ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Οʹ Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν

Τρίτη 25 Οκτωβρίου 2016

Οʹ Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν



Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

Οʹ  Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν.


 Ἐβουλόμην καὶ αὐτὸς παραγενομένους ὑμᾶς ἐνταῦθα ἰδεῖν· ἀλλ' ἐπειδὴ πολλὰ  τὰ κωλύοντα,  τοῦτο μὲν οὐ τολμῶ  νῦν  ἀπαιτεῖν,  ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν  τὰ μέγιστα ὠφελεῖν,  μετὰ δὲ τῶν εὐχῶν  καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα. Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες   χαλεπῇ,  ἀλλ'  ὅμως  εἰ  καὶ  πολλαὶ  αἱ  περιστάσεις,  οὐ  μικρὰν  εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην.


Εἰ γὰρ καὶ ὀλίγα ὑμῖν συνεγενόμεθα, ἀλλὰ πολλὴν  πεῖραν ὑμῶν  τῆς διαθέσεως εἰλήφαμεν,  τῆς γνησίας καὶ θερμῆς καὶ μέλιτος γλυκυτέρας, τῆς ἀπεριτρέπτου, τῆς σταθηρᾶς καὶ πεπηγυίας, ἣν καὶ παρόντες καὶ ἀπόντες ἐπιδείκνυσθε. ∆ιὰ ταῦτα καίτοι καὶ πόῤῥωθεν ὑμῶν ὄντες,  καὶ  τοσούτοις  συνεχόμενοι  δεινοῖς,  ὥσπερ  ἐν  λιμένι  τινὶ  τῇ  μνήμῃ  τῆς ὑμετέρας ἀρετῆς ἐπαναπαυόμεθα,  θησαυρὸν μέγιστον τὴν ὑμετέραν ἀγάπην  εἶναι νομίζοντες. Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει  τῶν  Ἰσαυρικῶν θορύβων  ἡ συνέχεια. Ταῦτ' οὖν εἰδότες, καὶ πόῤῥωθεν ὄντες μεμνῆσθαί τε ἡμῶν διηνεκῶς μὴ κατοκνεῖτε, καὶ γράφειν ἡμῖν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι.


ΟΑʹ. Μάλχῳ.

 Μήτε ἀθύμει, μήτε ἁμαρτίαις λογίζου τὴν καλλίστην ἀποδημίαν τῆς μακαρίας θυγατρός σου. Εἰς γὰρ ἀκύμαντον κατέπλευσε λιμένα, καὶ πρὸς ζωὴν ἦλθε μηκέτι πέρας ἔχουσαν, καὶ τῶν  κατὰ τὸν παρόντα βίον κυμάτων  ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθὰ, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ. Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχὴν, καθάπερ γεωργὸς ἄριστος καρπὸν ὥριμον, τῷ κοινῷ πάντων  παρέστησας ∆εσπότῃ. Ταῦτα καὶ τὰ ἐκ τῶν τοιούτων λογισμῶν ἐπιτιθεὶς φάρμακα καὶ σαυτῷ, καὶ τῇ κυρίᾳ μου τῇ κοσμιωτάτῃ μητρὶ αὐτῆς, πλεόναζε τὸν ὑπὲρ τούτων ἀποκείμενον ὑμῖν μισθόν· ἵνα μὴ μόνον  τῆς καλλίστης  ἀνατροφῆς,  ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν  τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν.

ΟΒʹ. Ἀλφίῳ.

Ἡμεῖς εἰ καὶ πόῤῥω σου καθήμεθα, ἀλλ' ἀκούοντές  σου τὰ  κατορθώματα,  καὶ  τὴν  πολλὴν  μεγαλοψυχίαν,  ἣν  περὶ  τοὺς δεομένους ἐπιδείκνυσαι, σκιρτῶμεν, εὐφραινόμεθα, χαίρομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ κατ' ὄψιν συντυχεῖν σου τῇ τιμιότητι, καὶ πολλὰς παρόντι παρόντας ὁμολογῆσαί σοι χάριτας. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διὰ τὸ τὰ Ἰσαυρικὰ μὲν ἐπιταθῆναι πλέον, καὶ  πᾶσαν ἀποτετειχίσθαι  τὴν  ὁδόν· εὖ γὰρ οἶδ' ὅτι  εἰ μὴ τοῦτο  ἦν,  καὶ  αὐτὸς παρεγένου, καὶ πολλὴν ἐποιήσω σπουδὴν δραμεῖν ἕως ἡμῶν· ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐ   δυνατὸν,   καὶ   γράφομεν,   καὶ   προσαγορεύομέν   σου   τὴν   τιμιότητα,   καὶ παρακαλοῦμεν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, ἐπιστέλλειν ἡμῖν, καὶ τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς ἡμῖν εὐαγγελίζεσθαι. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐνταῦθα καθήμενοι, ἀπὸ τῶν  τοιούτων  γραμμάτων  τῆς σῆς τιμιότητος  καρπωσόμεθα τὴν παράκλησιν.


ΟΓʹ. Ἀγαπητῷ.

 Εἰ καὶ πολὺς μεταξὺ χρόνος, ἐξ οὗ τῆς θαυμασιότητος ἐχωρίσθημεν τῆς σῆς, καὶ τῆς ὁδοῦ δὲ αὐτῆς πολὺ τὸ μέσον τὸ διεῖργον ἡμᾶς, ἀλλ' ὅμως τῇ ἀγάπῃ συνδεδέμεθά σοι, καὶ πλησίον σου διατρίβομεν, μᾶλλον δὲ καὶ ἐν αὐτῇ σε ἔχομεν τῇ διανοίᾳ, πανταχοῦ  περιφέροντες  ὅπουπερ ἂν ὦμεν. Καὶ τὴν ἐξ ἀρχῆς σοι πρὸς ἡμᾶς γεγενημένην φιλίαν, τὴν θερμὴν καὶ γνησίαν, τὴν σφοδρὰν καὶ ἀκλινῆ ἐγκολάψαντες ἡμῶν ἔχομεν τῷ συνειδότι. Καὶ αὐτοὶ δὲ ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν  διατηροῦμεν,  δέσποτα τιμιώτατε  καὶ  θαυμασιώτατε,  οὐδὲν  ἀπὸ  τοῦ πλήθους  τοῦ χρόνου, οὐδὲ ἀπὸ τοῦ μήκους τοῦ κατὰ  τὴν  ὁδὸν  ἀφιέντες  αὐτὴν ἀσθενεστέραν γενέσθαι. Παρακαλῶ τοίνυν, ἡνίκα ἂν ἐξῇ, καὶ γράφειν ἡμῖν συνεχῶς μὴ κατόκνει περὶ τῆς ὑγιείας τῆς σῆς. Οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, καὶ ἡλίκην ἡμῖν χαριῇ χάριν, τοιαῦτα πρὸς ἡμᾶς διαπεμπόμενος γράμματα.

Ο∆ʹ. Ἡσυχίῳ.

Ἐγὼ μέν σε καὶ ἰδεῖν ἐπεθύμουν, καὶ οὐκ ἄν με ἐκώλυσεν οὔτε ὁ τῶν Ἰσαύρων φόβος, οὔτε ἡ τοῦ σώματος ἀσθένεια, εἴ γε ἐπ'  ἐμοὶ τὸ κινεῖσθαι,  ὅπουπερ ἐβουλόμην, ἔκειτο· σὲ δὲ, καίτοι κύριον ὄντα τούτου, οὐδὲ οὕτως ἔλκω, οὐδὲ ἀναστῆναι οἴδοθεν παρακαλῶ,   καὶ   πρὸς  ἡμᾶς   δραμεῖν.   Ἀλλὰ   καὶ   τῆς   ὥρας   τοῦ   ἔτους   τοῦτο ἐπιτρεπούσης,  καὶ   τῆς   ἀποδημίας   δι'  ὀλίγου   σοι  γινομένης   οὐ  γὰρ  πολλῷ διειργόμεθα  τῷ  μέσῳ, ὅμως  ἑλκύσαι  σε ἐνταῦθα  οὐκ  ἂν  ἑλοίμην,  διὰ  τὸν  τῶν Ἰσαύρων φόβον. Παρακαλῶ δὲ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας ἐπιστέλλειν  τῆς σῆς· οὐ γὰρ δήπου καὶ πρὸς τοῦτο κώλυμα τῶν λῃστῶν ἔσται σοι ἡ καταδρομή. ∆ίδου δὴ ταύτην ἡμῖν  τὴν χάριν, ῥᾳδίαν τε οὖσαν, καὶ εὔκολον, καὶ πολ λὴν παρέχουσαν ἡμῖν τὴν εὐφροσύνην. Οἶσθα γὰρ ἡλίκα ἡμῖν χαριῇ, ταύτην περὶ ἡμᾶς ἐπιδεικνύμενος τὴν φιλοτιμίαν.

ΟΕʹ. Ἁρματίῳ

Τί τοῦτο; Ἵνα μὲν μετὰ ἀδείας ἐπιτάττωμεν τοῖς σοὶ προσήκουσιν ἀνθρώποις, ἐν οἷς ἂν δεώμεθα, πολλὴν παρέσχες τὴν ἐξουσίαν· οὗ δὲ μάλιστα ἐδεόμεθα, τούτου ἡμᾶς ἀπεστέρησας, τῶν γραμμάτων λέγω τῶν σῶν, τῶν περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων.  Οὐκ οἶσθα ὅτι τοῖς  μάλιστα  φιλοῦσι   γνησίως   τοῦτο  μάλιστα  περισπούδαστον  καὶ  ποθεινὸν, καθάπερ  οὖν  καὶ  ἡμῖν  νῦν;  Εἰ  τοίνυν   βούλει  ἡμῖν  χαρίσασθαι,  δέσποτά  μου τιμιώτατε, ἀφεὶς τὸ κελεύειν τοῖς σοῖς ἀνθρώποις θεραπεύειν ἡμᾶς ἐν ταῖς χρείαις ταῖς  σωματικαῖς  οὐδενὸς  γὰρ  δεόμεθα  τούτων,  ἀλλὰ  πάντα  ἡμῖν  ὡς  ἐκ πηγῶν ἐπιῤῥεῖ, αὐτὸς διὰ χάρτου μικροῦ καὶ μέλανος τὴν μεγίστην ἡμῖν πάρεχε χάριν, καὶ ἧς μάλιστα ἀπολαύειν ἐπιθυμοῦμεν. Αὕτη δέ ἐστι τὸ συνεχῶς ἡμῖν γράφειν περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν. Ἐπεὶ δὲ τοῦτο ὁ τῶν  Ἰσαύρων  ἐκώλυσε  φόβος,  τὴν  γοῦν  ἀπὸ τῶν  γραμμάτων  ἡμῖν  παραμυθίαν πάρεχε δαψιλῶς, καὶ τὸ πᾶν ἀπειλήφαμεν.

Ος ʹ. Χαλκιδίᾳ.

Ἐγὼ μὲν σφόδρα ἐπιθυμῶ σὺν  ἡμῖν   εἶναι   τὸν   δεσπότην   μου  τὸν   τιμιώτατον   πρεσβύτερον.  Εἰ  δὲ   τὸ παραγενέσθαι   αὐτόθι   τοῦτον   οἶσθα  λυσιτελὲς,   προτιμῶ   τῆς   ἐνταῦθα   αὐτοῦ παρουσίας τὴν  ἄδειαν  αὐτοῦ, καὶ τὸ τῆς ἐπικειμένης  ἀπαλλαγῆναι  ταραχῆς. Μὴ τοίνυν νομίσῃς αὐτὸν κωλύεσθαι παρ' ἡμῶν, εἰ βούλοιτο ἀποδημεῖν. Ἡμεῖς γὰρ ἕως τοῦ νῦν  διὰ τοῦτο  αὐτὸν  ἐπέσχομεν, ὡς  οὐ σφόδρα τῆς  τοῦ πράγματος φύσεως ἀπαιτούσης  αὐτοῦ  τὴν  παρουσίαν, καὶ  δεδοικότες  μήποτε  εἰς  τὰς  τῶν  Ἰσαύρων ἐμπέσῃ χεῖρας. Εἰ δὲ οὕτως ἀναγκαῖον τὸ αὐτόθι παραγενέσθαι, καὶ παρακαλοῦμεν καὶ προτρεπόμεθα ἅψασθαι τῆς ἀποδημίας. Κἂν γὰρ τῷ σώματι κεχωρισμένοι ὦμεν, ἀλλὰ τῇ τῆς ἀγάπης ἁλύσει μένομεν πρὸς αὐτὸν συνδεδεμένοι. Μηδέν σε θορυβείτω, παρακαλῶ, τῶν συμπιπτόντων χαλεπῶν. Ὅσῳ γὰρ πλείους αἱ περιστάσεις, τοσούτῳ σοι  μείζων   ἡ  πραγματεία,  καὶ  πλείων   ὁ  μισθὸς,  καὶ  ἡ  ἀντίδοσις  παρὰ  τοῦ φιλανθρώπου  Θεοῦ, ἂν εὐχαρίστως φέρῃς καὶ γενναίως  τὰ συμβαίνοντα. Οὕτω γὰρ καὶ ταῦτα  εὐκαταγώνιστα  ἔσται, καὶ ὁ ἐκ τῆς  τούτων  ὑπομονῆς  σοι τικτόμενος καρπὸς ἐν τοῖς οὐρανοῖς δαψιλὴς  ἔσται, καὶ πολὺ μείζων τῶν παθημάτων. 

ΟΖʹ. Ἀσυγκριτίᾳ.

Καὶ ἔμπροσθεν ἐπέσταλκά σου τῇ τιμιότητι, ὅτι καὶ σὲ μετὰ τῶν παραγενομένων ἀριθμοῦμεν κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ νῦν τὸ αὐτὸ λέγομεν,
ὅτι τῇ γνώμῃ παραγέγονας. Εἰ δὲ ἡ ἀσθένεια τοῦ σώματος διεκώλυσε, καὶ οἱ θόρυβοι οἱ τὴν  Ἀρμενίαν κατειληφότες,  ἡμεῖς ἀπὸ τῆς γνώμης  καὶ τῆς προαιρέσεως τὴν
αὐτὴν  περὶ τῆς διαθέσεώς σου ψῆφον  ἔχομεν,  ἥνπερ καὶ ἔμπροσθεν. Μὴ τοίνυν καταφρόνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ εἴ σοι λέλυται τὰ τῆς ἀῤῥωστίας, καὶ περὶ τῆς  ὑγείας  σου  δηλοῦν.  Ἐπεὶ  καὶ  νῦν  σφόδρα  ἠλγήσαμεν,  ἀκούσαντές  σε  ἐν
ἀῤῥωστίᾳ εἶναι. Ἵν' οὖν μὴ μεριμνῶμεν περὶ τούτου, διὰ τάχους ἡμῖν δήλωσον, εἰ πρὸς ὑγείαν  σοι τὰ τῆς ἀῤῥωστίας μεταβέβληται.

ΟΗʹ.  Ῥωμανῷ  πρεσβυτέρῳ.

 Οὐ μέχρι τῆς Ἀρμενίας μόνον, οὐδὲ τῆς Καππαδόκων χώρας, ἀλλὰ καὶ ποῤῥωτέρω, τῆς ἀγάπης σου καὶ τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπεδείξω διηνεκῶς, σάλπιγγος λαμπροτέρα ἡ φήμη παραγέγονε. ∆ιόπερ καὶ ἡμεῖς σφόδρα καλλωπιζόμεθα  ἐπὶ τῇ διαθέσει τῆς εὐλαβείας σου, καὶ μακαρίζοντές σε οὐ διαλιμπάνομεν, καί σου δεόμεθα συνεχῶς ἐπιστέλλειν ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πόῤῥω ὑμῶν ἀπῳκίσμεθα, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει συνδεδέμεθά σοι, ἣν ἐξ ἀρχῆς διάθεσιν  περὶ τὴν  σὴν τιμιότητα  ἐπεδειξάμεθα, ταύτην,  μᾶλλον  δὲ καὶ πολλῷ πλείονα καὶ θερμοτέραν νῦν ἔχοντες. Οὐδὲν γὰρ ὑμᾶς οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε τῆς ὁδοῦ τὸ μῆκος ῥᾳθυμοτέρους εἰς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ σπουδαιοτέρους. Ταῦτ'  οὖν  εἰδὼς,  δέσποτά μου  τιμιώτατε  καὶ  εὐλαβέστατε, καὶ λογισάμενος ἡλίκην ἡμῖν χαριῇ χάριν συνεχέστερον ἐπιστέλλων, γράφε ἡμῖν τὰ περὶ τῆς ὑγείας  τῆς σῆς, καὶ προηγουμένως  διηνεκῶς  ἐν ταῖς ἁγίαις  σου μεμνημένος εὐχαῖς·  ἵνα   καὶ  ἐκ  τοσούτου  καθήμενοι   διαστήματος,  πολλὴν   καὶ  ἐντεῦθεν καρπωσώμεθα  τὴν  συμμαχίαν.

ΟΘʹ.   Γεμέλλῳ.

 Τί  τοῦτο;  Ὅτε  ἡ  τοσαύτη  καὶ τηλικαύτη  πόλις ἑορτὴν ἄγει λαμπρὰν τοῦτο γὰρ τὴν ἀρχὴν καλῶ τὴν σὴν, τότε ἡμᾶς ἐν πλείονι κατέστησας κατηφείᾳ, μακρὰν οὕτω σιγήσας σιγήν; Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν πολλῶν ὁ τοῦτο πεπονθὼς, καὶ τὴν αἰτίαν ῥᾳδίως ἂν εὗρον. Τίς δέ ἐστιν αὕτη; Εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων,  ἡνίκα ἂν μείζονος ἀρχῆς ἐπιλάβωνται, καὶ  ἐν  ὄγκῳ   φρονήματος   γίνεσθαι   μείζονι·  ἐπὶ  δὲ  τῆς  σῆς  μεγαλοπρεπείας φιλοσοφεῖν εἰδυίας, καὶ ἀκριβῶς διεσκεμμένης τῶν ἐπικήρων τούτων καὶ ῥεόντων πραγμάτων τὴν φύσιν, καὶ οὐκ ἀπατωμένης τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς,ἀλλὰ γυμνὰ τῶν προσώπων τὰ πράγματα καταμανθανούσης, τὴν αἰτίαν οὐ δύναμαι τῆς σιγῆς εὑρεῖν. Ἀλλ'  ὅτι μὲν ἡμᾶς ὁμοίως ἐρᾷς καὶ νῦν  ὥσπερ καὶ ἔμπροσθεν,μᾶλλον   δὲ  μειζόνως   νῦν   ἢ  ἔμπροσθεν,  οἶδα  σαφῶς.  Τίνος  δὲ  ἕνεκεν   οὕτω διακείμενος τοσοῦτον ἐσίγησας χρόνον, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπορῶ. Λῦσον δὴ ἡμῖν τὸ αἴνιγμα  δι' ἐπιστολῆς, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθές.  Καὶ πρὸ τῆς ἐπιστολῆς  ἐκείνης  τοὺς ταύτην   σοι κομίζοντας  τὴν ἐπιστολὴν, λέγω δὴ τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καὶ τοὺς σὺν αὐτῷ δίδαξον, ὅπερ καὶ ἡμεῖς πεπείσμεθα, ὅτι ῥᾳθυμίας οὐκ ἦν ἡ σιγή. Ἀρκεῖ γὰρ τοῦτο εἰπεῖν, εἰς τὸ τυχεῖν αὐτοὺς φιλοφροσύνης παρὰ τῆς σῆς θαυμασιότητος

Πʹ. Φιρμίνῳ.

 Εἰς μὲν τὴν συνουσίαν σου μεγάλα ἡμᾶς τὸ ἀῤῥωστεῖν σε ἐζημίωσεν· εἰς δὲ τὴν ἀγάπην οὐδὲ μικρὰ παρέβλαψεν. Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι  σου σφοδροὺς ἐραστάς. Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς γράφομεν, καὶ ἅπερ ἐπιθυμεῖς ἀκοῦσαι δηλοῦμεν. Τίνα δὲ ταῦτά ἐστιν; Ὑγιαίνομεν· ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν· ἐντρυφῶμεν  ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ  πολλῇ· πολλῆς  παρὰ πάντων ἀπολαύομεν εὐνοίας· ἄφατον καρπούμεθα παραμυθίαν. Οὐδεὶς ὁ ἐλαύνων  ἐνταῦθα, οὐδὲ ἐνοχλῶν.  Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας; ∆ήλου δὴ καὶ αὐτὸς ἡμῖν τὰ σὰ, ἵν' ὥσπερ σὲ τούτοις ἥσαμεν τοῖς διηγήμασιν, οὕτω καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς εὐφροσύνης, τὰ περὶ τῆς ὑγείας τῆς σῆς μανθάνοντες.  Οἶσθα γὰρ ἡλίκην  ἐντίθησι  τὴν ἡδονὴν  τοῖς φιλεῖν ἐπισταμένοις   γνησίως  τὸ  χρηστόν  τι  περὶ  τῶν   ἀγαπωμένων   μανθάνειν.   ΠΑʹ. Ὑμνητίῳ  ἀρχιατρῷ.  Οὐ παυσόμεθά  σε  παρὰ  πᾶσι  θαυμάζοντες,  καὶ  ὡς  ἅνδρα χρηστὸν, καὶ ὡς ἰατρὸν  ἅριστον, καὶ ὡς φιλεῖν  εἰδότα γνησίως.  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται  λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς  διηγήμασι  τούτοις,  καὶ  τῆς  πολλῆς  σου καὶ  ἐπιστήμης  καὶ  εὐνοίας  πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Τοσοῦτον γὰρ ἡμῖν φίλτρον ἐνέθηκας, ὅτι καίτοι γε ὑγιαίνοντες πολλοῦ ἂν ἐπριάμεθά σε ἐνταῦθα ἑλκύσαι, ὥστε σε μόνον ἰδεῖν. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, τοῦτο μὲν οὐκ ἐπιχειροῦμεν  τέως· ἀξιοῦμεν δὲ συνεχῶς ἐπιστέλλειν. ∆υνήσῃ γὰρ ἡμῖν τὴν ἐκ τῆς παρουσίας ἡδονὴν χαρίζεσθαι τῇ συνεχείᾳ τῶν  γραμμάτων,  τῷ  μέλιτί  σου  τῶν  τρόπων  τὰ  γράμματα  ἀναχρωννύς. 

ΠΒʹ. Κυθηρίῳ.

 Ἡ μὲν συνουσία ἡμῖν ἡ αὐτόθι βραχεῖα γέγονε πρὸς ὑμᾶς· ἡ δὲ ἐντεῦθεν τεχθεῖσα ἀγάπη μεγάλη καὶ ὑψηλὴ καὶ γενναία. Τοῖς γὰρ γνησίως εἰδόσι φιλεῖν  οὐ δεῖ εἰς τοῦτο χρόνου μακροῦ, ἀλλὰ καὶ ἐν βραχεῖ δυνατὸν κατορθῶσαι τὸ πᾶν. Ὃ δὴ καὶ ἐφ' ἡμῶν γέγονε· καὶ γεγόναμεν ὑμῶν ἐρασταὶ σφοδροὶ, ὡς πολλῷ συγγενόμενοι τῷ  χρόνῳ.  Ὅθεν  δὴ  καὶ   ἐπιστέλλομεν  τὰ  καθ'  ἡμᾶς  δηλοῦντες,  ὅτι  τε ὑγιαίνομεν,  καὶ ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ διάγομεν. Ἴσμεν γὰρ ὅτι χαριούμεθα ταῦτα  ὑμῖν  ἀπαγγέλλοντες.  Καὶ τὰ παρ' ὑμῶν  αἰτοῦμεν  γράμματα τὰ αὐτὰ ἡμῖν εὐαγγέλια  καμίζοντα. Μὴ δὴ κατοκνεῖτε  γράφειν  ἡμῖν  συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγείας  ὑμῶν  εὐαγγελίζεσθαι.  Οὕτω γὰρ τὰ μέγιστα καὶ ἐν  ἀλλοτρίᾳ  διατρίβουσι χαριεῖσθε ταῦτα ἐπιστέλλοντες,  ἅπερ συνεχῶς  ἐπιθυμοῦμεν  μαθεῖν.

ΠΓʹ. Λεοντίῳ.

 Τῆς μὲν πόλεως ὑμῶν ἀπηλάθημεν, τῆς δὲ ἀγάπης σου οὐκ ἀπεληλάμεθα. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τὸ μένειν αὐτόθι ἢ ἐκβάλλεσθαι· τὸ δὲ, ἐφ' ἡμῖν. ∆ιὸ οὐδεὶς ἡμᾶς αὐτὸ ἀφελέσθαι δυνήσεται, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, πανταχοῦ περιφέρομέν σου τὸ μέλι τῆς ἀγάπης, καὶ ἐντρυφῶμεν τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, τὸν ἔρωτά σου τὸν περὶ ἡμᾶς, τὴν σπουδὴν, τὴν σύνεσιν, τὴν φιλοφροσύνην,  τὴν φιλοξενίαν,  τὰ ἄλλα πάντα συντιθέντες, καὶ τὴν εἰκόνα διαπλάττοντες  τῆς σῆς ἀρετῆς. Ἐπεὶ οὖν οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, ὡς καὶ τῆς παρουσίας σου σφόδρα ἐπιθυμεῖν, τοῦτο δὲ οὐκ ἔνι γενέσθαι νῦν, τὴν ἀπὸ τῶν γραμμάτων πάρεχε παραμυθίαν ἡμῖν. ∆υνήσῃ γὰρ τῇ πυκνότητι τῶν ἐπιστολῶν σοφίσασθαι τὴν ἐκ τῆς παρουσίας ἡδονὴν τοσαύτῃ κεκοσμημένος συνέσει.

Π∆ʹ. Φαυστίνῳ.

 Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες ἐντεῦθεν  γὰρ  προοιμιάσομαι, ὅθεν  καὶ  αὐτὸς  ἐπιθυμεῖς  ἀρχομένης  ἀκοῦσαι τῆς ἐπιστολῆς, καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα  οὐδὲ ἀπελαύνοντα ἔχον. Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον,   τὴν   ἐκεῖθεν   ἐνταῦθα   φέρουσαν  ἀδεῶς  καὶ  ἀπραγμόνως   διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις  τῶν πόλεων; Τούτων τοίνυν ἡμῖν τῶν εὐαγγελίων  δίδου τὸν μισθὸν, συνεχῶς ἡμῖν ἐπιστέλλων  περὶ τῆς ὑγείας   τῆς   σῆς.   Καὶ  γὰρ   ἐν   ἡσυχίᾳ   πολλῇ   διάγοντες    ἐνταῦθα   διηνεκῶς ἀναπλάττομέν  σου τῆς  διανοίας  τὸ εὐγενὲς,  τὸ ἐλευθέριον,  τὸ μισοπόνηρον,  τὸ πεπαῤῥησιασμένον,  ἅπαντα  τῶν  ἀρετῶν  σου τὸν  λειμῶνα,  καὶ  ἐντρυφῶμεν  τῇ μνήμῃ, ὅπουπερ ἂν  ἀπίωμεν πανταχοῦ σε περιφέροντες, καὶ μεθ' ὑπερβολῆς ἐκκαιόμενοι τῷ φίλτρῳ  τῷ περὶ σέ. ∆ιὸ καὶ πιθυμοῦμεν καὶ ἐνταῦθά σε παραγενόμενον ἰδεῖν. Ἐπεὶ δὲ τοῦτο ἐργῶδες, ἐπὶ τὸν δεύτερον ἐρχόμεθα πλοῦν, καὶ τὴν  διὰ τῶν  γραμμάτων  αἰτοῦμεν  παράκλησιν. Καὶ γὰρ μεγίστη παραψυχὴ  ἡμῖν ἔσται τὸ συνεχῶς δέξασθαι ἐπιστολὰς εὐαγγελιζομένας ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς.


 ΠΕʹ. Λουκίῳ ἐπισκόπῳ.

 Εἰ καὶ πολλῷ τῷ μέσῳ τῆς ὁδοῦ διεστήκαμεν τῆς εὐλαβείας τῆς σῆς, ἀλλ' ὅμως οὐκ ἔλαθεν  ἡμᾶς τὸ μισοπόνηρόν σου τῆς γνώμης,  καὶ πῶς ἤλγησας ἐπὶ τοῖς τηλικαῦτα παρανομήσασι καὶ τοσούτων σκανδάλων ἐμπλήσασι τὴν οἰκουμένην. ∆ιὰ τοῦτό σοι χάριτας ὁμολογοῦμεν, καὶ θαυμάζοντές σε καὶ μακαρίζοντες  οὐ  παυόμεθα,  ὅτι  ἐν  τοσούτῳ  κακῶν   φορυτῷ,  τοσούτων  κατὰ κρημνῶν  φερομένων  καὶ σκοπέλων, αὐτὸς τὴν ὀρθὴν ὁδὸν οὐκ ἐπαύσω βαδίζων, αἰτιώμενός τε τὰ γεγενημένα, ἀποστρεφόμενός τε τοὺς ἐργασαμένους, ὥς σοι πρέπον ἐστίν. ∆ιὸ δὴ καὶ παρακαλοῦμεν  ἐπιμεῖναι  τῇ καλῇ ταύτῃ προθυμίᾳ, καὶ μείζονα ἐπιδείξασθαι  τὸν  ζῆλον.  Οἶσθα γὰρ ἡλίκος  ὑμῖν  ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων  τῶν ταραττόντων  αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν. Ὅτι γὰρ, εἰ  βουληθείητε  στῆναι  γενναίως,  κἂν  ὀλίγοι  τὸν  ἀριθμὸν  ἦτε,  περιέσεσθε τῶν πλειόνων  τῶν ἐπὶ κακίᾳ καλλωπιζομένων,  οὐδεὶς ἀντερεῖ. Ἀρετῆς γὰρ ἰσχυρότερον οὐδὲν, καὶ τοῦ ταῦτα ζητεῖν ἃ τειχίζει τὰς Ἐκκλησίας. Ἔχοντες τοίνυν τὴν γνώμην ἀρκοῦσαν ὑμῖν  εἰς  τὸ πολλὴν  παρὰ Θεοῦ ῥοπὴν  ἐπισπάσασθαι, τὰ  παρ' ἑαυτῶν εἰσενεγκεῖν    παρακλήθητε,   τεῖχος   μέγιστον   ταῖς   πανταχοῦ    τῆς   οἰκουμένης Ἐκκλησίαις  διὰ  τῆς  γνώμης  ταύτης  γινόμενοι.


Πς  ʹ.  Μάρῃ ἐπισκόπῳ.

 Καὶ ἡνίκα προοίμια εἶχεν ὁ χειμὼν ὁ τὴν Ἐκκλησίαν διασαλεύσας, οὐκ ἔλαθεν ἡμᾶς τὸ ὀρθὸν καὶ ἀπερίτρεπτόν σου τῆς γνώμης· καὶ νῦν ὅτε ηὐξήθη τὰ κακὰ, ἔγνωμεν πάλιν τὴν εὐλάβειαν τὴν σὴν τοῖς αὐτοῖς ἐπιμένουσαν. ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος  καὶ τὴν  ὀφειλομένην  ἀποδιδόαμεν  πρόσρησιν, καὶ μακαρίζομεν  καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων  ἑαυτοὺς κατακρημνισάντων,  οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν,  αὐτὸς  τὴν   ἐναντίαν   τοῖς   ἄλλοις   ἦλθες   ὁδὸν,  τούς  τε  ταῦτα τολμήσαντας  ἀποστρεφόμενος,  καὶ  ἐπὶ  τῆς  σοὶ  πρεπούσης  μένων   ἐλευθερίας. Ἐννοῶν   τοίνυν   ἡλίκον   τοῦ   κατορθώματος   τούτου   τὸ   μέγεθος   καὶ   τὸ   μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως  παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν. Οὕτω γὰρ ἀρκέσει εἰς συμμαχίαν ὑμῖν αὕτη ἡ πρόθεσις, τοῦ Θεοῦ τὴν γνώμην ὑμῶν ἀποδεχομένου  τὴν  ἐν  τοσαύτῃ συγχύσει τὰ ὀρθὰ ἑλομένην,  καὶ τὴν  παρ' ἑαυτοῦ   παρέχοντος   ῥοπήν.

ΠΖʹ.   Εὐλογίῳ   ἐπισκόπῳ.

 Ἡμεῖς  κἂν   πρὸς  αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, ἀλλὰ πανταχοῦ περιφέροντες ἄπιμεν· οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς  τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς  σφοδρότερον, τὴν ἄλλην  ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι,   καὶ  τῶν  λογισμῶν  τούτων  τῇ  μνήμῃ  ἐντρυφῶντες,   καὶ  πρὸς ἅπαντας ἀνακηρύττοντες  τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας· εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης· σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας. Ὑπὲρ τούτων χάριτας ὁμολογοῦμεν, μακαρίζομεν, θαυμάζομεν καὶ παρακαλοῦμεν τὸν αὐτὸν παραμεῖναι ζῆλον ἐπιδεικνύμενον.  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων  καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν  ἀκλινῆ,  τούτους ἀποστρεφόμενον  μετὰ τῆς προσηκούσης ἀνδρείας. Οὐ γὰρ μικρὰ αὕτη, ἀλλὰ καὶ σφόδρα μεγίστη τῶν κακῶν διόρθωσις. Ὅτι δὲ τῆς σῆς εὐλαβείας οὕτω διακειμένης πάντες οἱ κατὰ τὴν Παλαιστίνην κύριοί μου τιμιώτατοι  καὶ εὐλαβέστατοι ἐπίσκοποι ἕψονταί  σου τοῖς ἴχνεσιν,  οὐδὲν  οἶμαι  δεῖν  ἀμφιβάλλειν.  Οἶδα γὰρ  σαφῶς  ὅτι  ἐν  τοῖς  τοιούτοις κατορθώμασιν ὥσπερ σῶμα συνεχὲς κεφαλῇ, οὕτως αὐτοὺς τῇ γλυκύτητί  σου τῆς ἀγάπης συνῆψας καὶ συνδεδέσθαι παρεσκεύασας, ὅπερ καὶ τοῦτο μέγιστον δεῖγμα τῆς  σῆς  ἀρετῆς.

ΠΗʹ. Ἰωάννῃ   ἐπισκόπῳ  Ἱεροσολύμων

Ἀπῳκίσθημεν  εἰς  τὴν Κουκουσὸν, τῆς δὲ ἀγάπης τῆς ὑμετέρας οὐ μετῳκίσθημεν. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τοῦτο δὲ ἐφ' ἡμῖν. ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος,  καὶ  ἐπιστέλλομεν,  καὶ  παρακαλοῦμεν  ὑμῶν  τὴν  εὐλάβειαν,  τὴν ἀνδρείαν  ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ  πολλῷ  λαμπρότερον  προσθεῖναι  τὸ  τέλος.  Οὐ γὰρ μικρὸς ἐντεῦθεν  ὑμῖν κείσεται ὁ μισθὸς, ὅταν τοὺς τοσοῦτον χειμῶνα ἐργασαμένους, καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν τοσούτων ἐμπλήσαντας σκανδάλων, ὡς προσῆκόν ἐστιν ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Τοῦτο ἀσφάλεια τῶν Ἐκκλησιῶν, τοῦτο τεῖχος, τοῦτο ὑμέτεροι στέφανοι καὶ βραβεῖα. Ταῦτ' οὖν εἰδὼς, δέ σποτά μου τιμιώτατε  καὶ εὐλαβέστατε, τάς τε Ἐκκλησίας ἀσφαλίζου, τὴν τούτῳ  τῷ τρόπῳ μεγίστην ἐντεῦθεν  προσδοκῶν ἀντίδοσιν,  ἡμῶν  τε τῶν  σφόδρα ἀγαπώντων  τὴν σὴν εὐλάβειαν,  καὶ ἐκκρεμαμένων  σου τῆς διαθέσεως, διηνεκῶς μέμνησο. Ἴσμεν γὰρ ὅσην περὶ ἡμᾶς  ἀγάπην  ἐπιδείκνυσαι,  διὰ  τῶν  πραγμάτων αὐτῶν  μαθόντες.

ΠΘʹ.  Θεοδοσίῳ ἐπισκόπῳ  Σκυθοπόλεως.

Τῷ μὲν  τόπῳ  μακρὰν ὑμῶν   διεστήκαμεν,  τῇ  δὲ  ἀγάπῃ  ἐγγὺς   ὑμῶν   ἐσμεν  καὶ  πλησίον,  καὶ  αὐτῇ συνδεδέμεθα  ὑμῶν  τῇ  ψυχῇ.  Τοιοῦτον  γὰρ  τὸ  φιλεῖν·  οὐ  κωλύεται  τόπῳ,  οὐ διείργεται   ὁδοῦ  μήκει,  ἀλλὰ  πᾶσαν  ῥᾳδίως  περιίπταται   τὴν  οἰκουμένην,   καὶ συγγίνεται  τοῖς  ἀγαπωμένοις.  Ὃ δὴ  καὶ  ἡμεῖς  ποιοῦμεν  νῦν,  ἐν  διανοίᾳ  ὑμᾶς περιφέροντες.  Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας  ἀποστρέφεσθε μετὰ  τῆς  προσηκούσης ὑμῖν  ἀνδρείας. Τοῦτο γὰρ ἀρχὴ τῆς λύσεως τοῦ χειμῶνος, τοῦτο ἀσφάλεια ταῖς Ἐκκλησίαις, τοῦτο τῶν κακῶν διόρθωσις, ὅταν τοὺς τὰ τοιαῦτα πονηρευσαμένους ὑμεῖς οἱ ὑγιαίνοντες ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Ἐννοῶν τοίνυν τοῦ πράγματος τὴν ἀντίδοσιν, καὶ τοὺς ἐντεῦθεν κειμένους στεφάνους, τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι παρακλήθητι εἰς τοῦτο αὐτὸ, καὶ ἡμῶν τῶν ἀγαπώντων  σε μεμνῆσθαι διηνεκῶς,  τὰ  μέγιστα  ἡμῖν  χαριζόμενος. 

ΠΗ ʹ.  Μωϋσῇ ἐπισκόπῳ.

Οἶμαι μὲν  μηδὲ γραμμάτων   σε   δεῖσθαι   τῶν   ἡμετέρων   εἰς   τὸ   τὴν   προσήκουσαν   ἀνδρείαν ἐπιδείξασθαι, καὶ ἀποστραφῆναι τοὺς τοσαῦτα κακὰ ἐργασαμένους ταῖς Ἐκκλησίαις, καὶ τὴν οἰκουμένην  ταραχῶν ἐμπλήσαντας· διὰ γὰρ ὧν ἐποίησας, ἐδήλωσας. Ἀλλ' ἐπειδὴ συνεχῶς, καὶ δι' ἑκάστης προφάσεως προσφθέγγεσθαί σου τὴν εὐλάβειαν ἐμοὶ περισπούδαστον, καὶ νῦν τὰ αὐτὰ παρακαλῶ, ὥστε αὐτόν τε τῇ προσηκούσῃ ἀνδρείᾳ χρήσασθαι  εἰς  τὸ  ἀποστρέφεσθαι  ἐκείνους,  τούς  τε  ἄλλους  ἅπαντας  εἰς  τοῦτο ἀλείφειν.   Οὐ  γὰρ  μικρὸς  ὑμῖν  κείσεται  ὁ  μισθὸς,  εἰ  τοὺς   χειμῶνα   τοσοῦτον ἀνάψαντας, καὶ τὸ πᾶν ἐμπλήσαντας μυρίων σκανδάλων, μέλλοιτε ἀποστρέφεσθαι ὡς προσῆκόν ἐστι. Καὶ γὰρ μεγίστην ἐντεῦθεν τὰ πράγματα λήψεται διόρθωσιν. Καὶ ἡμῶν δὲ τῶν ἀγαπώντων  σε σφόδρα διηνεκῶς μεμνῆσθαι παρακαλοῦμεν. Οἶσθα γὰρ ὅπως  διετέθημέν  τε  καὶ  διακείμεθα  ἀεὶ  περὶ  τὴν  σὴν  εὐλάβειαν.  



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |