ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

Πέμπτη 20 Οκτωβρίου 2016

Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.


Αἱ τῶν νηπίων  φιλότεκνοι  μητέρες, μέχρι δ' ἂν πρὸς μείζονα ἡλικίαν  καὶ δυνατωτέραν   οἱ   νήπιοι   αὐξηθῶσι,   τὰς   γαλακτοτρόφους   πηγὰς   τῶν   μαζῶν προΐσχουσαι τοῖς φιλτάτοις,  τὴν ἀκάματον τροφὴν τοῦ γάλακτος ὑφέλκειν  αὐτοὺς κολακεύουσιν·  ἐπειδὰν  δὲ  πρὸς  μείζονα  ἡλικίαν  καὶ  αἴσθησιν  ἔλθωσιν,  ὡς  καὶ ὀδοῦσι λοιπὸν τὰ τρυφερὰ τῶν βρωμάτων λεαίνειν, πρότερον αἱ μητέρες τὸ σκληρὸν τοῦ ἄρτου συντρίψασαι, ἁπαλὴν καὶ τρυφε ρὰν, δίκην μυελοῦ, τὴν τροφὴν ἑτοιμάσασαι τῷ  στό ματι  αὐτῶν  ἐνοικίζουσι.  Τοιοῦτοί  εἰσιν  οἱ  τῆς  Ἐκκλη  σίας διδάσκαλοι. Τοῖς γὰρ ἐπὶ τὴν ἕξιν τῆς φρονήσεως νηπιάζουσιν, οὐ δυσνόητα αὐτοῖς καὶ δυσδιάκριτα νοή ματα προσβάλλουσιν, ἀλλὰ, τρόπον μητέρων, τὴν θηλὴν τῆς διανοίας  αὐτοῖς  προσχαλάσαντες,  τὸ  ἄδολον  τοῦ  λό  γου  γάλα  πραεῖ  νεύματι ὑφέλκειν αὐτοὺς παρακαλοῦσιν.


Εἶτα, ὁπόταν  πρὸς μείζονα  νοημάτων  κατάληψιν  οἱ  νήπιοι  αὐξηθῶσι  τῇ φρονήσει, μειζόνων αὐτοῖς μυστη ρίων ἀποκαλύπτειν εἰώθασι νοήματα. Τοῦτο καὶ Παῦ λος  ἐποίει· νηπίοις  γὰρ τυγχάνουσι  γράφων  ἔλεγε·  Γάλα ὑμᾶς  ἐπότισα, οὐ βρῶμα. Τὸν αὐτὸν τρόπον ὁ Κύριος ἡμῶν εἰσέτι καὶ νῦν ποιεῖ· πρὸς γὰρ τὸ μέτρον τῆς  ἕξεως  τῶν  ἀκουόντων  τὴν  τῶν  εὐαγγελικῶν  νοημά  των  γραφὴν συσταθμησάμενος, ἐν ταῖς  προλα βούσαις ἡμέραις, καθάπερ νηπίοις,  ἁπαλὴν  καὶ εὔλυτον τὴν τροφὴν τοῦ λόγου ἡμῖν παρέσχετο· νυνὶ δὲ τὸν νοῦν τῆς φρονήσεως ἡμῶν αὐξηθέντα σκοπήσας, μειζόνων ἡμᾶς συγχωρεῖ ἀπολαύειν διδαγμάτων. Τί γάρ φησι;  Πῦρ ἦλθον  βαλεῖν  ἐπὶ  τὴν  γῆν·  καὶ,  Οὐκ ἦλθον  βαλεῖν  εἰρήνην,  ἀλλὰ μάχαιραν. Ἀλλ' οἱ μὲν νήπιοι ταῖς φρεσὶν οἴονται ἐληλυθέναι τὸν Κύριον ἐπὶ τὸ πυρὶ τὰ πάντα ἀναλῶσαι, καὶ μαχαίρα τοὺς πάντας κατα σφάξαι. Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τὰ αὐτὰ τοῖς νηπίοις νοήσαντες, τὰ τοῦ Κυρίου ῥήματα πρὸς τὸν Κύριον διαλεχθῶμεν, ἵνα τοῦ Κυρίου ῥήματα τοῖς νηπίοις δια πορθμεύσωμεν.
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ ἦλθες βαλεῖν ἐπὶ τὴν γῆν, Κύριε, καὶ οὐκ ἦλθες  βα λεῖν  εἰρήνην,  ἀλλὰ  μάχαιραν; Ἁμαρτία ἡμῶν  κατ ηγωνίσατο,  θάνατος ἡμῶν ἐκυρίευσε, γέεννα πυρὸς ἡμῖν ἠπείληται, τῶν ἐναγῶν δαιμόνων στρατόπεδον κατηγω   νίσατο  ἡμῶν,  καί  σε  ἀρωγὸν  παρὰ  τῶν  προφητῶν   ἀκούοντες ἐξεδεχόμεθα· καὶ ἐλθὼν  λέγεις,  Πῦρ ἦλθον  βαλεῖν  ἐπὶ τὴν  γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Τρόπαιον παρ' ἡμῖν οὐχ ὑπῆρχε πί στεως, τῇ τοῦ διαβόλου παρατάξει οὐκ ἰσχύομεν· ὅπλον γὰρ ἡμῖν οὐχ ὑπῆρχε πίστεως· τὸν θώρακα τῆς δικαιοσύνης  ἡμῶν  ἔτι ὄντα  τὸν  Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐκδύσας ὁ διάβολος ἐγύμνωσε.  ∆ιὸ  ἕκαστος  ἡμῶν  γυ  μνὸς  βοηθείας  ὑπάρχων  πρὸς  σὲ βοᾷ  λέγων·
∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς  με, πολέμησον τοὺς πολε μοῦντάς με· ἐπιλαβοῦ ὅπλου  καὶ  θυρεοῦ, καὶ  ἀνά  στηθι  εἰς  τὴν  βοήθειάν  μου· ἔκχεον  ῥομφαίαν,  καὶ σύγκλεισον ἐξ ἐναντίας  τῶν καταδιωκόντων  με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι· καὶ ἐλ θὼν πρὸς βοήθειαν ἡμῶν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ποῦ ἡ τῶν ἁγίων ἱκεσία ἡ περὶ εἰρήνης πρὸς σὲ γεγενημένη, τὸ, Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Πάντα γὰρ ἀπέδωκας ἡμῖν. Εἰρήνην ἱκετεύσαμεν, γαλήνης  ἐδεήθημεν, πόλεμον  οὐκ ἠθελήσαμεν, μάχαιραν ἀπειπάμεθα· καὶ ἐλθὼν λέγεις,  Οὐκ ἦλθον  βαλεῖν  εἰρήνην,  ἀλλὰ  μάχαιραν; ∆εινὸν  αὐτοῦ τὸ καθ'  ἡμῶν στρατόπεδον τῶν ἐναγῶν δαιμόνων ἐξώπλισε· πάντας ἡμᾶς τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρ τίας κατασφάξας, εἰς ᾅδην κατηκόντισε.
∆ιὰ τοῦτο οἶκτον παρὰ σοῦ αἰτοῦμεν· ὁ πᾶς ἁγίων χορὸς πρὸς σὲ ἀνεφθέγγετο λέγων· Ὁ ποιμαίνων  τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Λέγεις, Οὐκ ἦλθον  βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; καὶ ποῦ ἡ σὴ ἐπαγγελία   ἡ  λέγουσα·  Ἰδοὺ  ἐκκλίνω   εἰς  αὐτοὺς  ὡς  ποταμὸς  εἰρήνης  καὶ  ὡς χειμάῤῥους  ἐπικλύζων  δόξαν  ἐθνῶν;  ἢ ποῦ ἡ πρόῤῥησις τῶν  ἁγίων  Πατέρων ἡ λέγουσα, Ἰδοὺ ἐξέρχεται Κύριος, καὶ συντρίψει πόλεμον; Συντριβέντος δὲ τοῦ πολέ μου,  εἰρήνην  καὶ  βοήθειαν  ἐξεδεχόμεθα·  καὶ  ἐλθὼν  λέγεις,  Οὐκ ἦλθον  βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Προφήτας προαπέστειλας, πατριάρχας προέπεμψας, ὅπλοις δικαιοσύνης αὐτοὺς ἐθώρηξας πρὸς τὸ ἀντιστῆ  ναι τῇ μάχῃ τοῦ διαβόλου, καὶ συντρίψαντας τὸν πόλεμον εἰρήνην τῷ κόσμῳ βραβεῦσαι, ὡς εἷς αὐτῶν εὐχαριστῶν ἔλεγεν· Εὐλογητὸς Κύριος ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου  εἰς  πόλεμον·  καὶ  οὗτοι  ἡττηθέντες  νῶτα  δεδώκασι,  πρὸς  σὲ βοῶν  τες,  σὲ καλοῦντες  βοηθὸν, λέγοντες·  Κύριε, κλῖνον  οὐρανοὺς, καὶ κατάβηθι· καὶ κλίνας οὐρανοὺς, καὶ καταβὰς ἐπὶ τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων ἐν εἰρήνῃ, λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μά χαιραν; Τί δὲ μακαρίζεις τοὺς εἰρηνοποιοὺς,  ὅτι υἱοὶ Θεοῦ κληθήσονται; Τί οὖν ὁ διδάσκων ἄλλους εἰρηνο ποιεῖν, τί λέγεις περὶ σεαυτοῦ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; ∆ιὰ τὰ ἁμαρτήματα ἡμῶν ἐχθρὸς ἡμῶν γέγονεν  ὁ Κύριος· μεσίτου ἐδεόμεθα  τοῦ  λύοντος  μὲν  τὴν  μεταξὺ  ἡμῶν  ἔχθραν,  εἰρήνην   δὲ  γλυκεῖαν βραβεύοντος. Καὶ ὁ πατὴρ ἡμῶν  Ἰὼβ περὶ τοῦ μεσίτου ηὔχετο  λέγων·  Εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων· καὶ ἐλθὼν μεσιτεῦσαι καὶ λῦσαι τὴν ἔχθραν, τὰ ἐναντία λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ἐν τίνι λοιπὸν τὴν ἐλπίδα τῆς εἰρήνης ἐκδεξόμεθα; Ἀλλὰ ναὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν ὑφ' ὑμετέροις ποσὶ πατουμένην. Ἐπει δήπερ ὁ διάβολος ἐν ταῖς τῶν ἀνθρώπων  καρδίαις ἀκάνθας καὶ  τριβόλους  ἐνέσπειρεν  ἁμαρτιῶν,  πῦρ  ἦλθον  βαλεῖν  ἐπὶ  τὴν  γῆν,  τὴν  τῶν ἀκανθῶν  ἀνάλωσιν.  ∆ιὰ τοῦτο πῦρ ἦλθον  βαλεῖν  ἐπὶ τὴν  γῆν, καὶ θέλω,  εἰ ἤδη ἀνήφθη, καθαρίσαι τὴν ἐμὴν γῆν. ∆εῖ με τὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρᾷ τῇ ψυχῇ τὸν οὐράνιον  σπόρον ἐνράνω.  ∆ιὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πλάσας ἐξ ἀρχῆς τὸν ἄνθρωπον ἐκ γῆς, σπινθῆρα θεῖον πυρὸς ἐν μέσῃ αὐτοῦ τῇ καρδίᾳ ᾤκισα, πρὸς τὸ διὰ πυρὸς ἔχε σθαι αὐτὸν  τῆς πρὸς Θεὸν ἀγάπης. Ἐπεὶ οὖν τοῦτον  τὸν θεῖον  σπινθῆρα τοῦ πυρὸς καὶ ταύτην  τὴν θέρμην ἐκβαλεῖν  ἦν  ἀδύνατον,  ἵνα  καλλιφερὲς  ἔχωσι  τὴν  τοῦ ἁγίου  Πνεύματος ἔξαψιν (κρυμῷ γὰρ ἀσεβείας τὰς τῶν ἀνθρώπων  ψυχὰς ἐνέκρωσεν ὁ διάβολος), δεῖ με πῦρ βαλεῖν ἐπὶ τὴν γῆν· ἵνα ἐκλύσας καὶ χαυνώσας τὸν ἐκ τοῦ διαβόλου ἐπιγεγενημένον ταῖς ψυχαῖς χειμῶνα τῆς ἀπιστίας, εὔδιον καὶ γαληνιῶσαν  τὴν φρένα καταστήσας, ἀναθάλλειν καὶ χλοηφορεῖν αὐτὴν ποιήσω.
Εἰσέρχεται οὖν εἰς τὴν μάνδραν αὐτοῦ, καλύπτων  τὸν ποιμένα ἐν τῷ ἀρνίῳ τοῦ σώματος, οὐ βακτηρίαν ἐπιφερόμενος, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλά νην, ἵνα μὴ δειλιᾶσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμένος. Ἀλλ' εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς ἥλιος  δικαιοσύνης, ἀλλ'  ὡς ἄνθρωπος  πρὸς ἄν θρωπον, ὡς ἀρνίον  πρὸς ἀρνίον, συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγχλοάζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὸ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συν αναπεσεῖν, τὸν ἤδη πεπτωκότα ἑαυτῷ συνεγείρῃ. Καὶ εἰσελθὼν  οὐκ ἐβαπτίσθη κατὰ τὸ ἦθος τῶν  Φαρισαίων. Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ τῷ προ βάτῳ ἀφορμὴν λαλεῖν πρὸς τὸν ποιμένα, ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλῦσαι, καὶ βεβαιῶσαι πνευμα τικόν· Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμα σεν, ὅτι οὐ πρότερον ἐβαπτίσθη. Ἐθαύμασεν, οὐκ ἐπαινῶν τὸν  διδάσκαλον, ἀλλ' ἀπορῶν  τὸ γινόμενον·  οὐκ ἐπαινῶν,  ἀλλὰ  κρίνων.  Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον.Τοῦτο δὲ ἔφασκεν ὁ Φαρισαῖος, μὴ θεωρῶν  τοῖς  κρυπτοῖς  ὀφθαλμοῖς  τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων ταξίαρχον καὶ τῶν  Σεραφὶμ καὶ Χερουβίμ. Εἰ γὰρ ἐθεάσατο τοῦτον, προσ έπεσεν ἂν αὐτοῦ τοῖς γόνασι, καὶ τοῖς δάκρυσιν αὐτοῦ ἔπλυνε τοὺς πόδας, καὶ ἔλεγεν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἔλεγε γὰρ ἄν· Σὺ εἶ ὁ ἐξ οὐκ ὄντων τὰ πάντα εἰς τὸ εἶναι παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι  τοῦ στόματός σου πᾶσα ἡ δύναμις  αὐτῶν· συνάγων  ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· σὺ τιθεῖς ἐν τοῖς θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ γῆ· ἀπὸ σοῦ σαλεύεται ἡ σύμπασα οἰκουμένη. Ἀλλ' οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς, ἔκρινε τὸν διδάσκαλον.
Ὁ δὲ  Κύριος πρόφασιν  δεδωκὼς,  ὥσπερ  κἀκείνῃ  τῇ  Σαμαρείτιδι  ἐν  τοῦ αἰτῆσαι αὐτὸν  παρ'  αὐτῆς ὕδωρ, ἔδωκεν  αὐτῇ καιρὸν τοῦ αἰτῆσαι παρ'  αὐτοῦ τὸ αἰώνιον  ὕδωρ· ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸ χειραγωγεῖν. Ἄρτι γὰρ, ὑμεῖς Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου  καὶ τοῦ πίνακος  πλύνετε  τὸ δὲ ἔσωθεν γέμει  ἁρπαγῆς καὶ δόλου. Τουτέστιν, Ὑμεῖς νῦν  τὸ σῶμα καλλωπίζετε,  τὰς δὲ ψυχὰς  κακίζετε. Πῶς δὲ καὶ τέρψει χρυσοῦν ἐὰν ᾖ τὸ ποτήριον,  ὅταν ἔνδοθεν  ἔχῃ θανατηφόρον  πότον; Οὐχὶ τοιαῦται  αἱ  πόρναι;  τὰς  ὄψεις  ἑαυτῶν  τοῖς  χρώμασιν  ἀνθίζουσαι,  τὰς  ψυχὰς ἀφανίζουσιν. Ἢ γὰρ οὐχὶ τὰς ὄψεις ἑαυτῶν τῷ φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς διαδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται, δέον αὐτὰς τῷ αἵματι Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, καὶ τῷ πνεύματι τὰς ψυχὰς ἐκλευκαίνειν, ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον, καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ; Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκσπογγίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας εἰς μανίαν ἑλκύσωσι. Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν  τοῦ ποτηρίου καὶ τοῦ πίνακος  πλύνετε,  τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Ὁ Ἰωάννης  ἔλεγε· ∆ιὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα τῷ πνεύματι οὐ λούετε;
Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητὲ, οὐδὲν ὠφεληθήσεται  ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ καὶ τὸ πνεῦμα, ἐὰν μὴ ἔχῃ συνεργὸν καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ δὲ ποτήριον  ἔξωθεν  καὶ ἔνδοθεν  πλυθὲν,  μὴ ἔχον  δὲ ποτὸν  οὐκ ἂν ἰάσηται τοῦ διψῶντος  τὴν  ἐπιθυμίαν,  ὁμοίως δὲ καὶ πινάκιον  πλυθὲν  ἔσωθεν καὶ ἔξωθεν  οὐ θρέψει  τὸν  πεινῶντα,  ἐὰν  μὴ  ἔχῃ  ἔνδοθεν  βρώματα· οὕτω  καὶ  ἄνθρωπος,  κἂν ἔσωθεν  ᾖ  πεπλυμμένος  καὶ  ἔξωθεν,  οὐ  θρέψει  τὸν  Κύριον, ἐὰν  μὴ  θρέψῃ  τὸν σύνδουλον. ∆ιὸ ἐπιφέρει ὁ Κύριος καὶ λέγει· Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ τὰ πάντα καθαρὰ ὑμῖν ἔσται. Πλὴν τὰ ἐνόντα, λέγει. Οὐ γὰρ τοσοῦτον τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ βοήσῃς  οὖν  ὁ  πένης,  ὅτι  οὐκ  ἔχεις  χρυσοῦ  καὶ  ἀργύρου  τόσας· ῥῖψον  εἰς  τὸ γαζοφυλάκιον  ὃ ἔχεις·  καὶ  δύο  λεπτὰ  δικαιοῖ·  μνήσθητι  τῆς  χήρας  ἐκείνης,  ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους.
Ὁ Θεὸς οὐ χρήματα οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει. Ἐλεημοσύνη σπίλους μοιχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθοὺς θησαυρίζει· ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, καὶ τὰς τρυφερὰς ἐξυφαίνει.  Ὢ ἐλεημοσύνη ψυχῶν  ζωτικὴ, χορηγία ψυχῆς, καλὴ στρατηγία. Ῥίψατε  χρυσὸν, καὶ λάβετε Χριστόν· δότε ἀργύριον, καὶ λάβετε τὸ Πνεῦμα τὸ ἅγιον· σκορπίσατε χαλκὸν, καὶ συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας·  δροσίσατε τὸν  ἔλεον,  καὶ  σβέσατε τὴν  κάμινον·  καὶ  δότε  ἱμάτια,  ἵνα λάβητε ἰάματα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Νουθεσίαι πνευματικαί.

Καιρός σε λοιπὸν ἀνανῆψαι καὶ πάντα ἀποσείσασθαι. Μνήσθητι ὅτι σήμερον ἢ αὔριον ἰδεῖν ἔχεις τοὺς οὐρανοὺς, καὶ τοὺς ἀγγέλους θεάσασθαι, καὶ παραστῆναι τῷ φοβερῷ βήματι, καὶ ἐλθεῖν ἐνώπιον  τοῦ Θεοῦ ἐν τῷ κριτηρίῳ αὐτοῦ, ἐν τῷ τῆς σωφροσύνης καὶ δικαιοσύνης καὶ ἀληθείας δικαστηρίῳ, καὶ λόγον  δοῦναι παντὸς τοῦ βίου σου. Εἰ θέλεις ἰδεῖν τὸν ἅγιον, ἁγίασον σεαυτόν· εἰ θέλεις ἰδεῖν τὸν ἅγιον καὶ ἀμίαντον, ἅγνισον σεαυτὸν πρότερον. Ἀφ' οὗ τις ἔλθῃ εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅλον ἑαυτὸν ἀνέθηκε τῷ Θεῷ, καὶ οὐκέτι ἔχει ἑαυτοῦ ἐξουσίαν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ  κατέγραψεν ἑαυτόν. Ἀρνησάσθω οὖν ἑαυτὸν καὶ τὰ θελήματα ἑαυτοῦ, καὶ ἀκολουθησάτω  τῷ  Θεῷ. Πόσην ἤγειρε  θάλασσαν ἐν  τῷ  βίῳ  ἡ πολιτεία  τῆς σαρκὸς ταύτης; ὅσα κύματα εἰργάσατο; ὅσας ταραχάς; ὅσους ἀνέμους; ὅσα ναυάγια; ὅσας ἀνομίας καὶ ἁμαρτίας; ὅσας συμφορὰς καὶ τραγῳδίας; ὅσα κακὰ ἐν πάσαις ταῖς πόλεσιν; ὅσα κατ' οἴκους; ὅσα κατ' ἀγοράν; τίς ἡ δύναμις αὐτῆς; ἢ τίς ἡ ἰσχὺς αὐτῆς; ὅλα φόβου μεστὰ ἔχει. Ἡ γέννησις  αὐτῆς φόβος, ὁ θάνατος  φόβος, ἡ ζωὴ αὐτῆς φόβος, τὰ μετὰ θάνατον ἄῤῥητα καὶ ἀδιήγητα. Ῥοπὴ ζυγοῦ ἐστιν ἐν τῇ καρδίᾳ ἡμῶν· ἐκεῖ ῥέπει  ζυγός. Κροῦσον, σπούδασον, ἵνα ἀνοιγῇ σοι ταχέως· μνήσθητι ὅτι μετ' οὐ πολὺ πάντα  καταλιμπάνεις  τὰ ὁρώμενα, τὸν  οὐρανὸν  καὶ τὴν  γῆν,  τοὺς ἀνθρώπους,  τὰ  πράγματα·  μνήσθητι  ὅτι  οὐδὲν  εἶ,  οὐ  σώματι,  οὐ  ψυχῇ.  Μικρὰ φροντὶς ἐτάραξέ σε, μικρὰ ἀγωνία κατέπληξέ σε, μικρὰ θλῖψις κατέβαλέ σε, μικρὸς πόνος ἐθορύβησέ σε, λόγος ψιλὸς κατεκτύπησέ σε. Καὶ διὰ τί μὴ μισήσῃς τὸν βίον τοῦτον;  Ἐγὼ δέ σοι λέγω,  ὅτι μετοικῆσαι ὀφείλεις,  καὶ ἄνω  ἐν ταῖς  πύλαις  τοῦ οὐρανοῦ πῆξαι σεαυτῷ σκηνὴν, καὶ ἐκεῖ καταμόνας διᾶξαι, καὶ δέεσθαι τοῦ Θεοῦ μέχρι θανάτου, ἵνα εὐμενῶς προσδέξηταί σε, καὶ ἀνοίξῃ σοι ἐν καιρῷ ταχέως. Κάτω ἐπὶ γῆς τὸ σῶμα κλινάτω γόνυ τῷ Θεῷ· καὶ ἄνω ἡ ψυχὴ παρακαλείτω διαπαντὸς, ἐπὶ πρόσωπον ἑαυτὴν ῥίπτουσα· φιλονεικήσωσι, τίς πλέον καμεῖ ἐν τῇ δεήσει. Κατὰ σὲ οὖν ὁ κόσμος ἀπέθανε, κατὰ σὲ ἦλθεν ἡ κρίσις ἡ μέλλουσα· ὅσον δύνασαι ταύτην ἄπωσαι, κἀκείνης μνημόνευε.
Βέλτιον τὰ κακὰ τῆς μελλούσης, ἢ τὰ ἀγαθὰ τῆς παρούσης λογίζεσθαι· ἐκεῖνά σοι φόβον  Θεοῦ προξενεῖ,  ταῦτα  δὲ  καὶ  τὸν  ὄντα  συλᾷ. Ἐν  τοῖς  πνευματικοῖς πράγμασιν ὀρφανοί ἐσμεν ἅπαντες· οὐδένα ἔχομεν, εἰ μὴ τὸν Θεὸν, βοηθὸν, καὶ τὴν σπουδὴν ἑαυτῶν. Οὐκοῦν πάντων  διαπτύσαντες, φροντίσωμεν  ἑαυτῶν. Μνήσθητι σεαυτοῦ καὶ τῶν κακῶν τῶν περιεχόντων  σε· μνήσθητι τῶν ἁμαρτιῶν σου λοιπὸν, καὶ τῆς κρίσεώς σου· μνήσθητι, ὅτι ἄνθρωπος εἶ θνητὸς καὶ ἀσθενὴς καὶ ταλαίπωρος, ῥυπαρὸς καὶ ἀκάθαρτος· μνήσθητι,  ὅτι ἄνθρωπος  εἶ ἐν  βίῳ θλιβερῷ  διάγων  καὶ κινδύνων   μεστῷ,  πολλοὺς  ἀποκτείναντι   καὶ  καλοὺς  καὶ  κακοὺς,  σοφοὺς  καὶ ἀσόφους, πλουσίους καὶ πένητας. Ἄγε, φέρε, ἵνα φάγῃς καὶ πίῃς, καὶ ἑνὸς ψωμοῦ οὐκ  ἔχεις  τὸ  ἀσφαλές.  Μνήσθητι,  ὅτι  ἄνθρωπος  εἶ,  ὀστέα  τεταπεινωμένα   ἀπὸ κεφαλῆς ἕως ποδῶν, μὴ δυνάμενος μιᾶς ἡμέρας ὑπενεγκεῖν  κόπον, ἢ μιᾶς νυκτὸς ἀγρυπνίαν·  μνήσθητι πόσα προσέκρουσας τῷ Θεῷ ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι· μνήσθητι, ὅτι λέοντι καὶ δράκοντι παλαίεις ἡμέρας καὶ νυκτός· λόγισαι πόσαι εἰσὶν ἐν ᾅδου ψυχαὶ, ὅτι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ, μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν, καὶ μὴ τυγχάνουσαι, ἀλλ' εἰς τὰ κατώτατα τῆς γῆς θρηνοῦσαι τὰς πορνείας ἑαυτῶν καὶ τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς, τὰς πονηρίας αὐτῶν καὶ τὰς λογομαχίας. Μνήσθητι, ὅτι οὐκ εἰς μακράν σε δεῖ ἀποθανεῖν καὶ κριθῆναι, καὶ τοῦτο μὴ παύσῃ καταλέγων  τῇ ἑαυτοῦ ψυχῇ. Γράψον τὸ μικρὸν τοῦτο λογάριον  ἐν τῇ καρδίᾳ σου· δῆσον αὐτὸ περὶ τῷ σῷ τραχήλῳ. Κρεῖττόν ἐστι διαδήματος βασιλικοῦ· τοῦτο εἰς κόλασιν ἄγει, ἐκεῖνο ζωὴν αἰώνιον προξενεῖ. Ταῦτα μελέτα· ἐν τούτοις ἴσθι διαπαντός. Ἐὰν ἐν τούτοις ᾖς, ἐν τοῖς ἐναντίοις οὐχ εὑρίσκῃ ποτέ· εἰ δὲ ἐν τούτοις οὐ κατανύσσῃ, ἐν  τίνι  ἁλισθήσεται ἡ καρδία σου; Ὅτι κἂν  ἐγγὺς  ᾖ ἡμέρα Κυρίου, φοβηθῶμεν  καὶ  ἡσυχάσωμεν. Ὁ θέλων  ἄμωμος  εἶναι  ἐν  ἔργοις  καὶ  λόγοις  καὶ ἐνθυμήμασι, τί ἄλλο πράττειν ὀφείλει, εἰ μὴ διαπαντὸς ἡσυχάζειν καὶ εὔχεσθαι καὶ σιωπᾷν καὶ καταφρονεῖν ἁπάντων τῶν ἐπὶ τῆς γῆς; Ὁ γὰρ τοῦτο θέλων κατορθῶσαι, θεὸν ἑαυτὸν ποιεῖ ἐπὶ τῆς γῆς, κατὰ τὸν εἰπόντα, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ. Ἴδε ἐτεκνοποιήθημεν ὑπὸ τοῦ Θεοῦ· τί δικαιότερον, ἢ υἱὸν μιμήσασθαι πατέρα; Εἰ τέκνον γνήσιον  εἶ, ἀκολούθησον  προστάγμασι πατρικοῖς,  καὶ  μάλιστα  δικαίοις  οὖσι καὶ ὠφελίμοις.Ὁ   ἔχων   πρὸς   δαίμονας   μάχην,   τί   ὀφείλει   ποιεῖν,   ἢ   ἀδιαλείπτως προσεύχεσθαι; ὁ  καθ'  ἡμέραν  κινδυνεύων   ψυχῇ  καὶ  σώματι,  τί  ἄλλο  πράττειν ὀφείλει, ἢ ἀγωνιᾷν καὶ δέεσθαι τοῦ Θεοῦ; Ἀλλὰ λέγεις, τὰ πάθη τυραννοῦσί με, καὶ ὁ φόβος  τύραννός  ἐστι. Τύραννος  τυράννῳ  ἀντιπίπτει.  Σείει  μόνον  τὴν  γῆν,  καὶ ἅπαντες τρέμουσι. Τίς οὐ φοβεῖται τὸν ποταμὸν τοῦ πυρός; Μία ἡμέρα τοῦ σκότους ὑπὲρ ὅλα τὰ ἐν βίῳ κακά· καταφρόνει οὖν τῶν ἐνταῦθα ὡς ἀπαραμυθήτων. Ὕβρισέ τις,  ἢ ἐτύπτησεν;  ἔλπισον  ἐπὶ  Κύριον,  ὅτι  πολύν  σοι παρέξει τῆς  ὑπομονῆς  τὸν μισθόν. Ἀπὸ τῆς ἐλπίδος ἡ πίστις, ἀπὸ τούτων ἡ ἀγάπη· ὅτι μικροῦ λόγου καὶ μικρᾶς ὑπομονῆς ὁ ∆εσπότης παράδεισόν σοι χαρίζεται, ὡς ἀθλητήν  σε στέφει διὰ πόμα ψυχρόν· ἡ γὰρ πίστις σου πολλοῦ ἀξία ἐστί. Τὴν ἀρετὴν ποίησον σεαυτῷ νύμφην, καὶ ἐγκράτειαν  καὶ σωφροσύνην, παῖδάς  σου ζῶντας  καὶ  προάγοντας  εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀνισταμένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον, καὶ ἑσπέρας ἀναχωροῦσα, ἀναπαυέσθω  ἐπὶ  κλίνης  πνευματικῆς,  ἐπὶ  λογισμοῖς  εὐσεβέσιν, ἐπὶ ἐλπίδι τοῦ Θεοῦ, ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ· διότι τὰ προστάγματα τοῦ Θεοῦ φῶς εἰσι καὶ ζωὴ καὶ ἀνάπαυσις, εὐλογία καὶ δικαιοσύνη· τὰ δὲ ἐντάλματα τοῦ Σατανᾶ σκότος καὶ θάνατος,  κόλασις καὶ ἁμαρτία καὶ κατάρα. Ἐν σοί ἐστιν ἢ τούτοις  ἢ ἐκείνοις ἀκολουθῆσαι. Ἐὰν ταῖς τοῦ Κυρίου ἐντολαῖς ἀκολουθήσῃς, ὅλα σοι τὰ καλὰ πάντα, τὸ φῶς, ἡ ζωὴ, ἡ ἀνάπαυσις, ἡ εὐλογία, τῆς δικαιοσύνης ὁ στέφανος· ἐὰν δὲ ταῖς τοῦ Σατανᾶ πεισθῇς, τὰ ἐναντία  τούτων  ἀπαντᾷ σοι. Τίς οὖν ἄφρων  αἱρεῖται αἰσχύνην  καὶ  ὄνειδος  μετὰ  κολάσεων  αἰωνίων,   ἀντὶ  δόξης  καὶ  ἐπαίνων   καὶ ἀθανάτου  τρυφῆς;  Ἀνάστα, σπεῦσον, δράμε, ἐπείχθητι·  ὁ  γάμος  ηὐτρέπισται,  οἱ ταῦροι  τεθυμένοι  εἰσὶ, τὰ  σιτιστὰ ἕτοιμά  σε περιμένουσιν,  οἱ  ἀριστηταὶ,  καθὼς γέγραπται, Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Σπούδασον, ἵνα καταλά καταλάβῃς. Ἰδοὺ ἡ χαρὰ, ἰδοὺ ἡ ἀνάπαυσις, ἰδοὺ τὸ φῶς, ἰδοὺ ἡ ζωὴ, ἰδοὺ ἡ δόξα, ἰδοὺ ἡ τρυφὴ, ἰδοὺ τὰ ἀληθῆ καὶ αἰώνια, ἰδοὺ τὰ μεγάλα καὶ θαυμαστὰ, ἰδοὺ πάντα ὡς θέλεις, μᾶλλον δὲ καὶ ὑπὲρ ὃ θέλεις. Γνῶθι μόνον ὅτι ἐθαυμάστωσε τοὺς ὁσίους αὐτοῦ  ὁ Θεὸς, ἐδόξασε τοὺς  ἁγίους  αὐτοῦ,  ἐκαύχησε τοὺς  φοβουμένους  αὐτὸν, ὕψωσε τοὺς ἀγαπῶντας  αὐτόν. Μὴ φθονήσωμεν ἑαυτοῖς τοσούτων ἀγαθῶν προκειμένων, τοιαύτης ἐλπίδος. Ἄλλοι μικροῦ κέρδους χάριν ἀθλοῦσι, πολεμοῦσι, θαλαττεύουσι, κινδυνεύουσιν· ἡμεῖς καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν μέλλοντες κληρονομεῖν, τί ἀθυμοῦμεν. τί διστάζομεν, τί φθειρόμεθα ἐν τῇ ὕλῃ ταύτῃ; Ὅλα τὰ πράγματα παθοποιὰ, παροξυντικὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πράττομεν· ἡ τρυφὴ ἡμῶν  εἰρήνην  οὐκ ἔχει· ὁ ὕπνος, τὸ βάδισμα, ὅλα σκανδαλώδη. Τίς ὡς ἠθέλησεν ἔζησε; τί τοῦ βίου τούτου οὐκ ἔστιν ἐπαχθές; Αὕτη ἡ σὰρξ ἡμῶν οὐ σπένδεται ἡμῖν· ὑγιαίνουσα πολεμεῖ, ἀῤῥωστοῦσα θλίβει. Τίς ἄλυπος ἐξῆλθεν ἐκ τοῦ βίου τούτου; τίς οὐκ ἐγεύσατο τῶν ἁλμυρῶν ὑδάτων τῆς πικρᾶς ταύτης θαλάσσης, τῶν ἐπαλλήλων κυμάτων; τίς οὐκ ἐστέναξεν ἐπ' αὐτοῖς; πόσους μεγάλους ἐπτέρνισεν ἡ παροῦσα ζωὴ, καὶ  τρέχοντας  καλῶς  ἐπαγίδευσε;  Καὶ οὐδὲν  θαυμαστόν·  δαίμονες  γάρ  εἰσιν  οἱ ἐνεργοῦντες, διάβολος ὁ ἐνεδρεύων.Ταῦτα  οὖν  εἰδότες  μετανοήσωμεν  ἐν  ὅλῃ  καρδίᾳ,  μὴ  αἱ  ἡδοναὶ  ἡμῶν στραφῶσιν εἰς θρήνους καὶ δάκρυα· βοηθήσωμεν ἑαυτοῖς, ἀποσπάσωμεν τὴν ψυχὴν ἑαυτῶν ἐκ τοῦ κόσμου τούτου, ἔτι δὲ καὶ τῆς ἰδίας σαρκός· εὕροιτο ἑαυτῇ κελλίον εἰς τὰ πέρατα τῆς γῆς, ὅπως ἂν βοήσῃ καὶ αὐτὴ πρὸς τὸν Κύριον· ἐλέησόν με τὴν μόνην· ἰδοὺ πάντα ἀφῆκα, καὶ ἠκολούθησά σοι· ἰδοὺ πάντα ἤρνημαι διὰ τὸν σὸν φόβον. Ἡ κατάνυξις  ἡμῶν  ἕως  τῶν  νεφελῶν  φθασάτω,  οἱ στεναγμοὶ  ἡμῶν  τοῖς  οὐρανοῖς ἐγγισάτωσαν, αἱ προσευχαὶ ἡμῶν καὶ αἱ ἐλεημοσύναι ἐλθέτωσαν ἐνώπιον τοῦ Θεοῦ. Λειτουργήσωμεν αὐτῷ  μετὰ  πάσης  ἀληθείας,  μετὰ  εὐλαβείας  καὶ  δέους·  πάντα ποιήσωμεν,  ἵνα  ἐκεῖ  μὴ μεταγνῶμεν·  πάντα  ὑπομείνωμεν,  ἵνα  καὶ  τῶν  ἀγαθῶν ἀπολαύσωμεν  τοῦ Θεοῦ, ἵνα τὴν μείζονα παῤῥησίαν κτησώμεθα, ἵνα  τιμιωτέρων ἀξιωθῶμεν δωρεῶν, ἵνα μηδενὸς τῶν ἁγίων ὀφθῶμεν δεύτεροι. Μέγας πειρασμὸς ὁ βίος ἡμῶν, καὶ οὐδεὶς οἶδε· μέγας χειμὼν, καὶ οὐδεὶς κατανοεῖ.∆ῶμεν τόπον τῇ ἐνεργείᾳ τῶν παθῶν, καὶ τῇ ἐν ἡμῖν οἰκούσῃ ἁμαρτίᾳ κατὰ τὸν Ἀπόστολον· δῶμεν τόπον τοῖς παροργισμοῖς τῶν ἀνθρώπων.  δῶμεν τόπον τῇ σαρκὶ ταύτῃ  καὶ ταῖς  ἐπιθυμίαις  αὐτῆς, δῶμεν  τόπον  τῷ  κόσμῳ τούτῳ  καὶ ταῖς δυσχερείαις  αὐτοῦ,  δῶμεν   τόπον   ὅλοις  τοῖς  πειρασμοῖς,  ὅλαις  ταῖς  θλίψεσι· κρυβῶμεν ἀπ' αὐτῶν· διωκόμεθα γὰρ ἀπ' αὐτῶν, καὶ ζητούμεθα πάντες εἰς τὸ ἀποκτανθῆναι  ὑπὸ δαιμόνων,  ὑπὸ πραγμάτων,  ὑπὸ ἀνθρώπων  ἐρεθιζομένων  ὑπὸ τοῦ Σατανᾶ. Ἑαυτοῖς μόνοις προσέχωμεν καὶ τῷ Θεῷ, ἑαυτῶν  ἐκδόντες  τὸ σῶμα τοῦτο  τοῖς  θέλουσι  τύπτειν·  πολλῶν  γὰρ  πληγῶν  καθέστηκεν  ἄξιον.  Ἄνω  τὴν καρδίαν τείνωμεν  ἑαυτῶν, ἐκχέοντες ὅλην ἑαυτῶν τὴν ψυχὴν ἐνώπιον  τοῦ Θεοῦ, ἵνα σωθῶμεν καὶ ἐλεηθῶμεν καὶ ζήσωμεν, σκιρτῶντες καὶ τρυφῶντες καὶ χαίροντες, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |