ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

Τετάρτη 26 Οκτωβρίου 2016

Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.




Ιωάννης Χρυσόστομος
Τόμος 61

Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

Ἀγάπην τὴν οὐρανοκλίμακα λόγος οὐδεὶς κατ' ἀξίαν ὑμνῆσαι δύναται. Ἀγάπη τοῦ Πατρὸς σύνθρονός ἐστιν, ἀγάπη τὰ ἐπίγεια συνάπτει πρὸς τὰ οὐράνια· περὶ ἧς γλῶττα οὐκ ἐπαρκέσει, οὔτε νοῦς ἐξευρήσει ἐπαξίως δοξάσαι· τὸ δὲ ἔργον αὐτὸ δεικνύει ἡγεμόνα οὖσαν τῆς ἀρίστης πολιτείας τὴν ἀγάπην. Τῇ γὰρ δημιουργίᾳ τοῦ Θεοῦ αὕτη τελείαν περιβάλλει εὐπρέπειαν· αὕτη τῶν πολλῶν εἰς ἑνότητα παιδαγωγὸς, ἡ πρὸς ὁμοιότητα τοῦ ἑνὸς καὶ τοῦ ἁγίου κάλλους τὰ πλήθη τῶν ἀνθρώπων ἐξεικονίζουσα ἀγγέλους καὶ ἀνθρώπους. Μία γὰρ οὖσα μορφὴ πᾶσαν λογικὴν φύσιν μορφοῖ εἰς τὴν τοῦ Θεοῦ ὁμοιότητα· οὐ τοῖς ἀπαλλοτριουμένοις ἀπ' αὐτοῦ, ἀλλὰ τοῖς ὑπ' αὐτοῦ γενησομένοις καὶ συγκεκραμένοις ἐπαναπαύεται.


 Πλείους μὲν ὄντες εἰς μίαν οἱ πάντες νενευκότες συμφωνίαν, κάλλιστόν τι καὶ τερπνὸν ἐφ' ἑαυτοῖς ἁρμονίαν ἐκφαίνουσιν. Οὕτω τὰ διὰ τοῦ ἁγίου Πνεύματος πολλὰ καὶ διάφορα ἐνεργήματα, πρὸς μίαν καὶ ἀγαθὴν ὁμοφροσύνην συναγόμενα, θεοειδέστατον καὶ θεοπρεπέστατον κάλλος ἐκφαίνει, τιμιώτατον Θεῷ καὶ τῆς ἁγίας εὐφροσύνης ἄξιον τῆς παρὰ τῷ ∆ημιουργῷ.∆ιὰ τὴν ἀγάπην τὴν πρὸς ἀνθρώπους καταβέβηκεν ὁ Θεὸς ἐπὶ τῆς γῆς, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη, οὐκ ἐν ἀποκρύφῳ καὶ ἀφωρισμένῳ, καθάπερπρότερον, ἁγιάσματι προσκυνούμενος, ἀλλ' ὁμόσκηνος ἀνθρώποις εἰς ὁμοιότητα καὶ συνδιατριβὴν ἡμετέραν κατελθὼν, ἵνα εἰς τὴν ἑνὸς Πνεύματος οἰκειότητα πάντας προσαγόμενος, ὥσπερ ἓν σῶμα καὶ ἓν πνεῦμα κατασκευάσῃ. Ὑπηρέτις οὖσα τοῦ Κυρίου καὶ τοῦ Πνεύματος ὑπουργὸς ἡ θεία ἀγάπη, τὰ διεστῶτα συνάγει, τὰ ἀπηλλοτριωμένα οἰκειοῖ. Ὢ Χριστοῦ θαυμάσιον ἔργον, ἡ ἀγάπη! ὢ κόσμου σωτηρίας μυστήριον! ∆ι' ἀγάπην ἀποστέλλει ὁ Πατὴρ καὶ Θεὸς εἰς τὸν κόσμον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· Ὁ Χριστὸς γὰρ, φησὶν, ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· ἀγάπη τοὺς ὑπὲρ τοῦ πλησίον πόνους ἡδέως φέρει, δι' ἀγάπην δοῦλοι ἀλλήλων εἶναι κελευόμεθα· ∆ιὰ γὰρ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ἀγάπη τὰς ἰδίας ἑνὸς ἑκάστου κτήσεις κοινὰς ἁπάντων ἐργάζεται· ἀγάπη δεικνύει σοι τὸν πλησίον, ὡς ἑαυτὸν, καὶ φέρει ἁμαρτήματα, ὡς καὶ τὰ ἑαυτοῦ. Ὀλίγα μὲν ὀργισθήσῃ, πλεῖστα δὲ μακροθυμήσεις. ∆ι' ἀγάπην αὐξάνεται ἡ ποίμνη τοῦ Χριστοῦ· ἀγάπη φονικοὺς πραΰνει θυμοὺς, ὅπλα πολεμίων ἀμβλύνει, καὶ λήθην πολεμίων ἐντίθησιν ἁπάντων, καὶ τὴν εἰρηνικὴν πολιτείαν Χριστοῦ τῷ κόσμῳ εἰσάγει. Οὐ λήψεται γὰρ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.∆ιὰ τοῦτο, Ἀνατελεῖ, φησὶν, ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· Λαμπρὸς δὲ καὶ ὁ τύπος τῆς εἰρηνικῆς πολιτείας. Ὢ τῆς μακαρίας εἰρήνης ἀρχηγὸς ἀγάπη! ἡ τὸν ἐχθρὸν καὶ πολέμιον ἐν ἀνθρώποις ἀπελαύνουσα δαίμονα, δι' ἧς στένει μὲν ὁ διάβολος ἐπ' ἀνθρώποις εἰρηνικοῖς, συνήδονται δὲ ἄγγελοι τῆς ἑαυτῶν εἰρήνης εἰκόνα ἐν ἀνθρώποις ὁρῶντες, φαιδροὶ πρὸς ἀλλήλους ἡμεῖς ἐσμεν, καὶ πάσης εὐθυμίας μεῖζον ἀδελφὸς ὀφθεὶς ἀδελφῷ.
Παρακαλεῖσθαι γοῦν ἐπὶ ταῖς θλίψεσι φησὶν ὁ Παῦλος ἐπὶ τῇ παρουσίᾳ Τίτου· ὅτε δὲ οὐ πάρεστιν, οὐκ ἔχει ἄνεσιν τῷ πνεύματι. Ἀγάπη Θεοῦ, καὶ ἀδελφῶν ἀγάπη, δύο ἀχώριστα. Καὶ ταύτην, φησὶν ὁ Ἰωάννης, ἐντολὴν ἔχομεν παρὰ τοῦ Θεοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦτο γὰρ εἶπε καὶ τῷ Πέτρῳ· Εἰ ἀγαπᾷς με, βόσκε τὰ πρόβατά μου. Τουτέστι, ∆εῖξον τὴν πρὸς τὸν ποιμένα ἀγάπην, τῶν προβάτων διὰ σπουδῆς προνοούμενος. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίαις λίθων εὐμεγεθῶν ὠχυρωμένον, καὶ πολεμίων ἀποτρέπον ἐφόδους, οἷον ἁγίων σύστημα ἡρμοσμένον τοῖς τῆς ἀγάπης δεσμοῖς, καὶ τὰς τοῦ διαβόλου πείρας (sic); τίς δὲ φυτῶν εὐπρέπεια τοιαύτη κατὰ στίχον πεφυτευμένων, ἢ στρατιᾶς εὐάρμοστος σύνταξις ἐν κόσμῳ καὶ τάξει εὐπρεπεῖ προϊοῦσα; Ταῦτα γὰρ παρέχει τέρψιν· τερπνότερον δὲ καὶ ἡδύτερον πάντων, τῶν ἐν ἀγάπῃ συνηρμοσμένων ἀλλήλοις ἡ κατὰ τὴν φυσικὴν ἁρμονίαν εὐπρέπεια; αὕτη γὰρ ἐν ὀφθαλμοῖς Κυρίου σεμνὴ καὶ ἔντιμος φαίνεται. Ἄκουε τοῦ ∆αυῒδ, μᾶλλον δὲ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος· Ἰδοὺ τί, φησι, τί καλὸν, ἢ τί τερπνόν; οὐδὲν ἕτερον, οὐδὲν ἄλλο τῶν ἐπὶ τῆς γῆς, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό· ὡς μύρον ἐκκενωθὲν ἐπὶ κεφαλήν. Ἄγγελοι τοὺς ἡμετέρους χοροὺς περιχορεύουσι, καὶ εὐφραίνονται ἐφ' ἡμῖν, ὅτι τὴν αὐτῶν διαγωγὴν μιμούμεθα. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανῷ γίνεται, κατὰ τὸν τοῦ Κυρίου λόγον, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει σωζομένων. Ἡ γὰρ τοῦ μέλλοντος αἰῶνος εὐφροσύνη ἀπεντεῦθεν φαίνεται, τῷ μὲν διαβόλῳ πένθος, δαιμόνων λικμητήριον, ὅτε χοροὺς συνεστήκαμεν ἀλλήλοις, ἐν μιᾷ ψυχῇ καὶ μιᾷ γνώμῃ πρὸς ὑμνῳδίαν Θεοῦ τὴν παναρμόνιον τῶν Χερουβεὶμ καὶ μεγαλόδοξον μιμούμεθα μελῳδίαν. Ὥσπερ γὰρ ἐκεῖνα ἐκ διαδοχῆς ἓν τοῦ ἑνὸς παραλαμβάνοντα, τὸν τρισάγιον ᾄδουσιν ὕμνον· οὕτω καὶ ἡμεῖς εἰς τὸν ἐκείνων τύπον δύο χοροὺς συστησάμενοι, καὶ ἀντιφωνοῦντες ἀλλήλοις, τὴν πνευματικὴν ᾄδομεν μελῳδίαν. Θαῦμα τοῖς ἔξωθεν, ἐπιθυμητὸν τοῖς ὁρῶσι, καὶ πόθος τοῖς ἀκούουσιν ἐγγίνεται, καὶ θεία ἐνεργὴς αἴσθησις ἐν ἡμῖν εὑρίσκεται, δι' ἧς αἰσθα νόμεθα ἐκριζουμένων ἐξ ἡμῶν πάντων τῶν κακοτροπίας καὶ διαιρέσεως αἰτιῶν.Πάντες δι' ἡμᾶς δοξάσουσι τὸν Θεὸν, πολιτείαν ἐπὶ γῆς ὁρῶντες οὐράνιον.∆ιὰ τοῦτο πάντας ἡμᾶς ἓν φρονεῖν καὶ τὸ αὐτὸ λέγειν ὁ Παῦλος ἐδίδασκε· διὰ τοῦτο Χριστὸς ἀποστέλλων συνδύο πέμπει τοὺς ἀποστόλους· μέχρι καὶ γυναικῶν εἰσηγεῖται τὴν ὁμοφροσύνην, ἵνα μηδὲ τὸν τῶν παρθένων σύλλογον ἄμοιρον ταύτης τῆς ἀγγελικῆς μιμήσεως καταστήσῃ. ∆ιὰ τοῦτο λέγει. Εὐοδίαν παρακαλῶ καὶ Συντύχην τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ἀλλήλους ὑπερέχοντας ἡγεῖσθαι κελεύει, πρὸς τὸ μὴ διαλύεσθαι τῇ φιλοτιμίᾳ, μᾶλλον δὲ τῇ κενοδοξίᾳ, ἀλλὰ τὴν τιμὴν παραχωροῦντες τῷ πλησίον ἑνοῦσθαι, καὶ συγκρίνεσθαι. Σεμνὰ μὲν οὖν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἀληθῶς ἐπικόσμια τὰ τῆς ἱερᾶς καὶ θείας ἀγάπης. Ἴδωμεν δὲ καὶ τὰς ἐν τῷ νόμῳ διδασκαλίας. Καὶ γὰρ αὗται συμφερόντως διδάσκουσιν. Οὐχ ὑπερόψει, φησὶ, τὸν ἐνδεῆ, μεταδώσεις δὲ θλιβομένῳ· ἀπολαύσει τῶν παρὰ σοὶ καρπῶν ὁ πένης, καὶ τοῦ θερισμοῦ τὰ λείψανα καὶ τοῦ τρυγητοῦ πρὸς τροφὴν ἕξει ὁ πένης· ἑβδόμῳ δὲ ἔτει καὶ ὁ δοῦλος εἰς ἐλευθερίαν ἀφεθήσεται, πεντηκοστῷ δὲ ἔτει ἅπαν χρέως λυθήσεται· καὶ οἱ πεπρακότες τὰς κτήσεις ἐπαναλήψονται, μὴ ἀποδώσαντες τὸ τίμημα. Τόκον οὐκ ἀπαιτήσεις, οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, οὐδὲ τοῦ πένητος ἐνεχυράσεις ἱμάτιον, οὐδὲ μὴ ἐπεισελεύσῃ βιαίως λαβεῖν ἐνέχυρον. Οὐκ ἐγκαταλείψεις ὑποζύγιον τοῦ πλησίον σου, οὐδ' ἂν ἐχθρὸς τυγχάνῃ· ἐπανάξεις δὲ αὐτῷ καὶ ζῶον πλανώμενον, ὑπηρέτης ὡς φίλῳ γενόμενος, καὶ διαλύων τὴν ἔχθραν ἐμπεσούσης προφάσεως. Ταῦτα δὲ πάντα τὰ παραγγέλματα δι' οὐδὲν ἕτερον, ἀλλὰ διὰ τὴν ἱερὰν καὶ πολυπόθητον τῷ Θεῷ ἀγάπην καὶ γὰρ εἰς τοῦτο καὶ εὐαγγελικὰ παραγγέλματα κατατρέχει.
Μετὰ γὰρ τὸ πολλὰ εἰπεῖν πληρωτικὰ τοῦ νόμου, ἐπήγαγε· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Ἐν ἅπασι τὴνἔχθραν καταλύων, καὶ τὴν ἀγάπην φυτεύων. Χρέως ἔστω παρ' ὑμῖν τὸ ἀγαπᾷν ἀλλήλους μηδέποτε πληρούμενον· φησὶ γὰρ ὁ Παῦλος, Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ὥσπερ γὰρ τὰς τροφὰς καθ' ἑκάστην ἐπιζητοῦμεν τὴν ἡμέραν, καὶ οὐχὶ ἡ προλαβοῦσα χορτασία ἀποστήσει ἡμᾶς τοῦ μὴ καθ' ἑκάστην ἐπιζητεῖν τροφὰς, ἀλλὰ τοῦτο ἀπὸ τῆς φύσεως ἀπαιτούμενοι ὡς χρέως ὀφείλομεν· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης τὸν αὐτὸν τύπον φυλάξωμεν. Οὐ πλησθήσεται, φησὶν, ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὖς τοῦ ἀκούειν. Γλυκὺ τοῖς ὀφθαλμοῖς τὸ φῶς, καὶ οὐδεὶς ἔκαμεν ὁρῶν τῷ ὀφθαλμῷ, καὶ οὐδεὶς ἔκαμεν ἀκούων τοῖς ὠσίν· οὕτω καὶ τὸ τῆς ἀγάπης ἐράσμιον ἔργον ἀόκνως ἐπιτελεῖν ὀφείλομεν, καὶ οὐδέποτε κορέννυσθαι. Ὕδωρ γὰρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην· Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη. Ὥσπερ γὰρ ἦν ἀπ' ἀρχῆς, οὕτω καὶ εἰς αἰῶνα φυλαχθήσεται· ᾗ ἐξακολουθοῦντας ἡμᾶς γένοιτο τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ.

Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορ φὴν τὴν τοῦ οἰκείου υἱοῦ προδοσίαν σημαίνουσαν. ∆εινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος. Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης ∆ε σπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος.Καὶ τί μὴ λέγω τὸ ὄνομα, ἵνα μὴ πᾶσιν ἐπάγω τὴν ὕβριν τοῖς ἀποστόλοις, ἀποκρύπτων τὸν αἴτιον; Πορευθεὶς, φησὶν, Εἷς τῶν δώδεκα. Τίς; Ὁ λεγόμενος Ἰούδας. Καὶ ἄλλο, ἵνα μὴ ὁ ἀναίτιος ἀπο κρύψῃ τὸν αἴτιον (εὑρίσκομεν γὰρ τῶν ἀποστόλων καὶ ἕτερον τῷ αὐτῷ κεκλημένον ὀνόματι), Ἰούδας ὁ Ἰσκαριώτης, φησὶν, εἷς πορευθεὶς τῶν δώδεκα. Οὐκ ἔτι οὖν εἷς· εἶχε γὰρ μεθ' ἑαυτοῦ τὸν διάβολον συνεργόν. Οὗτος πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι ἐνταῦθα, Ἰούδα, τὸν τοῦ κόσμου ∆εσπότην καὶ ἑαυ τοῦ διδάσκαλον εἰς πρᾶσιν προβαλλόμενος, τὴν ἀξίαν τοῦ μαθητοῦ ἐν ποίᾳ καταλιμπάνεις τιμῇ; τί δέ σε κατ αναγκάζει προδότην τοῦ ἑαυτοῦ βασιλέως στρατεύεσθαι; τίνα προτίμησιν εἶδες τῶν λοιπῶν συμμαθητῶν κατὰ σοῦ γινομένην, ὅτι ταύτην ἄνομον βουλὴν ἐμελέ τησας; ὃς οἶδας πρὸς σὲ καὶ τοὺς ἕνδεκα ἀποστόλους τοῦ ∆εσπότου βοήσαντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος .
Ἆρα οὐ ταῦτα προεῖπε, τὴν σὴν βουλὴν ἀναστέλ λων; καὶ διακονεῖν σε τοῖς πρώτοις ἠρέθισεν, ἵνα μὴ σὺ ὡς ἔσχατος ἀδίκῳ πόνῳ κινηθεὶς κατασκευάσῃς τὸν δόλον; Εἰ μὲν ὑπῆρχες χρημάτων ἐκτὸς τοῖς Ἰουδαίοις τὴν προδοσίαν δωρούμενος, ἂν ὑπέλαβεν ἄνθρωπος, ὅτι ἄδικόν τι ὑποστὰς πρὸς τὴν τοῦ ἀδικήσαντος ἐχώρησας ἄμυναν· τὸ δὲ λέγειν σε προφανῶς· Τί θέλετέ μοι δοῦ ναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; δηλοῖ τὴν σὴν δο λιότητα. Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τί πράττεις, Ἰούδα, τριάκοντα συμφωνήσας ἀργύρια ὑπὲρ τῆς τοῦ ἀτιμήτου πράσεως μαργαρίτου; Ἐξαρίθμησον πρῶτον ἅπερ μόνῳ τῷ λόγῳ ἐδημιούργησεν ἄστρα, καὶ τότε λόγῳ τὸν Λόγον παραδοῦναι μελέτησον. Ἐζή τει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Αὐτὸς τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε, καὶ κατ' ἐκείνου ἐζήτει και ρὸν τῆς ἑαυτοῦ προδοσίας ἁρμόδιον.Ὀψίας δὲ γενο μένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με· ὁ κατ' ἐμοῦ καὶ ὑμῶν εἰσελθὼν καὶ μαθὼν ἃ φυλάξαι οὐκ ἴσχυσε. Καὶ λυ πούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, μήτι ἐγώ εἰμι, Κύριε; Πάντας ἐκίνει τὸ ῥηθὲν εἰς ἀκριβῆ τοῦ συνειδότος ἐρεύνησιν, οἷς καθαρὰ τὰ τῆς καρδίας κρύφια. Ἀπεκρίθη λέγων ὁ Ἰησοῦς· Τί πάντες ἑαυτοὺς τὸ τοῦ προδότου συκοφαντεῖτε ἐγχεί ρημα; Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. Ἄκων ὑποδεικνύει ἑαυτὸν, πρὸ τοῦ δράματος λέγει κἂν μὴ θέλων· τὸ ὄνομα κρατεῖται τέως ὑπ' ἐμοῦ, ἕως ἂν εἴπῃ ἐφ' ὑμῶν τὰ ὑπ' αὐτοῦ κατ' ἐμοῦ μελετώμενα. Ἀποκριθεὶς δὲ, φησὶν, ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν, εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί; Λέγει αὐτῷ· Σὺ εἶπας. Ἠλευθέρωσας τοὺς ἕνδεκα, τῶν παρὰ σοῦ πραττομένων τούτους ἀθώους ποιήσας. ∆έχου καὶ ἄλλην κατάκρισιν ὧν μέλλεις πράττειν φιλαργυρίᾳ. Ἐσθιόντων δὲ αὐτῶν, φησὶ, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκε λέγων· Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λάβετε ἐξ αὐτοῦ πάντες. Καὶ σὺ, φησὶν, ὁ προδότης, τῆς αἰωνίου μετάσχου ζωῆς· καὶ ἐὰν μὲν ἐμμείνῃς ἐν αὐτῇ, τὰ πρὸς Ἰουδαίους συγκεχώρηταί σοι σύμφωνα· ἐὰν δὲ τὴν ἑαυτοῦ μὴ ἀνατρέψῃς ὁρμὴν, ἴσθι εἰδὼς ὁποῖον ∆εσπότην πιπράσκεις φιλάνθρωπον.
Ὁ δὲ τῆς ∆εσποτικῆς εὐσπλαγχνίας μὴ ἀνασχόμενος, πρὸς Ἰουδαίους δραμὼν ἄγειν εἰς ἔργον τὸ μελετηθὲν κατηπείγετο. Καὶ ἰδοὺ, φησὶν, Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὁ ὄχλος πολὺς μετὰ μαχαιρῶν, καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Τοῖς ἐμοῖς προσέχετε χείλεσιν· ἄλλως γὰρ ὁ λόγος προδοθῆναι οὐ δύναται. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπεν αὐτῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ὢ φιλήματος, οἰκουμενικῆς εἰρήνης ἀναίρεσις, μᾶλλον δὲ, φιλαλήθως εἰπεῖν, τοῦ κοσμικοῦ πολέμου κατάλυσις, καὶ εἰ μὴ τούτῳ ἀκολουθῶν τῷ σκοπῷ ὁ Ἰούδας τὴν προδοσίαν ἐτόλμησεν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ᾧ πάρει; Ἐμοὶ τὸ φίλημα δέδωκας,πρὸς τοὺς παρεστῶτας τὰ σύμφωνα πλήρωσον. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.Ἀπῆλθεν ὁ προδότης τῶν ἀποστόλων ἀλλότριος, καὶ ὁ τῆς ζωῆς ἀρχηγὸς τοῖς Ἰουδαίοις προσηνέχθη εἰς θάνατον· κατεσκευάσθη σταυρὸς, καὶ τάφος οἰκοδομεῖται εἰς ζωήν· οἱ νεκροὶ ἐπανέρχονται, καὶ εἰς ᾅδην Ἰούδας πορεύεται· σταυροῦται μετὰ λῃστῶν ὁ Σωτὴρ, καὶ πάντας καλεῖ πρὸς παράδεισον. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |