους  γὰρ αἰνίττεται,  Ἀσεβέσιν, εἰπὼν,  καὶ ἁμαρτωλοῖς.  Τοιούτων  δὲ ὄντων  αὐτῶν  ἀναγκαίως  καὶ  ὁ νόμος  ἐδόθη. Εἰπὲ γάρ μοι, οὐχὶ  συνεχῶς  εἰδώλοις προσεκύνουν; οὐ τὸν Μωϋσέα ἐλίθαζον; οὐ φόνων αὐτῶν αἱ χεῖρες ἔγεμον συγγενικῶν; οὐχὶ ἄνω καὶ κάτω ταῦτα αὐτοῖς ἐγκαλοῦσιν οἱ προφῆται; Τοῖς δὲ τὰ ἐν οὐρανῷ φιλοσοφοῦσι   περιττὰ   ταῦτα.   Πατραλοίαις,   φησὶ,   καὶ   μητραλοίαις,   ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τε ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται.  Καλῶς εἶπε, Τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἐκεῖνα γὰρ πάντα  πάθη  ψυχῆς  ἦν  διεφθαρμένης.   Κατὰ  τὸ  Εὐαγγέλιον,  φησὶ,  τῆς  δόξης  τοῦ μακαρίου  Θεοῦ, ὃ ἐπιστεύθην  ἐγώ. Ὥστε καὶ νῦν  ἐπὶ βεβαιώσει τοῦ Εὐαγγελίου  δεῖ νόμου·  τοῖς  μέντοι  πειθομένοις  οὐ δεῖ. Εὐαγγέλιον  δὲ  δόξης  αὐτὸ  καλεῖ,  δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ διὰ τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ. Τῶν τε οὖν ἄλλων ἕνεκεν καὶ τούτων αὐτῶν Εὐαγγέλιον δόξης εἴρηκε, δηλῶν ὅτι δόξα ἐστὶ τὸ πάθος τοῦ Χριστοῦ· ἢ καὶ τὰ μέλλοντα  αἰνίττεται.  Εἰ γὰρ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνειδῶν,  ἀλλὰ τὰ μέλλοντα  οὐ τοιαῦτα· τὸ δὲ Εὐαγγέλιον μελλόντων ἐστὶν, οὐ παρόντων. Πῶς οὖν ὁ ἄγγελος, Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν, ὅτι ἐτέχθη ὑμῖν Σωτήρ; Ὅτι τεχθεὶς  ἔμελλε  τοῦτο  γίνεσθαι· οὐ γὰρ ἅμα ἐγεννήθη,  εἰργάζετο  τὰ σημεῖα. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ. –Τῆς δόξης· ἢ τὴν λατρείαν φησὶ τοῦ Θεοῦ, ἢ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται  τῆς δόξης αὐτοῦ, πολλῷ  δὲ μᾶλλον  τὰ μέλλοντα·   ὅταν   τεθῶσι,   φησὶν,   ὑπὸ   τοὺς   πόδας   αὐτοῦ   οἱ  ἐχθροὶ   αὐτοῦ·  ὅταν ἀντικείμενον ᾖ  μηδὲν,  ὅταν  ἴδωσιν  οἱ  δίκαιοι  πάντα  τὰ  μακαριστὰ  ἐκεῖνα,  ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Θέλω γὰρ, φησὶν, ἵν' ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Μάθωμεν   τίνες    ἄρα   οὗτοί   εἰσι,   καὶ   μακαρίσωμεν   αὐτοὺς,   ἐννοοῦντες    ὅσων ἀπολαύσονται  τότε ἀγαθῶν,  ὅσης μεθέξουσι δόξης, ὅσου φωτός.  Ἡ μὲν γὰρ ἐνταῦθα δόξα οὐδαμινή  τέ ἐστι καὶ ἄστατος· κἂν παραμείνῃ  δὲ, ἕως τελευτῆς  παραμένει,  καὶ λοιπὸν παντελῶς  σβέννυται· Οὐ γὰρ συγκαταβήσεται αὐτῷ, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλοῖς  δὲ οὐδὲ ἐνταῦθα  μέχρι  τέλους  παρέμεινε· περὶ δὲ ἐκείνης  οὐκ ἔστιν ὑποπτεῦσαί  τι  τοιοῦτον,  ἀλλὰ  πᾶν  τοὐναντίον,  ὅτι  μένει,  καὶ οὐδὲ τέλος  ἕξει ποτέ. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ, μόνιμα καὶ μεταβολῆς κρείττω πάσης καὶ τέλους. Οὐ γάρ ἐστιν ἡ δόξα τότε ἐκ τῶν ἔξω, ἀλλ' ἐκ τῶν ἔνδον· οἷόν τι λέγω· Οὐκ ἀπὸ ἱματίων πολυτελῶν, οὐκ ἀπὸ πλήθους  θεραπόντων,  οὐκ ἀπὸ ὀχημάτων  ἡ δόξα τότε γίνεται,  ἀλλὰ τούτων χωρὶς αὐτὸς ὁ ἀνὴρ ἠμφίεσται τὴν δόξαν. Νῦν μὲν γὰρ, ἂν ταῦτα ἀπῇ, γυμνὸς τῆς δόξης ἔσται, ἐκεῖ δὲ οὐχ οὕτως. Ἐν γοῦν βαλανείοις  γυμνοὺς  ὁρῶμεν ἐντίμους  καὶ ἀτίμους, ὁρῶμεν  δὲ καὶ φαύλους.  Τῶν ἐν ἀγοραῖς  πολλοὶ  γοῦν  πολλάκις  ἐκινδύνευσαν,  τῶν παίδων  αὐτοὺς  κατά  τινα  χρείαν  ἀπολιπόντων·  ἐκεῖ δὲ μεθ' ἑαυτοῦ  τὴν  δόξαν  ἔχει πανταχοῦ.  Καὶ καθάπερ οἱ ἄγγελοι, ὅπουπερ ἂν  φανῶσιν,  ἐν ἑαυτοῖς τὴν δόξαν ἔχουσιν, οὕτω  καὶ οἱ ἅγιοι· μᾶλλον  δὲ καθάπερ ὁ ἥλιος  οὐ δεῖται  ἱματίου,  οὐ δεῖται ἑτέρου τινὸς, ἀλλ' ἅμα τε ἐφάνη καὶ τὴν ἑαυτοῦ δόξαν ἐξέλαμψεν, οὕτω καὶ τότε ἔσται.
γʹ. Μεταδιώκωμεν  τοίνυν  τὴν δόξαν ἐκείνην,  ἧς οὐδὲν αἰδεσιμώτερον· καταλείπωμεν   ταύτην,  ἧς  οὐδὲν  οὐδαμινώτερον.   Ἐν  περιβολῇ,  φησὶν,  ἱματίων  μὴ καυχήσῃ. Ταῦτα ἄνωθεν προελέγετο τοῖς νηπίοις. Καὶ γὰρ ὁ ὀρχηστὴς καὶ ἡ πόρνη καὶ ὁ σκηνικὸς χαριέστερά σου ἠμφίεσται καὶ πολυτελέστερα. Καὶ χωρὶς δὲ τούτων, καυχᾶσαι ἐπὶ  πράγματι,  ᾧ  ἂν  ἐπίθωνται   σῆτες,  ἀπεστέρησάν  σε τῆς  ἀπολαύσεως.  Ὁρᾷς πῶς ἀβέβαιόν  ἐστι πρᾶγμα, ἡ τοῦ παρόντος  βίου δόξα; Καυχᾷ ἐπὶ πράγματι,  ὃ σκώληκες τίκτουσι,  καὶ  ἀπολλύουσι· λέγονται  γὰρ Ἰνδικά  τινα  ζωΰφια  εἶναι,  ὅθεν  τὰ νήματα ταῦτα  κατασκευάζεται.  Κτῆσαι ἱμάτιον,  εἰ  βούλει,  τὸ  ἐκ τῶν  ἄνωθεν  ὑφαντὸν,  τὴν περιβολὴν τὴν θαυμασίαν καὶ λαμπρὰν, τὸν ἱματισμὸν τὸν διάχρυσον ὄντως. Ἐκεῖνος ὁ χρυσὸς οὐκ ἀπὸ μετάλλων  ἐστὶν, ἃ καταδίκων χεῖρες ὤρυξαν, ἀλλ' ἀπὸ ἀρετῆς τίκτεται.
Περιβάλωμεν ἑαυτοὺς ἐκείνῃ τῇ στολῇ, ἣν οὐκ ἄνθρωποι πένητες καὶ δοῦλοι κατασκευάζουσιν, ἀλλ' αὐτὸς ὁ ∆εσπότης. Ἀλλὰ ἐρεῖς ὅτι κατέσπαρται τῷ ἱματίῳ τούτῳ χρυσός;  Καὶ τί  τοῦτο  πρὸς  σέ; τὸν  γὰρ  ἐργασάμενον  πάντες  θαυμάζουσιν,  οὐ  τὸν περικείμενον· ἐκείνου γὰρ ὄντως τὸ θαῦμα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἱματίων  τῶν λιτῶν  οὐ τὸ  ξύλον,   ἐν  ᾧ  ἐντέταται   τὸ  ἱμάτιον   ἐπὶ  τὸ  κναφεῖον,   θαυμάζομεν,   ἀλλὰ   τὸν ἐργαζόμενον,  καίτοι  ξύλον  αὐτὰ  φορεῖ,  καὶ  ξύλῳ  ἐνδέδεται.  Ὥσπερ οὖν  ἐκεῖνα  οὐ χρείας   ἕνεκεν   ἐνδέδεται,   οὕτως   οὐδὲ  αὗται,  ἀλλὰ   τῆς  τοῦ  ἱματίου   χρείας,  ἵνα τινάσσηται, φησὶν, ἵνα μὴ σητὶ κατατείνηται.  Πῶς οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας ἐστὶν, ὑπὲρ τοῦ μηδενὸς τοσαύτην ποιεῖσθαι σπουδὴν, καὶ πάντα μηχανᾶσθαι, καὶ τὴν ἑαυτῶν προδιδόναι σωτηρίαν, καὶ τῆς γεέννης καταφρονεῖν, καὶ εἰς Θεὸν ὑβρίζειν, καὶ περιορᾷν τὸν Χριστὸν πεινῶντα;  Τί ἄν τις εἴποι τὴν τῶν ἀρωμάτων  πολυτέλειαν,  τῶν Ἰνδικῶν, τῶν Ἀραβικῶν, τῶν Περσικῶν. τῶν ξηρῶν, τῶν ὑγρῶν, τῶν μύρων, τῶν θυμιαμάτων, ἅπερ ἅπαντα δαπάνην ἔχει πολλὴν καὶ ἀνόητον; Τί μυρίζεις, ὦ γύναι, τὸ σῶμα ἔσωθεν ἀκαθαρσίας γέμον; τί  περὶ  τὸ δυσῶδες  ἀναλίσκῃ,  καὶ ταυτὸ  ποιεῖς,  ὥσπερ ἂν  εἴ τις ἐπιβάλοι βορβόρῳ μύρον, ἢ πλίνθῳ διαβρέχοι βάλσαμον; Ἔστιν, εἰ βούλει, μύρον, ἔστιν ἄρωμα,  ᾧ  δυνήσῃ  χρῖσαι  τὴν  ψυχὴν,  οὐκ  ἐξ Ἀραβίας, οὐδὲ  ἐξ Αἰθιοπίας,  οὐδ' ἀπὸ Περσίδος, ἀλλ'  ἐξ  αὐτοῦ  φερόμενον  τοῦ  οὐρανοῦ,  πωλούμενον  οὐ  χρυσίου,  ἀλλὰ προαιρέσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου. Τοῦτο ἀγόρασαι τὸ μύρον, οὗ ἡ ὀσμὴ τὴν οἰκουμένην   ἐμπλῆσαι  δύναται·   τούτου  ἀπέπνεον   οἱ  ἀπόστολοι·  Ὀσμὴ  γάρ  ἐσμεν εὐωδίας,  φησὶν, οἷς μὲν εἰς θάνατον,  οἷς δὲ εἰς ζωήν.  Τί δὴ τοῦτό ἐστιν; Ὅτι καὶ ὗς ἀποπνίγεσθαι λέγεται ἀπὸ τῆς εὐωδίας. Οὐ τὸ σῶμα δὲ μόνον τῶν ἀποστόλων, ἀλλὰ καὶ τὰ  ἱμάτια  τοῦ  μύρου  τοῦ  πνευματικοῦ  ἀπέπνεον.  Οὕτω γὰρ  ἔπνει  καλὸν  τὰ  ἱμάτια Παύλου, ὡς δαίμονας ἀπελαύνειν.  Ποίου φύλλου, ποίας κασίας, ποίας σμύρνης οὐχὶ καὶ ἡδίων  καὶ χρησιμωτέρα αὕτη ἡ εὐωδία; Εἰ γὰρ δαίμονας  ἀπήλαυνε,  τί οὐκ ἂν ἕτερον εἰργάσατο; Τοῦτο κατασκευάζωμεν τὸ μύρον· κατασκευάζει δὲ αὐτὸ δι' ἐλεημοσύνης ἡ πνευματικὴ  χάρις.  Τούτου καὶ ἐκεῖ ἀπελθόντες  μέλλομεν  ἀποπνεῖν,  καὶ τοὺς ἁγίους πρὸς ἑαυτοὺς ἐπιστρέφειν· καὶ καθάπερ ἐνταῦθα πάντας ἐπιστρέφουσιν οἱ ἀνακεχρωσμένοι  ταῖς εὐωδίαις, κἄν τε εἰς βαλανεῖον, κἄν τε εἰς ἐκκλησίαν, κἄν τε εἰς ἕτερον πολυάνθρωπον τόπον ἀπέλθῃ ὁ τοῦτο ἀποπνέων, πάντες αὐτοῦ ἐξαρτῶνται, καὶ πάντες  ἐπιστρέφονται·  οὕτω  καὶ ἐν ἐκείνῳ  τῷ κόσμῳ τῶν  ἀποπνεουσῶν  ψυχῶν  τῆς πνευματικῆς εὐωδίας εἰσιουσῶν, πάντες ὑπεξίστανται καὶ παραχωροῦσι. Καὶ ἐνταῦθα δὲ καὶ   δαίμονες    καὶ   κακίαι   πᾶσαι   προσελθεῖν   οὐ   τολμῶσιν    οὐδὲ   ὑπομένουσιν· ἀποπνίγονται γάρ. Ἐκεῖνο τοίνυν  τὸ ἄρωμα περιθώμεθα. Τοῦτο μὲν γὰρ καὶ βλακείας δόξαν ἡμῖν περιτίθησιν, ἐκεῖνο δὲ ἀνδρείας καὶ θαύματος ὄντως· καὶ παῤῥησίαν δὲ ἡμῖν παρέχει πολλήν. Τοῦτο τὸ ἄρωμα οὐ γῆ ἀναδίδωσιν, ἀλλ' ἀρετὴ τίκτει, οὐ μαραίνεται, ἀλλ' ἀνθεῖ· τοῦτο τιμίους τοὺς ἔχοντας ποιεῖ. Τούτῳ χριόμεθα, ὅταν βαπτιζώμεθα· τότε καλὸν  ἀποπνέομεν.  Τὸ δὲ καὶ τὸ ἑξῆς τούτου  ἀποπνεῖν,  τῆς ἡμῶν  ἐστι σπουδῆς. ∆ιὰ τοῦτο καὶ τὸ παλαιὸν μύρῳ ἐχρίοντο οἱ ἱερεῖς, τῆς ἀρετῆς σύμβολον διδόντες, ὅτι τὸν ἱερέα καλὸν ἀποπνεῖν  δεῖ. Τῆς δὲ ἁμαρτίας οὐδέν ἐστι δυσωδέστερον. Ὅρα αὐτῆς πῶς διαγράφει τὴν φύσιν ὁ προφήτης. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές  μου. Ὄντως γὰρ σηπεδόνος  χείρων  ἐστὶ καὶ  δυσωδεστέρα ἡ ἁμαρτία.  Τί γὰρ, εἰπέ  μοι, πορνείας δυσωδέστερον; Εἰ δὲ μὴ αἰσθάνῃ ἐργαζομένης, ἐννόησόν  μοι τίς ἡ ἁμαρτία μετὰ τὴν ἐργασίαν, καὶ τότε αὐτῆς ὄψει τὴν δυσωδίαν, τότε τὴν προστριβεῖσαν ἀκαθαρσίαν, τότε τὸ ἄγος, τότε τὸ μύσος. Τοιαύτη πᾶσα ἁμαρτία· πρὶν ἢ μὲν ἐργασθῆναι, ἔχει τινὰ ἡδονὴν, μετὰ δὲ τὸ τελεσθῆναι τὸ μὲν ἡδὺ παύεται καὶ μαραίνεται, τὸ δὲ λυπηρὸν καὶ κατηφὲς ἐπεισέρχεται. Ἡ δὲ δικαιοσύνη τοὐναντίον·  παρὰ μὲν τὴν ἀρχὴν ἔχει τοὺς πόνους, πρὸς δὲ τῷ τέλει τὴν ἡδονὴν καὶ τὴν ἀνάπαυσιν. Οὐδὲ ἐκεῖ μὲν οὖν ἡ ἡδονὴ ἡδονὴ γίνεται, τῇ προσδοκίᾳ τῆς αἰσχύνης καὶ τῆς τιμωρίας· καὶ ἐνταῦθα δὲ πάλιν οὐδὲ ὁ πόνος πόνος τῇ ἐλπίδι τῶν ἀμοιβῶν. Τί δὴ ἡ μέθη, εἰπέ μοι; οὐκ ἐν τῷ πίνειν μόνον ἔχει τὴν ἡδονήν; μᾶλλον  δὲ οὐδ' ἐν  τῷ  πίνειν.  Ὅταν  γὰρ  εἰς  ἀναισθησίαν  ἐμπέσῃ, καὶ  μηδένα  τῶν παρόντων βλέπῃ, ἀλλὰ τῶν μαινομένων χεῖρον διακέηται, ποία λοιπὸν ἡδονή; Μᾶλλον δὲ οὐδὲ ἐν αὐτῇ τῇ πορνείᾳ ἡδονή τίς ἐστιν. Ὅταν γὰρ ὑπὸ πάθους ἡ ψυχὴ κατεχομένη τὴν  κρίσιν  ἀφαιρῆται,  ποία  αὕτη  ἡδονή; Εἰ δὲ τοῦτο,  καὶ  ψῶρα  ἡδονή.  Ἡδονὴν  δὲ ἐκείνην ἐγὼ εἴποιμι ἂν τὴν ἀληθῆ, ὅταν μὴ ᾖ ἐν πάθει ἡ ψυχὴ κατατεινομένη  ὑπὸ τοῦ σώματος   καὶ   διασπωμένη.   Ποία  γὰρ  αὕτη   ἡδονὴ,   τρίζειν   ὀδόντας,   διαστρέφειν ὀφθαλμοὺς,  γαργαλίζεσθαι  καὶ  θερμαίνεσθαι  πέρα  τοῦ  δέοντος; Οὕτω δὲ  οὐκ  ἔστιν ἡδονὴ,  ὅτι  σπεύδομεν  αὐτῆς  ἀπαλλαγῆναι   ταχέως,  καὶ  ἀπαλλαγέντες ἀλγοῦμεν.  Εἰ ἡδονή ἐστι, μὴ ἀπαλλάττου  αὐτῆς, ἀλλὰ μένε ἐν τῇ ἡδονῇ. Ὁρᾷς ὅτι ὄνομά ἐστι μόνον ἡδονῆς; Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα, ἀλλ' ὄντως ἐστὶν ἡδέα, οὐ μετὰ φλογὸς ἔχοντα τὴν  ἡδονὴν,  ἀλλ'  ἐλευθέραν  ἀφιέντα  τὴν  ψυχὴν,  καὶ  εὐφραίνοντα   καὶ  διαχέοντα. Τοιαύτη ἦν  ἡ Παύλου ἡδονὴ  λέγοντος,  Ἐν τούτῳ  χαίρω,  ἀλλὰ  καὶ χαρήσομαι· καὶ, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ἐκείνη γὰρ καὶ αἰσχύνην  ἔχει καὶ κατάγνωσιν,  ἐκείνη καὶ λάθρα  γίνεται,   καὶ  μυρίων  ἐμπέπλησται   ἀηδιῶν·  αὕτη  δὲ  πάντων   τούτων ἀπήλλακται.  Ταύτην  οὖν  μεταδιώκωμεν,   ἵνα  τῶν  μελλόντων ἐπιτύχωμεν   ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου  ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Γʹ.Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Τὴν ταπεινοφροσύνην  πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην, ἀλλὰ ταπεινοῤῥημοσύνην μὲν πολλὴν, καὶ πέρα τοῦ δέοντος, ταπεινοφροσύνην δὲ οὐδαμοῦ. Ὁ δὲ μακάριος οὕτως αὐτὴν μετεδίωκε Παῦλος, ὡς καὶ ἐπινοεῖν  πολλὰς  πανταχοῦ  προφάσεις πρὸς τὸ ταπεινοῦν  αὐτοῦ τὴν διάνοιαν.  Ἐπειδὴ γὰρ  μάλιστα  ἐκείνους   εἰκὸς  κάμνειν   βουλομένους   ταπεινοφρονεῖν  τοὺς   μεγάλα συνειδότας  ἑαυτοῖς  κατορθώματα,  πολλὴν  δὲ εἰκὸς καὶ αὐτὸν  βίαν πάσχειν, ὑπὸ τοῦ συνειδότος  τοῦ  ἀγαθοῦ,  καθάπερ  ὑπό  τινος  ῥεύματος,  ὀγκούμενον· ὅρα τοίνυν  καὶ ἐνταῦθα τί ποιεῖ. Εἶπεν, ὅτι Ἐπιστεύθην ἐγὼ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ· Εὐαγγέλιον, οὗ μετέχειν  θέμις οὐκ ἔνι τοὺς ἔτι νόμῳ χρωμένους· ἀντίκειται  γὰρ αὐτῷ ἔτι, καὶ τοσοῦτον αὐτοῦ τὸ μέσον, ὡς τοὺς ὑπ' ἐκείνου φερομένους μηδέπω ἀξίους εἶναι τούτου μετέχειν· ὥσπερ ἂν εἴ τις λέγοι, ὅτι τοὺς δεσμῶν δεομένους καὶ δίκης οὐ θέμις εἰς  φιλοσόφων   εἰσφέρειν  χορόν.  Ἐπεὶ οὖν  ἐφυσήθη,  καὶ  μέγα  ἐφθέγξατο,  ἅμα  καὶ ἑαυτὸν καταστέλλει,  καὶ τοὺς ἄλλους  πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν· γράφων  τε, Ὃ ἐπιστεύθην ἐγὼ, ταχέως ἐπελάβετο ἑαυτοῦ, ἵνα μὴ νομίσῃς, ὅτι ἐξ ὑπερηφανίας  τοῦτό φησιν. Ὅρα τοίνυν  ποίᾳ κέχρηται διορθώσει ἐπάγων καὶ λέγων· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί  με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν. Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωμα κρύπτει, καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, ἀλλ' ἐπὶ τοσοῦτον, ἐφ' ὅσον τὸ αὐτεξούσιον μὴ λυμήνασθαι; Ἔφη γὰρ ἂν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ' ἡμῶν εἰσφέρεται, ἀλλ' ὡς ξύλα καὶ λίθους  μετακινεῖ   πρὸς  φιλοσοφίαν   ἀπὸ  κακίας·  τί  δήποτε  Παῦλον  μὲν  τοιοῦτον εἰργάσατο, τὸν δὲ Ἰούδαν  οὐκέτι; Ταύτην οὖν ἀναιρῶν  τὴν ἀντίθεσιν,  ὅρα πῶς μετὰ συνέσεως τῷ  λόγῳ  κέχρηται.  Ἐπιστεύθην,  φησὶν,  ἐγώ. Τοῦτο αὐτοῦ  κατόρθωμα  καὶ ἀξίωμα, ἀλλ' οὐκ αὐτοῦ ὅλον· ὅρα γὰρ τί φησι· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί  με Χριστῷ Ἰησοῦ. Τοῦτο τοῦ Θεοῦ· εἶτα πάλιν  τὸ αὐτοῦ, ὅτι Πιστόν με ἡγήσατο· πάντως,  ἐπειδὴ ἔμελλεν  ἀφ' ἑαυτοῦ  χρησιμεύειν.  Θέμενος, φησὶν,  εἰς διακονίαν  τὸν  πρότερον  ὄντα βλάσφημον καὶ διώκτην  καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην  ὅτι ἀγνοῶν  ἐποίησα ἐν ἀπιστίᾳ. Ὅρα πῶς καὶ τὸ αὑτοῦ τίθησι, καὶ τὸ τοῦ Θεοῦ, τὸ πλέον νέμων τῇ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὑτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὴν αὐτεξουσίαν. Τί δέ ἐστι, Τῷ ἐνδυναμώσαντί  με; Ἄκουε· φορτίον  ὑπῆλθε  μέγα, καὶ πολλῆς  ἐδεῖτο τῆς ἄνωθεν  ῥοπῆς.  Ἐννόησον  γὰρ   ὅσον ἦν  πρὸς  καθημερινὰς  ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους,  σκώμματα, ὀνείδη, θανάτους  ἵστασθαι, καὶ μὴ ἀποκάμνειν  μηδὲ ὀλισθαίνειν  μηδὲ περιτρέπεσθαι,  ἀλλὰ,  πάντοθεν  βαλλόμενον  μυρίοις  καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον.  Τοῦτο οὐκ ἦν ἀνθρωπίνης  ἰσχύος, ἀλλ' οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως. Ὅτι γὰρ προειδὼς αὐτὸν τίς ἔσται, εἵλετο αὐτὸν, ἄκουσον τί φησι, πρὶν ἢ ἅψασθαι  αὐτὸν  τοῦ  κηρύγματος· Σκεῦος ἐκλογῆς  μοί  ἐστιν  οὗτος,  τοῦ  βαστάσαι τὸ ὄνομά μου ἐνώπιον  ἐθνῶν  καὶ βασιλέων.  Ὥσπερ γὰρ οἱ βαστάζοντες  τὸ σημεῖον τὸ βασιλικὸν ἐν πολέμῳ, τὸ λεγόμενον  τῇ συνηθείᾳ λάβουρον, πολλῆς δέονται τῆς ἰσχύος καὶ τῆς ἐμπειρίας, ὥστε αὐτὸ μὴ προδοῦναι τοῖς πολεμίοις· οὕτω καὶ οἱ τὸ ὄνομα τοῦ Χριστοῦ βαστάζοντες οὐκ ἐν πολέμῳ  μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ, πολλῆς  δέονται  τῆς δυνάμεως,  ὥστε τοῖς κατηγόροις  αὐτὸ μὴ ἐκδοῦναι  στόμασιν, ἀλλὰ βαστάζειν καλῶς καὶ φέρειν τὸν σταυρόν. Πολλῆς γὰρ ὄντως δεῖ τῆς ἰσχύος, ὥστε βαστάσαι τὸ ὄνομα τοῦ Χριστοῦ. Ὁ γὰρ ἀνάξιόν τι ἢ λέγων, ἢ πράττων, ἢ φρονῶν, οὐκ ἐβάστασε τὸ ὄνομα, οὐκ ἔχει  τὸν  Χριστὸν ἐν  ἑαυτῷ.  Πομπεύει δὲ ὁ βαστάζων,  οὐ δι' ἀγορᾶς  ἀλλὰ  διὰ  τῶν οὐρανῶν, καὶ πάντες πεφρίκασιν, ἄγγελοι δορυφοροῦντες καὶ θαυμάζοντες. Χάριν ἔχω, φησὶ, τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅρα πῶς καὶ τῶν  αὐτοῦ χάριν αὐτῷ οἶδεν. Ὅτι γὰρ σκεῦος ἐκλογῆς ἐστι, φησὶν αὐτῷ χάριν εἰδέναι. Καίτοι τοῦτο σὸν γέγονεν, ὦ μακάριε Παῦλε· οὐ γὰρ προσωπολήπτης ὁ Θεός. Ἀλλὰ χάριν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γάρ με τοῦ πιστὸν εἶναι νομίζειν σημεῖον. Καθάπερ γὰρ ἐν οἰκίᾳ οὐ τῷ πιστευθῆναι  μόνον  ὁ οἰκονόμος  χάριν  ἔχει τῷ δεσπότῃ, ἀλλὰ καὶ τὸ σημεῖον τίθησι τοῦτο, ὅτι αὐτὸν τῶν ἄλλων ἡγεῖται πιστότερον· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. Εἶτα σκόπει πῶς ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. Τὸν πρότερον ὄντα, φησὶ, βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Καὶ ὅταν μὲν περὶ Ἰουδαίων διαλέγηται  τῶν ἔτι ἀπίστων,  μεθ' ὑποστολῆς  κέχρηται  τῷ λόγῳ· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν,  ἀλλ' οὐ  κατ' ἐπίγνωσιν·  περὶ  δὲ  ἑαυτοῦ  φησι,  Βλάσφημον  ὄντα  καὶ διώκτην καὶ ὑβριστήν. Ὁρᾷς τὴν καταφορὰν αὐτοῦ, πῶς οὐκ ἔστι φίλαυτος, πῶς συνεσταλμένην κέκτηται τὴν διάνοιαν; Οὐκ ἤρκει εἰπεῖν, Βλάσφημον ὄντα καὶ διώκτην, ἀλλ' ὅτι καὶ μετ' ἐπιτάσεως τοῦτο ἔπραττε. Οὐ μόνον γὰρ, φησὶ, μέχρις ἐμοῦ ἵστων τὸ
φαῦλον,  οὐδὲ  ἠρκούμην  αὐτὸς  βλασφημῶν,  ἀλλὰ  καὶ  τοὺς  βουλομένους  εὐσεβεῖν ἐδίωκον.  Πολλὴ  τῆς  βλασφημίας  ἡ  μανία.  Ἀλλ'  ἠλεήθην,  ὅτι  ἀγνοῶν   ἐποίησα  ἐν ἀπιστίᾳ.βʹ. Τίνος οὖν  ἕνεκεν  καὶ ἄλλοι  Ἰουδαῖοι  οὐκ ἠλεήθη   σαν; Ὅτι οὐκ ἐξ ἀγνοίας,  ἀλλὰ  καὶ εἰδότες  καὶ σφόδρα ἐπιστάμενοι  ἔπραττον  ἅπερ ἔπραττον.  Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ εὐαγγελιστοῦ  λέγοντος,  ὅτι Πολλοὶ ἐκ τῶν Φαρισαίων καὶ Ἰουδαίων ἐπίστευον μὲν, οὐχ ὡμολόγουν  δέ. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον, ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Καὶ πάλιν  ὁ Χριστός φησι· Πῶς δύνασθε πιστεύειν, δόξαν  παρὰ  ἀλλήλων   λαμβάνοντες;  καὶ  πάλιν,  Ταῦτα  εἶπον,  φησὶν,  οἱ  γονεῖς  τοῦ τυφλοῦ  διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι  γένωνται.  Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι πάλιν  ἔλεγον,  Ὁρᾶτε ὅτι  οὐδὲν  ὠφελοῦμεν,  ὅτι  πᾶς  ὁ κόσμος ὑπάγει  ὀπίσω αὐτοῦ. Πανταχοῦ γὰρ αὐτοῖς τὸ τῆς φιλαρχίας  πάθος ἠνώχλει. Καὶ μὴν αὐτοὶ εἶπον, ὅτι Οὐδεὶς δύναται ἀφιέναι  ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· καὶ εὐθέως ἐποίησε τοῦτο, ὅπερ ἔφησαν εἶναι σημεῖον Θεοῦ. Οὐκ ἦν οὖν ταῦτα ἀγνοίας. Ποῦ δὲ ὁ Παῦλος ἦν τότε; Ἴσως ἄν τις εἴποι· Παρὰ τοὺς πόδας Γαμαλιὴλ, οὐδὲν κοινὸν μετὰ τῶν ὄχλων ἔχων τῶν στασιαστῶν. Ὁ δὲ  Γαμαλιὴλ  ἀνήρ  τις  ἦν  οὐ  φιλαρχίας   ἕνεκέν  τι  ποιῶν.  Πῶς οὖν  μετὰ  ταῦτα εὑρίσκεται  μετὰ  τοῦ  ὄχλου  ὁ  Παῦλος; Ἑώρα αὐξανόμενον  τὸ  δόγμα,  καὶ  κρατοῦν λοιπὸν,  καὶ  πάντας  αὐτοὺς  πειθομένους.  Ἐπὶ μὲν  γὰρ  τοῦ  Χριστοῦ ποτὲ  μὲν  αὐτῷ συνῄεσαν, ποτὲ δὲ τοῖς διδασκάλοις· ὅτε δὲ τέλεον ἀπεσχοινίσθησαν, τότε λοιπὸν, οὐχ ὡς οἱ λοιποὶ φιλαρχίας  ἕνεκεν ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ ζήλου. Τίνος γὰρ ἕνεκεν εἰς ∆αμασκὸν ἐπορεύετο; Λύμην τὸ πρᾶγμα ἐνόμιζε, καὶ ἐδεδοίκει μὴ πανταχοῦ διαδοθῇ τὸ κήρυγμα. Οἱ δὲ Ἰουδαῖοι  οὐχ οὕτως· οὐ γὰρ τῆς προστασίας τῶν  πολλῶν  ἕνεκεν, ἀλλὰ φιλαρχίας χάριν πάντα ἔπραττον. Ὅρα γοῦν τί φασιν· Ἀροῦσιν ἡμῶν τὸ ἔθνος καὶ τὴν πόλιν. Ποῖος αὐτοὺς κατέσεισε φόβος; ἀνθρώπινος.  Ἐκεῖνο δὲ ἄξιον ἐξετάσαι, πῶς ἀκριβὴς ὢν περὶ τὸν νόμον, οὐδὲν ἔγνω· αὐτὸς γὰρ ἦν ὁ λέγων. Ὃ προεπηγγείλατο  διὰ τῶν προφητῶν  αὐτοῦ. Πῶς οὖν οὐκ οἶδας ζηλωτὴς ὑπάρχων τοῦ πατρῴου νόμου, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος; ἀλλ' οἱ μὲν ἐν λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελῶναι  προσέδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής; ∆ιὰ τοῦτο κατεγίνωσκεν  ἑαυτοῦ,  λέγων,  Οὐκ εἰμὶ  ἱκανὸς  καλεῖσθαι  ἀπόστολος· διὰ τοῦτο  τὴν ἄγνοιαν  ὁμολογεῖ, ἣν ἡ ἀπιστία ἔτικτε· διὰ τοῦτό φησιν ἐλεηθῆναι.  Τί ἐστι, Πιστόν με ἡγήσατο; Οὐδὲν τῶν ∆εσποτικῶν προεδίδου· πάντα αὑτοῦ ἔλεγεν εἶναι, καὶ τὰ ἴδια. Οὐκ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν. Ἄκουε γὰρ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, Ἄνδρες, τί ἡμῖν  προσέχετε;  ἡμεῖς  ὁμοιοπαθεῖς   ὑμῖν  ἐσμεν  ἄνθρωποι.   Τοῦτό  ἐστι,  Πιστόν  με ἡγήσατο. Καὶ πάλιν  ἀλλαχοῦ,  Περισσότερον αὐτῶν  πάντων  ἐκοπίασα, φησίν· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί· καὶ πάλιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. ∆είκνυσιν ἑαυτὸν ἐκ τούτου τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται. Καὶ πάλιν  ἀλλαχοῦ  φησι· Πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν.  Ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, φησὶν, ὑπερεπλεόνασε  μετὰ πίστεως  καὶ ἀγάπης  τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἵνα μὴ ἀκούσας, Ἠλεήθην, τοσοῦτον μόνον νομίσῃς, Βλάσφημος, φησὶν, ἤμην καὶ διώκτης καὶ ὑβριστής· οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ' οὐκ ἐτιμωρήθην· ἠλεήθην γάρ. Ἆρ' οὖν τοῦτο  μόνον, καὶ μέχρι τούτου ὁ ἔλεος τοῦ μὴ δοῦναι  τιμωρίαν; Οὐδαμῶς, ἀλλὰ καὶ ἕτερα πολλὰ καὶ μεγάλα. Οὐ γὰρ τῆς ἐπηρτημένης ἡμᾶς δίκης μόνης ἀπήλλαξεν  ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς καὶ ἀδελφοὺς  καὶ φίλους  καὶ κληρονόμους καὶ συγκληρονόμους. ∆ιὰ τοῦτό φησιν, Ὑπερεπλεόνασεν ἡ χάρις, δηλῶν ὅτι ὑπερέβη καὶ τὸν ἔλεον τὰ δῶρα. Ταῦτα γὰρ οὐκ ἐλεοῦντός  ἐστιν, ἀλλὰ φιλοῦντος, καὶ σφόδρα ἀγαπῶντος.  Εἰπὼν τοίνυν  πολλὰ καὶ μεγάλα περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφημον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην  ἠλέησε, καὶ ὅτι οὐ μέχρι τούτου ἔστη  μόνον,  ἀλλὰ  καὶ  μεγάλων  ἑτέρων  ἠξίωσε,  πάλιν  ἐκεῖνο  ἀσφαλίζεται  τὸ  τῶν ἀπίστων,  τὸ μὴ λέγειν  ὅτι ἡ προαίρεσις ἀνήρηται· ἐπήγαγε  γοῦν,  Μετὰ πίστεως  καὶ ἀγάπης   τῆς   ἐν   Χριστῷ   Ἰησοῦ.   Τοσοῦτον   μόνον,   φησὶν,   ἡμεῖς   εἰσηνέγκαμεν· ἐπιστεύσαμεν, ὅτι δύναται ἡμᾶς σῶσαι. γʹ. Ἀγαπήσωμεν  τοίνυν  αὐτὸν  διὰ τοῦ Χριστοῦ. Τί ἐστι, ∆ιὰ τοῦ Χριστοῦ; Ὅτι αὐτὸς ἡμῖν τούτου πρόξενος γέγονεν,  οὐχ ὁ νόμος. Ὁρᾷς τίνων  μὲν ὁ Χριστὸς αἴτιος ἡμῖν γέγονεν  ἀγαθῶν,  τίνων  δὲ ὁ νόμος; Καὶ οὐχ ἁπλῶς  εἶπεν, Ἐπλεόνασεν ἡ χάρις, ἀλλ' Ὑπερεπλεόνασε. Καὶ γὰρ ὄντως  ὑπερεπλεόνασε,  τοὺς μυρίων  κολάσεων  ἀξίους, τούτους εἰς υἱοθεσίαν ἀγαγοῦσα ἐξαίφνης. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνον, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ  καὶ νῦν εἰσιν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς πιστεύοντες, οὐκ ἀγαπῶντες  δὲ αὐτὸν, οὐδὲ τὰ τῶν φιλούντων πράσσοντες· πῶς γὰρ, ὅταν  πάντα  αὐτοῦ  προτιμῶσι,  χρήματα,  γένεσιν,  εἱμαρμένην,  παρατήρησιν, κλῃδονισμοὺς, οἰωνισμούς; Ὅταν δὲ εἰς ὕβριν αὐτοῦ ζῶμεν, εἰπέ μοι, ποία ἀγάπη; Εἴ τις ἔχει φίλον θερμὸν καὶ διάπυρον, κἂν οὕτω φιλείτω  τὸν Χριστόν· κἂν οὕτω φιλείτω  τὸν ὑπὲρ τῶν  ἐχθρῶν  τὸν  Υἱὸν αὐτοῦ δεδωκότα,  οὐδὲν  ἡμῶν  κατωρθωκότων.  Τί λέγω, κατωρθωκότων;  μεγάλα μὲν οὖν ἐργασαμένων κακὰ, καὶ τετολμηκότων ἀτόλμητα ἀντ' οὐδενός. Καὶ ὁ μὲν μετὰ τὰς μυρίας εὐεργεσίας καὶ κηδεμονίας  οὐδὲ οὕτως  ἔῤῥιψεν, ἀλλὰ  τότε  μάλιστα  τὸν  Υἱὸν  ἔδωκεν,  ὅτε  μείζονα  ἠδικήσαμεν·  ἡμεῖς  δὲ  μετὰ  τὸ τοσούτων τυχεῖν, μετὰ τὸ γενέσθαι φίλοι, μετὰ τὸ πάντων  τῶν ἀγαθῶν  ἀξιωθῆναι  δι' αὐτοῦ, οὐδὲ ὡς φίλον  ἠγαπήσαμεν. Καὶ τίς ἡμῖν  ἔσται ἐλπίς; Τάχα φρίττετε  πρὸς τὸ ῥῆμα·  ἀλλ'  εἴθε  πρὸς  τὰ  πράγματα.  Καὶ πῶς,  φησὶν,  οὐδὲ  ὡς  τοὺς  φίλους   οὕτω φιλήσομεν τὸν Θεόν; Πῶς; ἐγὼ πειράσομαι δεῖξαι· καὶ εὔχομαι μὲν μηδὲν δόξαι λέγειν, ἀλλὰ ληρεῖν· φοβοῦμαι δὲ μὴ κατὰ πραγμάτων ᾖ τὰ λεγόμενα ῥήματα. Σκόπει δέ· ὑπὲρ φίλων,  τῶν  ὄντως  φίλων,  πολλοὶ  καὶ ζημιωθῆναι  εἵλοντο  πολλάκις·  τοῦ δὲ Χριστοῦ ἕνεκεν οὐ μόνον ζημιωθῆναι,  ἀλλὰ τοῖς οὖσιν ἀρκεῖσθαι οὐδεὶς ἀνέχεται. Ὑπὲρ φίλου πολλάκις  καὶ ὑβρίσθημεν, καὶ ἔχθρας ἀνεδεξάμεθα· διὰ δὲ τὸν Χριστὸν οὐδεὶς ἔχθραν ἀναδέχεται,  ἀλλ' εἰκῆ, φησὶ, φιλοῦ,  εἰκῆ μὴ μισοῦ. Τὸν φίλον  λιμώττοντα οὐδέποτε περιοψόμεθα· τὸν δὲ Χριστὸν καθ' ἡμέραν ἡμῖν προσιόντα οὐχ ὑπέρ τινος μεγάλου, ἀλλ' ὑπὲρ ἄρτου μόνον, οὐδὲ προσιέμεθα, καὶ ταῦτα ἐρευγόμενοι δυσωδίας, καὶ διασπώμενοι καὶ γαστριζόμενοι,  καὶ τὸν  χθεσινὸν  οἶνον  ἀποπνέοντες,  καὶ τρυφῶντες,  καὶ οἱ μὲν πόρναις διδόντες, οἱ  δὲ παρασίτοις, οἱ δὲ κόλαξιν, οἱ δὲ τέρασι καὶ μωροῖς καὶ νάννοις· καὶ γὰρ τὰ τῆς φύσεως ἁμαρτήματα ταῦτα φέρουσιν εἰς τέρψιν. Καὶ φίλοις τοῖς ὄντως  φίλοις  οὐδέποτε φθονοῦμεν,  οὐδὲ δακνόμεθα  τῇ τούτων  εὐπραγίᾳ· ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τοῦτο πάσχομεν· καὶ μείζονα ἴδοι τις ἂν τὴν φιλίαν  ἰσχύουσαν, ἢ τὸν τοῦ Θεοῦ φόβον.  Καὶ γὰρ ὁ ὕπουλος  καὶ ὁ φθονερὸς  μᾶλλον  τοῦ Θεοῦ τοὺς ἀνθρώπους αἰδεῖται. Πῶς; ἐγὼ λέγω· ὅτι τοῦ μὲν Θεοῦ ὁρῶντος  τὰ κατὰ καρδίαν, οὐκ ἀφίσταται ἄνθρωπος  δόλους ῥάπτων· ἂν δὲ ἄνθρωπον  ἴδῃ ἄνθρωπος,  ἀπόλωλε,  καὶ ἐρυθριᾷ. Τί τοῦτο  λέγω; Πρὸς φίλον  μὲν κακούμενον  ἀπερχόμεθα,  κἂν μικρόν  τι ἀναβαλώμεθα, φοβούμεθα  μὴ καταγνωσθῶμεν· τοῦ  δὲ Χριστοῦ πολλάκις  ἐν  δεσμοῖς ἀποθανόντος, οὐδὲ ἐπεσκεψάμεθα. Καὶ πρὸς τοὺς φίλους  δὲ τοὺς πιστοὺς, οὐκ ἐπειδὴ  πιστοί εἰσιν, ἀπερχόμεθα, ἀλλ' ἐπειδὴ φίλοι.δʹ. Ὁρᾷς οὐδὲν φόβῳ Θεοῦ γινόμενον,  οὐδὲ τῷ περὶ αὐτὸν φίλτρῳ, ἀλλὰ τὰ μὲν φιλίᾳ,  τὰ δὲ συνηθείᾳ; Ὁρῶντες  φίλον  ἀποδημοῦντα,  κλαίομεν,  στένομεν,  ἂν δὲ καὶ ἀποθανόντα    ἴδωμεν,   ὀλοφυρόμεθα,   καίτοι   γε   εἰδότες   ὅτι   οὐ   διαπαντὸς   ἡμῶν διαστήσεται, ἀλλ' αὐτὸν ἐν τῇ ἀναστάσει ἀποληψόμεθα·  τοῦ δὲ Χριστοῦ χωριζομένου ἡμῶν καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ τὸν Χριστὸν καθ' ἑκάστην ἡμέραν ἀπελαύνοντες ἀφ' ἡμῶν,  οὐκ  ἀλγοῦμεν,  οὐδὲ  δεινόν  τι  ποιεῖν  νομίζομεν,  ἀδικοῦντες,  λυποῦντες, παροξύνοντες, τὰ μὴ δοκοῦντα αὐτῷ πράσσοντες. Ἀλλ' οὔπω τοῦτο φρικτὸν, εἰ μηδὲ ὡς φίλῳ  αὐτῷ  κεχρήμεθα·  ἐγὼ  γὰρ  δείξω,  ὅτι  καὶ  ὡς  ἐχθρῷ  αὐτῷ  χρώμεθα.  Πῶς; Τὸ φρόνημα  τῆς  σαρκὸς, φησὶν  ὁ  Παῦλος,  ἔχθρα  εἰς  Θεόν.  Ἡμεῖς  δὲ  τοῦτο  μὲν  ἀεὶ περιφέρομεν, τὸν δὲ Χριστὸν ἀεὶ βουλόμενον ἡμῖν ἐπιτρέχειν, καὶ πρὸς τὰς θύρας ἡμῶν ἐρχόμενον  διώκομεν  (αἱ γὰρ πονηραὶ πράξεις τοῦτο ἐργάζονται)· καὶ ποιοῦμεν  αὐτὸν ὑβρίζεσθαι καθ' ἑκάστην ἡμέραν, διὰ τὰς πλεονεξίας ἡμῶν, διὰ τὰς ἁρπαγάς. ∆οξάζεταί τις  εὐδοκιμῶν,  καὶ  τὰ  αὑτοῦ  φθεγγόμενος,  καὶ  τὴν  Ἐκκλησίαν  ὠφελῶν; καὶ  ἡμεῖς τούτῳ φθονοῦμεν,  ὅτι τὰ τοῦ Θεοῦ ἐργάζεται· καὶ δοκοῦμεν μὲν φθονεῖν  ἐκείνῳ, ὁ δὲ φθόνος διαβαίνει εἰς Χριστόν. Οὒ, φησὶν, ἀλλὰ βουλόμεθα οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἡμῶν τὴν  ὠφέλειαν  γίνεσθαι. Οὐ διὰ τὸν Χριστὸν, ἀλλὰ  δι' ἡμᾶς· ἐπεὶ εἰ διὰ τὸν Χριστὸν, ἀδιάφορον ἂν ἦν  ἡμῖν τὸ καὶ δι' ἑτέρων, καὶ δι' ἡμῶν ταῦτα γίνεσθαι. Εἰπὲ γάρ μοι, εἴ τις ἰατρὸς παῖδα ἔχων  τυφλοῦσθαι  μέλλοντα,  αὐτὸς μὲν ἐξασθενήσει πρὸς τὴν ἰατρείαν,  ἕτερον  δὲ  εὕροι  δυνάμενον   τοῦτο  ἐργάζεσθαι,  ἆρα  ἂν  ἀπήλασεν  αὐτόν; Οὐδαμῶς· ἀλλὰ μονονουχὶ  ἐρεῖ πρὸς αὐτόν· Εἴτε διὰ σοῦ, εἴτε δι' ἐμοῦ, τὰ τῆς ὠφελείας γινέσθω. Τί δήποτε; Ὅτι οὐ τὸ ἑαυτοῦ ὁρᾷ, ἀλλὰ τὸ τῷ παιδὶ συμφέρον. Οὕτω καὶ ἡμεῖς, εἰ τὸ τοῦ Χριστοῦ ἑωρῶμεν, εἴπομεν ἂν, Εἴτε δι' ἡμῶν, εἴτε δι' ἑτέρου τινὸς, τὸ λυσιτελὲς γινέσθω·  Εἴτε ἀληθείᾳ,  εἴτε  προφάσει, φησὶ, Χριστὸς καταγγέλλεται.  Ἄκουε γὰρ τοῦ Μωϋσέως λέγοντος πρὸς τοὺς παροξῦναι αὐτὸν βουλομένους, ἡνίκα οἱ περὶ Ἐλδὰδ καὶ Μωδὰδ προεφήτευον· Μὴ ζηλοῖς σὺ ἐμοί· καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ταῦτα δὲ πάντα ἀπὸ φιλοδοξίας  γίνεται.  Ἆρα οὐκ ἐχθρῶν  ταῦτα καὶ πολεμίων; Εἶπέ σέ τις κακῶς; ἀγάπησον αὐτὸν σύ. Καὶ πῶς δυνατόν; ∆υνατὸν, καὶ σφόδρα δυνατὸν, ἐὰν θέλῃς. Ἂν δὲ καλῶς  εἰπόντα  φιλήσῃς, οὐκ ἔτι σοι χάρις· οὐ γὰρ διὰ τὸν Κύριον, ἀλλὰ   διὰ  τὴν   εὐφημίαν   τοῦτο   πεποίηκας.   Ἔβλαψέ  σέ  τις;  εὐεργέτησον·  ἂν  δὲ ὠφελήσαντα  ὠφελήσῃς,  οὐδὲν μέγα πεποίηκας.  Ἠδικήθης  καὶ ἐζημιώθης  τὰ μεγάλα; τοῖς  ἐναντίοις   ἀμείψασθαι  σπούδασον.  Ναὶ,  παρακαλῶ,  οὕτω  διοικῶμεν   τὰ  καθ' ἑαυτούς· παυσώμεθα τοῦ ἀδικεῖν καὶ μισεῖν τοὺς ἐχθρούς· αὐτὸς τοὺς ἐχθροὺς κελεύει φιλεῖν,  ἡμεῖς δὲ καὶ αὐτὸν  φιλοῦντα  διώκομεν.  Μὴ γένοιτο,  φησί. Τῷ ῥήματι τοῦτο πάντες φθεγγόμεθα, διὰ δὲ τῶν ἔργων οὐ πάντες. Τοσαύτη ἡ τῆς ἁμαρτίας σκότωσις, ὅτι ἅπερ οὐκ ἔστι λόγῳ φορητὰ, ταῦτα δι' ἔργων φορητά ἐστιν. Ἀπιστῶμεν ὀψὲ γοῦν ποτε τῶν βλαπτόντων  καὶ λυμαινομένων ἡμῶν τὴν σωτηρίαν, ἵνα τύχωμεν ὧν τοὺς φίλους εἰκὸς τυχεῖν. Θέλω γὰρ, φησὶν, ἵν', ὅπου εἰμὶ ἐγὼ, ὦσι καὶ οἱ μαθηταί μου, ἵνα τὴν δόξαν ὁρῶσι τὴν ἐμήν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |