ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΖʹ Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν

Πέμπτη 27 Οκτωβρίου 2016

ΛΖʹ Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61
ΛΖʹ Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται  αὐταῖς λαλεῖν,   ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.

αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν,  καὶ τὸν ἀπὸ τῶν προφητειῶν,  καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας  ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμέ νου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν  τὴν  ἀπὸ  τῶν  γυναικῶν   γινομένην   ὁδῷ  πρόεισι,  τὴν  ἄκαιρον  αὐτῶν ἐκκόπτων  παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως.   Εἰ γὰρ τοῖς  τὰ χαρίσματα ἔχουσιν ἁπλῶς  οὐκ ἐφίε ται λαλεῖν,  οὐδ' ὅτε βούλονται,  καὶ ταῦτα ὑπὸ τοῦ   Πνεύματος κινουμένοις,  πολλῷ  μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. ∆ιὰ τοῦτο καὶ μετὰ πολλῆς  τῆς αὐθεντίας  ἐπιστομίζει τὴν φλυαρίαν  αὐτῶν, καὶ τὸν νόμον μεθ' ἑαυτοῦ λαβὼν,  οὕτως  αὐτῶν  ἀποῤ ῥάπτει  τὰ στόματα. Οὐ γὰρ παραινεῖ  μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει  σφοδρῶς, πα λαιὸν ὑπὲρ τούτων ἀναγινώσκων  νόμον


. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες  ὑμῶν  ἐν ταῖς ἐκκλησίαις σιγά τωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁ νόμος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόμος λέγει; Πρὸς τὸν ἄν δρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυ ριεύσει. Εἶδες Παύλου σοφίαν, ἡλίκην  παρήγαγε μαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾷν, καὶ μετὰ φόβου τοσούτου, μεθ' ὅσου τὴν  δούλην  ἡσυχάζειν  χρή; ∆ιὸ καὶ  αὐτὸς  εἰπὼν,  ὅτι  Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκ    ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀν δρῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων  καὶ πατέρων  καὶ  τοῦ κοινοῦ  τῆς  ἐκκλησίας  συλλόγου.  Καὶ εἰ μηδὲ φθέγξονται, φησὶ, μηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ δὲ ἀμφιβαλλόμενα  παρὰ τῶν  ἀνδρῶν  οἴκοι  μανθανέ  τωσαν. ∆ιὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.  Οὐ γὰρ δὴ μόνον  λαλεῖν  αὐταῖς οὐκ ἐφίεται,  φησὶν, ἁπλῶς, ἀλλ' οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρω τᾷν οὐ χρὴ, πολλῷ  μᾶλλον  ἁπλῶς  λαλεῖν  οὐ θέμις.   Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποτα γῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ  καὶ  εὐρί πιστον  καὶ  κοῦφον.  ∆ιὰ δὴ  τοῦτο  τοὺς  ἄνδρας  αὐταῖς  ἐπέστησε διδασκάλους, ἀμφοτέρους ὠφελῶν.  Ἐκείνας τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους  ἐποίησεν, ἅτε μέλλοντας  μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ  παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι  ἐντεῦθεν  ἐνόμιζον  ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λο γισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕ ροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων  Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δοκούντων  καὶ  πανταχοῦ  τυπωθέντων   ἐντρέπει,  ὃ  καὶ  ἐνταῦθα τέθεικεν  εἰπών·  Ἢ  ἀφ'  ὑμῶν  ὁ  λόγος  τοῦ    Θεοῦ ἐξῆλθεν,  ἢ  εἰς  ὑμᾶς  μόνους κατήντησε;  Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τηρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θό ρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν  ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. ∆ιὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χρι στῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλη σίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκατα στασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, καθὼς καὶ ἐν πά σαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι οὔτε μόνοι ὑμεῖς πιστοὶ, ἀλλ' ἡ οἰκουμένη  πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων  ἔλεγε, Καθώς ἐστι καρποφορούμενον  καὶ  αὐξανόμενον  ἐν  παντὶ  τῷ  κόσμῳ,  περὶ  τοῦ  Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν  πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατά δηλα. Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς  τὸν   Θεὸν  ἐξ  ελήλυθε·   καὶ   Ῥωμαίοις   δὲ  πάλιν,   ὅτι   Ἡ  πίστις   ὑμῶν καταγγέλλεται  ἐν ὅλῳ τῷ κόσμῳ. Ἀμφό τερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ' ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώμης. ∆ιὸ καὶ ἐνταῦθά  φησιν· Ἦ ἀφ' ὑμῶν  ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατ ήντησεν; Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ'  ἑτέρων μανθάνειν·  οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ τὰ παρ' ἑτέρων παραδείγματα δέχεσθαι. Ὁρᾷς διὰ πόσων ἐνέτρεψε;  τὸν νόμον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγματος ἔδειξε, τὰς λοιπὰς  Ἐκκλησίας εἰς μέσον τέθεικεν.


 βʹ. Εἶτα τὸ πάντων  ἰσχυρότερον ὕστερον τίθησι,  λέγων,  ὅτι  Ὁ Θεὸς ταῦτα  καὶ  νῦν  ἐπιτάττει  δι'  ἐμοῦ. Εἰ γάρ  τις  δοκεῖ προφήτης εἶναι ἢ πνευματικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; ∆εικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκο πούντων.  ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλό νεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ' οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ' ἔνθα ἂν μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων  μᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονο μήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω  ὑμῖν,  ὅτι  ἐὰν  περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν  ὠφε  λήσει. Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ  ὁ λόγος, οὐ σφόδρα εὐτόνως  ἐπιτίθεται,  αὐτῷ  τούτῳ μᾶλλον  αὐτοὺς  ἐπισπώμενος.  Εἶτα  ὅπερ  ἀεὶ  ποιεῖν  εἴωθεν,  ἐπὶ  τὴν  προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν  ἐξέβη, ἐπάγει τὸν λόγον  λέγων· Ὥστε, ἀδελφοί  μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν    γλώσσαις μὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν  ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν.  Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο  συμφωνίας,  ἐπὶ τὴν κοινωνίαν  τὴν ἐν τοῖς μυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότερα ἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλή  λους ἐκδέχεσθε. Καὶ ἐνταῦθα  τοίνυν  περὶ τῆς ἐν τοῖς χαρίσμασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν μήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, μήτε φυσᾶσθαι ἐπὶ τοῖς μείζοσιν, εἶτα ἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελ θὼν εὐκοσμίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν,  ἐπὶ τὸ προκείμενον  ἐπάνεισι, λέγων  πάλιν· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Εἶδες πῶς μέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ μὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω; ∆ιὸ ἐπ' ἐκεί νου μέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε.  Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν  γινέσθω·  πάλιν  πλήττων  τοὺς  εἰκῆ  βουλομένους  ἀσχημονεῖν,  καὶ  μανίας δόξαν  λαμβάνειν,  καὶ  τὴν  οἰκείαν  μὴ  φυλάττοντας   τάξιν.    Οὐδὲν  γὰρ  οὕτως οἰκοδομεῖ, ὡς εὐταξία, ὡς εἰ ρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία  διαλύει. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε ἐν πλοίῳ, ἄν τε ἐν ἅρματι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ μείζονα τῆς οἰκείας χώρας ἐκ βαλὼν, τὰ ἐλάττονα  εἰσαγάγῃς εἰς τὴν ἐκείνων  τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται.   Μὴ τοίνυν μηδὲ ἡμεῖς τὴν τάξιν  διαφθείρωμεν,  μηδὲ τὴν κεφαλὴν  κάτω ποιῶμεν,  καὶ τοὺς πόδας ἄνω.  Τοῦτο δὲ γίνεται, ὅταν τὸν μὲν ὀρθὸν λογισμὸν κάτω ῥίψωμεν, τὰς δὲ ἐπιθυμίας, τὸν θυμὸν, καὶ τὴν ὀρ γὴν, καὶ τὴν ἡδονὴν  ἐπιστήσωμεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος ἡ ζάλη, πάντων  σκότῳ κατεχομένων.  Καὶ, εἰ βούλει, τὴν  ἀσχημοσύνην τὴν  ἐντεῦθεν  γινομένην  πρῶτον ἐξετάσωμεν, καὶ τότε τὴν  ζημίαν.  Πῶς οὖν  ἔσται τοῦτο σαφὲς ἡμῖν  καὶ σφόδρα γνώριμον; Παραγάγω μεν εἰς μέσον ἄνθρωπον οὕτω διακείμενον, πόρνης ἐρῶντα, καὶ ὑπὸ ἐπιθυμίας ἀτόπου κρατούμενον, καὶ τότε ὀψόμεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰ κημάτων, καὶ ῥαπιζομένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυρομένου, καὶ τὴν ἑαυτοῦ κατ αισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ  τραύματα,  τὰς  πληγὰς  τὰς  ἐκ  τῶν  τοιούτων  παρατάξεων.  Τοιοῦτοι  καὶ  οἱ χρημάτων ἐπιθυμίᾳ κατεχόμενοι· μᾶλλον δὲ μείζονα ἀσχημο νοῦσιν. Οὗτοι μὲν γὰρ περὶ  ἕν  εἰσιν  ἠσχολημένοι  σῶμα· οἱ  δὲ  φιλάργυροι  τὰς  πάντων  οὐσίας ὁμοίως περιεργάζονται,  καὶ πενήτων  καὶ πλουτούντων,  καὶ τῶν  οὐκ ὄντων  πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν,    ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόμην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος μόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶ τὰ ὁρώμενα πάντα, καὶ ἐφ' ἕτερον προβαίνουσι κόσμον· καὶ τοῦτο ἐπ'  ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λή  γουσι.  Τίς  ἂν  παραστήσειε λόγος  τὸν  χειμῶνα  τῶν  λογισμῶν  ἐκείνων,  τὰ κύματα, τὸν ζόφον; ὅπου δὲ κύματα καὶ χειμὼν  τοιοῦτος, ποία γένοιτ'  ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν  φέρουσαι τὴν ἀθυμίαν· ὃ δὴ καὶ ἐπὶ τῶν  ἐρώντων  ἀλλοτρίου  κάλ λους συμβαίνειν εἴωθε. ∆ιά τοι τοῦτο οἱ μηδ'  ὅλως ἐρῶντες, τῶν  ἐρώντων  ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο μὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν ἐρῶντα  μὲν, κατέχοντα  δὲ τὴν ἐπιθυμίαν,  μᾶλλον  ἂν φαίην  τρυφᾷν  τοῦ συνεχῶς  τῆς πόρνης ἀπολαύον  τος.  Εἰ  γὰρ  καὶ  δυσκολωτέρα  ἡ  ἀπόδειξις,  ἀλλ'  ὅμως  καὶ  οὕτως ἀναγκαῖον  κατατολμῆσαι τοῦ λόγου.   Καὶ γὰρ δυσκολωτέρα γίνεται,  οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ παρὰ τὸ μὴ εἶναι τῆς φιλοσο φίας ταύτης ἀκροατὰς ἀξίους.

γʹ. Τί γὰρ ἥδιον, εἰπέ μοι, τῷ ἐρῶντι, τὸ καταφρονεῖ σθαι ὑπὸ τῆς ἐρωμένης, ἢ τὸ τιμᾶσθαι καὶ ὑπερορᾷν; Εὔδηλον ὅτι τοῦτο. Τίνα οὖν, εἰπέ μοι, τιμήσει πλέον ἡ πόρνη,  τὸν  δουλεύοντα  αὐτῇ  καὶ  αἰχμάλωτον  ὑπ' αὐτῆς  ἤδη  γενόμενον,  ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάμων αὐτῆς πετό μενον; Παντί που δῆλον, ὅτι τοῦτον. Περὶ τίνα δὲ σπουδάσει πλέον, τὸν πεπτωκότα, ἢ τὸν οὐδέπω;   Τὸν οὐδέπω πάντως.  Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασμένος, ἢ ὁ μηδέπω ἁλούς; Ὁ μηδέπω τέως ἁλούς. Εἰ δὲ ἀπιστεῖτε, ἀπὸ τῶν ὑμετέρων παρ έξω τὴν ἀπόδειξιν. Τίνος γὰρ ἄν τις μᾶλλον ἐρασθείη γυναικὸς, τῆς εὐκόλως ὑποκατακλινομένης  αὐτῷ καὶ ἐκδιδομένης, ἢ τῆς ἀρνουμένης καὶ πράγματα αὐτῷ παρεχούσης; Εὔδηλον ὅτι ταύτης· καὶ γὰρ μειζόνως  ἐντεῦθεν  ὁ πόθος ἀνάπτεται. Οὐκοῦν καὶ ἐπὶ τῆς γυναικὸς  τὸ αὐτὸ δὴ τοῦτο ἔσται· καὶ τοῦτον τιμήσουσι καὶ θαυμάζονται πλέον τὸν ὑπερορῶντα αὐτῶν.  Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ὁμοίως, τὸ ἐν μείζονι εἶναι ἡδονῇ τὸν μᾶλλον τιμώμενον καὶ ἀγαπώμενον. Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν μὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει μετὰ σπουδῆς ἁπάσης· καὶ θηρευτὴς τὸ μὲν θηρευθὲν ζῶον ἐν σκότῳ κατακλείσας  ἔχει,  καθάπερ  ἡ  πόρνη  τὸν  ἐραστὴν,  τὸ  δὲ  φεῦγον  διώκει.  Ἀλλ' ἀπολαύει τῆς ἐπιθυμίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει. Τὸ δὲ μὴ καταισχύνεσθαι, μηδὲ δουλεύειν ταῖς τυραννι καῖς αὐτῆς ἐπιταγαῖς, μηδὲ ὡς ἀνδράποδον  ἄγεσθαι ὑπ' αὐτῆς καὶ περιάγεσθαι ῥαπιζόμενον, ἐμπτυόμε νον, ἐπὶ κεφαλῆς  ὠθούμενον,  μικρὰν  ἡδονὴν  εἶναι  νομίζεις;  εἰπέ  μοι. Εἰ γάρ  τις  ταῦτα ἀκριβῶς ἐξετά σειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήματα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς ἀπὸ τοῦ θρύπτεσθαι γινομένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι μόνον, πάντα πόλεμον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίας τούτων ζωῆς. Ποίαν οὖν λέγεις ἡδονήν; εἰπέ μοι· τὴν ἀπὸ τῆς μίξεως, τὴν πρόσκαιρον καὶ βραχεῖαν; Ἀλλ' εὐθέως ταύτην πόλεμος ἐπικαταλαμβά νει καὶ κύματα καὶ λύττα καὶ μανία πάλιν ἡ αὐτή.  Καὶ ταῦτα μὲν ἡμῖν  εἴρηται,  ὡς  ἄν  τις  νέοις  διαλε  γόμενος  ἀκολάστοις  εἴποι,  οὐ  σφόδρα ἀνεχομένοις  τῶν περὶ βασιλείας καὶ γεέννης  ἀκοῦσαι λόγων·     ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων  ἡ ἡδονὴ, ὅταν ἀνα πλάττῃ παρ' ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν,  τὴν  ἐπὶ τῆς οἰκου μένης ἀνάῤῥησιν, τὴν  παῤῥησίαν, τὰς χρη στὰς καὶ ἀθανάτους  ἐλπίδας  ἐκείνας.  Ἀλλ' ἡ μίξις  ἔχει  τινὰ  ἡδονήν· τοῦτο  γὰρ συνεχῶς περιστρέφουσιν· ὁ δὲ σωφρονῶν  οὐ δύναται  διηνεκῶς  μαχόμενος τῇ τῆς φύσεως τυραννίδι. Τοὐναντίον  μὲν οὖν εὕροι τις ἄν· ἡ γὰρ βία αὕτη καὶ ταραχὴ παρὰ τῷ πορνεύοντι μᾶλλόν ἐστι. Καὶ γὰρ κλόνος ἐν τῷ σώματι πολὺς, καὶ πάσης θαλάττης κυματουμένης  χαλεπώτερον  οὗτος διάκειται,  οὐδέποτε πρὸς τὴν  ἐπιθυμίαν  ἱστά μενος, ἀλλ' ἀεὶ βαλλόμενος ὑπ' αὐτῆς, ὥσπερ οἱ δαιμονῶντες, καὶ συνεχῶς ὑπὸ τῶν πονηρῶν καταῤ ῥηγνύμενοι πνευμάτων. Ὁ δὲ σώφρων καθάπερ ἀρι στεὺς γενναῖος συνεχῶς αὐτὴν βάλλων, τὴν ἀρίστην καὶ μυρίων τοιούτων ἡδίω καρποῦται ἡδονὴν, τῇ   νίκῃ   ταύτῃ   καὶ   τῷ   χρηστῷ   συνειδότι   καὶ   τοῖς   λαμ   προῖς   τροπαίοις καλλωπιζόμενος  διηνεκῶς.  Εἰ δὲ  μετὰ  τὴν  ὁμιλίαν  ἀναπαύεται  μικρὸν  ἐκεῖνος, οὐδὲν τοῦτο ἂν εἴη· πάλιν γὰρ ὁ χειμὼν ἔπεισι, καὶ πάλιν κύματα. Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος, οὐδὲ βοῆσαι τὸ θηρίον. Εἰ δέ τινα βίαν ὑπομένοι κατέχων τὴν τοιαύτην ὁρμὴν, ἀλλὰ καὶ ἐκεῖνος  συν εχῶς  βαλλόμενος  καὶ κεντούμενος  καὶ τὸν  οἶστρον οὐ φέρων·  καὶ παρόμοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον μαινόμενον καὶ ἀντιτείνοντα  ἀνέχοι τῷ χα λινῷ,  καὶ κατέχοι  μετὰ τέχνης  ἁπάσης· ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον  τοῦτον φυγεῖν,  συρόμενος ὑπ'  αὐτοῦ  πανταχοῦ  φέροιτο.  Ταῦτα εἰ  καὶ  σαφέστερον  τοῦ δέοντος   εἴρηται,  μηδεὶς  ἐγκαλείτω·   οὐ  γὰρ  λόγων   σεμνότητι  καλλωπίζεσθαι βούλομαι, ἀλλὰ ποιῆσαι σεμνοὺς τοὺς ἀκούοντας.   δʹ. ∆ιὰ τοῦτο καὶ οἱ προφῆται οὐδενὸς τῶν τοιούτων φείδονται ῥημάτων, τὴν ἀκολασίαν τῶν Ἰουδαίων ἐκκόψαι βουλόμενοι,  ἀλλὰ  καὶ  γυμνότερον   αὐτῶν  καθικνοῦνται,   ἢ  ἡμεῖς  νῦν  ἐφ'  οἷς εἰρήκαμεν. Καὶ γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόμενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ' ὅπως ἐκεῖνον  ἀπαλλάξειε  τῆς σηπεδόνος· καὶ ὁ τὸν ταπει νὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρό τερος· καὶ ὁ σφάξαι τὸν ἐπιβουλεύοντα σπουδάζων, καὶ ἑαυτὸν αἱμάσσει μετ' ἐκείνου, καὶ τοῦτο αὐτὸν ποιεῖ λαμπρότερον. Ἐπεὶ καὶ στρατιώτην ἐπανελ θόντα ἀπὸ τοῦ πολέμου ἂν ἴδῃ τις ἰχῶρι καὶ αἵματι  καὶ ἐγκεφάλῳ  μεμολυσμένον, οὐ μισήσει, οὐδὲ ἀπο στραφήσεται διὰ τοῦτο, ἀλλὰ καὶ θαυμάσεται μᾶλλον.  Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ὅταν ἴδωμέν τινα μετὰ   τὸ   κατασφάξαι   τὴν   ἐπιθυμίαν   ᾑμαγμένον   ἐπανιόντα,   μᾶλλον   αὐτὸν θαυμάζωμεν, καὶ κοινωνῶμεν  τῆς μάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωμεν, ∆είξατε ἡμῖν τὴν ἐκ τῆς ἐπιθυμίας ἡδονήν.  Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν. Εἰ δὲ ὑμεῖς τὴν ἐκ τῆς ὁμιλίας λέγοιτε, ἀλλ' ἐκείνη σαφεστέρα καὶ διαρκεστέρα.   Σὺ γὰρ ἔχεις  ἀπὸ τῆς ἀπολαύσεως βραχὺ καὶ μηδὲ φαινόμενον,   ἐκεῖνος   δὲ  ἀπὸ  τοῦ   συνειδότος,   καὶ   μείζονα   καὶ   διηνεκῆ   καὶ γλυκυτέραν ἔχει τὴν εὐφροσύ νην. Οὐδὲ γὰρ οὕτως ὁμιλία γυναικὸς, ὡς φιλοσοφία ἀτάραχον δύναται  τηρῆσαι ψυχὴν  καὶ πτερῶσαι. Οὗ   τος μὲν οὖν, ὥσπερ ἔφην, σαφῶς οὕτω δείκνυσιν ἡμῖν τὴν ἡδονήν· ἐπὶ δὲ σοῦ τὴν μὲν ἀπὸ τῆς ἥττης ἀθυμίαν  ὁρῶ, τὴν  δὲ ἡδονὴν  βουλόμενος  ἰδεῖν,  οὐχ εὑρίσκω. Ποῖον γὰρ βούλει καιρὸν  ἡδονῆς  εἶναι·  τὸν  πρὸ τῆς  μίξεως;  Ἀλλ'  οὐκ  ἔστι·  μανίας  γάρ  ἐστι  καὶ παραφορᾶς καὶ ἐκστάσεως. Τὸ γὰρ τοὺς ὀδόντας τρίζειν καὶ ἐξίστασθαι, οὐχ ἡδονῆς· εἰ δὲ ἡδονῆς ἦν, οὐκ ἂν ταῦτά σε εἰργάσατο, ἃ οἱ ἀλγοῦντες ὑπομέ νουσι. Καὶ γὰρ οἱ πυκτεύοντες  καὶ πληττόμενοι  τοὺς ὀδόντας  τρίζουσι, καὶ αἱ ὠδίνουσαι  γυναῖκες διασπώμεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν. Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ' ἔκστασις μᾶλλον καὶ θόρυβος καὶ ταραχή. Ἀλλ' ὁ μετὰ ταῦτα καιρός; Ἀλλ' οὐδὲ οὗ τος· οὐδὲ γὰρ τὴν τεκοῦσαν ἐν ἡδονῇ εἴποιμεν ἂν εἶναι, ἀλλ' ἐν ἀπαλλαγῇ πόνων· οὐ πάντως  δὲ τοῦτο      ἡδονὴ, ἀλλ'  ἀσθένεια μᾶλλον  καὶ ἔκλυσις·  πολὺ δὲ τὸ μέσον ἑκατέρων  τούτων  ἐστί. Ποῖος οὖν τῆς ἡδονῆς  καιρὸς, εἰπέ μοι. Οὐκ ἔστιν οὐδείς· εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς μηδὲ φαίνεσθαι. Μυρία οὖν φιλονεικήσαντες  φωρᾶσαι αὐτὸν καὶ κατασχεῖν, οὐκ ἠδυνήθημεν. Ἀλλ' οὐχ ὁ τοῦ σώφρονος τοιοῦτος, ἀλλὰ πλατὺς, καὶ πᾶσι κατάδηλος· μᾶλλον  δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν  ἐγγινο   μένου  θορύβου.  Ἐπεὶ  οὖν  οὗτος  μᾶλλον   ἐν  ἡδονῇ,  ὁ  δὲ φιλήδονος  ἐν ἀθυμίᾳ καὶ θορύβοις, φεύγωμεν  ἀκολασίαν, ἀντεχώμεθα σωφροσύνης,   ἵνα   καὶ   τῶν   μελλόντων    ἐπιτύχωμεν    ἀγαθῶν,   χάριτι   καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


ΛΗʹΓνωρίζω  δὲ ὑμῖν,  ἀδελφοὶ,  τὸ  Εὐαγγέλιον,  ὃ εὐηγγελισάμην  ὑμῖν,  ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.


αʹ. Ἀπαρτίσας τὸν  περὶ τῶν  πνευματικῶν  λόγον,  ἐπὶ  τὸ πάντων  ἀναγκαιότατον μεθίσταται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐν τούτῳ σφόδρα ἐνόσουν. Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων, ὅταν αὐτῶν ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεται τὸ κακὸν, ἂν μὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπι μελείας· οὕτω δὴ καὶ τότε γενέσθαι ἐκινδύνευεν. Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβά διζε. ∆ιὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ  Παῦλος. Οὐδὲ γὰρ περὶ βίου λοιπὸν  ὁ λόγος ἦν αὐτῷ, οὐδ' ὅτι ὁ μὲν ἐπόρνευεν, ὁ δὲ ἐπλεονέκτει, ὁ δὲ ὅτι κεκαλυμμένην εἶχε τὴν κεφαλὴν, ἀλλὰ περὶ αὐτὸ τῶν ἀγαθῶν τὸ κεφάλαιον· περὶ γὰρ τὴν ἀνάστασιν αὐτὴν ἐστασίαζον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν  ἤδη γεγονέναι·  ὃ καὶ Τιμοθέῳ γράφων  ὁ Παῦλος γάγ γραιναν  ἐκάλει τὸ πονηρὸν  τοῦτο δόγμα, καὶ τοὺς εἰσάγοντας αὐτὸ ἔστιζε λέγων· Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχη σαν, λέγοντες  τὴν  ἀνάστασιν ἤδη γεγονέναι,  καὶ ἀνατρέπουσι τήν  τινων  πίστιν. Ποτὲ μὲν οὖν τοῦτο ἔλεγον, ποτὲ δὲ ὅτι τὸ σῶμα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις.  Ταῦτα δὲ ἔπειθε λέγειν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐ τὴν  ἀνάστασιν ἀνατρέψαι  βουλόμενος  μόνον,  ἀλλὰ  καὶ τὰ ὑπὲρ ἡμῶν  γενόμενα ἅπαντα δεῖξαι μῦθον ὄντα. Εἰ γὰρ ἐπείσθησαν μὴ εἶναι σωμάτων ἀνάστα σιν, μετὰ μικρὸν αὐτοὺς ἔπειθε μηδὲ Χριστὸν ἐγη γέρθαι· ἀπὸ δὲ τούτου κἀκεῖνο εἰσῆγεν ὁδῷ βαδίζων, τὸ μὴ παραγεγονέναι μηδὲ πεποιηκέναι ἅπερ ἐποίησε.  Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία. ∆ιὸ καὶ μεθ οδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς  προσ ωπεῖον,  ἕτερα τεκταίνει,  καὶ  καθάπερ πολέμιος  καὶ  κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων,  ὥστε ταύτῃ γενέσθαι δυσφύ    λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε. ∆ιόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ  πάγας  εὑρίσκων, καὶ τοὺς πονηροὺς  τούτους  θηρῶν  λόχους  ὁ θαυμαστὸς οὗτος  καὶ  μέγας  ἀνὴρ,  ἔλεγεν·  Οὐ γὰρ  αὐτοῦ  τὰ  νοήματα  ἀγνοοῦμεν.  Καὶ γὰρ ἐνταῦθα ὁλόκληρον ἀνακαλύπτει τὸν δόλον αὐτοῦ, καὶ πάντα δείκνυσι τὰ μηχανήματα, καὶ ὅσα βούλεται κατασκευάσαι προτίθησιν εἰς μέ σον, μετὰ πολλῆς ἀκριβείας ἅπασιν ἐπιών. ∆ιὰ γὰρ τοῦτο καὶ ὕστερον τέθεικε τουτὶ τὸ κεφάλαιον τῶν ἄλλων, ἐπειδὴ καὶ σφόδρα ἀναγκαιότατον ἦν, καὶ τὰ ἡμέτερα συνέχον ἅπαντα. Καὶ σκόπει σύνεσιν· πρό τερον γὰρ τοὺς οἰκείους ἀσφαλισάμενος, τότε ἐπεξ έρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ περιουσίας ἐπιστομίζει. Ἀσφαλίζεται δὲ τοὺς οἰ κείους, οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν  ἤδη γεγε νημένων,  καὶ ἅπερ αὐτοὶ κατεδέξαντο  καὶ ἐπίστευ σαν γεγενῆσθαι· ὃ μάλιστα ἦν ἐντρεπτικὸν,  καὶ ἱκανὸν αὐτοὺς κατασχεῖν. Εἰ γὰρ ἠβουλήθησαν ἀπι στῆσαι μετὰ ταῦτα, οὐκέτι λοιπὸν τῷ Παύλῳ, ἀλλ'  ἑαυτοῖς  ἔμελλον  ἀπιστεῖν·  ὅπερ κατηγορία  ἦν  ἐκείνων  τῶν  ἅπαξ καταδεξαμένων  καὶ μεταθεμένων. ∆ιὰ δὴ τοῦτο καὶ ἐντεῦθεν ἄρχεται, δεικνὺς ὅτι οὐκ ἄλλων  δεῖται μαρτύρων εἰς τὸ δεῖξαι, ὅτι τἀληθῆ λέγει, ἀλλ' αὐτῶν  ἐκείνων τῶν  ἠπατημένων.  Ἵνα δὲ ὃ λέγω  σαφέστερον γένηται,  αὐτῶν  λοιπὸν  ἀναγκαῖον ἀκοῦ σαι τῶν  ῥημάτων.  Τίνα οὖν  ταῦτά  ἐστι; Γνωρίζω ὑμῖν,  ἀδελφοὶ,  φησὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελι σάμην ὑμῖν. Εἶδες μεθ' ὅσης ἐπιεικείας ἄρχεται; εἶδες πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσάγει, οὐδὲ ξένον; Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνω σθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει πάλιν εἰς μνήμην ἄγων. Καλέσας δὲ ἀδελφοὺς, οὐ μικρὰν καὶ ἐντεῦθεν προκατεβάλετο τῶν λεγομένων  τὴν ἀπόδει ξιν. Ἀδελφοὶ  γὰρ  οὐδαμόθεν  ἐγενόμεθα,  ἀλλ'  ἢ  ἀπὸ  τῆς  κατὰ  σάρκα τοῦ  Χριστοῦ οἰκονομίας. ∆ιὸ δὴ καὶ οὕτως αὐτοὺς ἐκάλεσεν, ὁμοῦ μὲν καταπραΰνων καὶ θεραπεύων, ὁμοῦ δὲ τῶν μυρίων ἀγαθῶν  ἀναμιμνή  σκων. Καὶ τὸ ἑξῆς πάλιν τοῦ αὐτοῦ κατασκευαστικόν.  Ποῖον δὴ τοῦτο; Τὸ Εὐαγγέλιον. Τῶν γὰρ Εὐαγγελίων τὸ κεφάλαιον  ἐντεῦθεν  ἔχει τὴν ἀρχὴν, ἀπὸ τοῦ τὸν   Θεὸν γενέσθαι ἄνθρωπον,  καὶ σταυρωθῆναι, καὶ ἀναστῆναι. Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ  Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται  τῇ οἰκουμένῃ,      τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες.  Ὃ καὶ εὐηγγελι σάμην, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην  ὑμῖν, εἰ κατέχετε· ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Εἶδες πῶς αὐτοὺς καλεῖ μάρτυρας τῶν  εἰρημένων;  Καὶ οὐ λέγει, Ὃ ἠκούσατε, ἀλλ',  Ὃ παρελάβετε, ὥσπερ τινὰ παρακαταθήκην αὐτοὺς ἀπαιτῶν, καὶ δηλῶν ὅτι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ δι' ἔργων καὶ σημείων καὶ θαυμάτων  αὐτὸ παρέλαβον καὶ ἵνα κατέχωσι μετὰ ἀσφαλείας.   βʹ. Εἶτα ἐπειδὴ  τὰ παλαιὰ  ἔλεγε, καὶ τὸν  παρόντα  ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκα ταλαμβάνων αὐτοὺς, ὡς μηδὲ, εἰ σφόδρα βουληθεῖεν,  ἀρνήσασθαι δυνηθῆναι.  ∆ιὸ καὶ ἀρχόμενος οὐκ εἶπε,   ∆ιδάσκω ὑμᾶς, ἀλλὰ, Γνωρίζω ὑμῖν, τὸ ἤδη δῆλον γενόμενον. Καὶ πῶς τοὺς σαλευομένους ἑστάναι φησί;  Προσποιεῖται ἄγνοιαν  συμφερόντως· ὅπερ καὶ ἐπὶ  Γαλατῶν ποιεῖ, ἀλλ' οὐχ ὁμοίως. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄγνοιαν  ἐκεῖ προσποιήσασθαι, ἑτέρως μεθοδεύει τὸν λόγον λέγων· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, Ὅτι οὐδὲν ἄλλο ἐφρονήσατε, ἐπειδὴ ὡμολογημένον  ἦν αὐτῶν τὸ παρά πτωμα καὶ κατάδηλον, ἀλλὰ τὸ μέλλον ἐγγυᾶται· καί τοι καὶ τοῦτο ἄδηλον· ἀλλ' ἵνα αὐτοὺς ἐφελκύσηται μειζόνως. Ἐνταῦθα μέντοι καὶ προσποιεῖται ἀγνοεῖν λέγων, Ἐν ᾧ καὶ ἑστήκατε. Εἶτα τὸ κέρδος, ∆ι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Ὥστε σαφηνείας ἐστὶν ἡ διδασκαλία αὕτη ἡ νῦν  καὶ ἑρμηνείας. Οὐ γὰρ αὐτὸ δεῖσθε τὸ δόγμα, φησὶ, μαθεῖν, ἀλλ' ὑπομνησθῆναι  καὶ διορθωθῆναι.  Ταῦτα δὲ λέ γει, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι καθάπαξ. Τί δέ ἐστι, Τίνι λόγῳ εὐηγγελισάμην  ὑμῖν; Ποίῳ τρόπῳ εἶπον, φησὶ, τὴν ἀνάστασιν γίνεσθαι; Ὅτι μὲν γὰρ ἔστιν ἀνάστασις, οὐκ ἂν φαίην ὑμᾶς ἀμφιβάλ λειν· ζητεῖτε δὲ ἴσως μαθεῖν σαφέστερον τὸ εἰρημέ νον. Τοῦτο δὴ καὶ ποιήσω· καὶ γὰρ οἶδα σαφῶς, ὅτι  τὸ δόγμα κατέχετε.  Εἶτα ἐπειδὴ ἀποφαινόμενος  ἔλε γεν, Ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ταύτῃ ῥᾳθυμοτέ ρους ποιήσῃ, φοβεῖ πάλιν αὐτοὺς λέγων· Εἰ κατέχε τε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε· δεικνὺς ὅτι περὶ  τὸ  κεφάλαιον  ἡ  πληγὴ,  καὶ  οὐχ  ὑπὲρ  τῶν  τυχόντων   ὁ  ἀγὼν,  ἀλλ'  ὑπὲρ ὁλοκλήρου  τῆς  πίστεως.  Καὶ νῦν  μὲν  ὑπεσταλμένως  αὐτό  φησι, προϊὼν  δὲ  καὶ διαθερ μαινόμενος,  γυμνῇ  λοιπὸν  τῇ κεφαλῇ  βοᾷ καὶ λέγει· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κή ρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀλλ' ἐν προοιμίοις οὐχ οὕτως· οὕτω γὰρ χρήσιμον ἦν ἠρέμα καὶ κατὰ μικρὸν προϊέναι. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον. Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑμῖν, οὐδὲ, Ἐδίδαξα ὑμᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν,  Παρέδωκα ὑμῖν, λέγων,  ὃ καὶ παρέλαβον.   Οὐδὲ ἐνταῦθα  ἐμὲ διδαχθῆναί φησιν,  ἀλλὰ,  Παρέλα  βον·  δύο  ταῦτα  κατασκευάζων,  ὅτι  τε  οὐδὲν  οἴκοθεν ἐπεισάγειν δεῖ, καὶ ὅτι μετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς· καὶ κατὰ μικρὸν ἀξιόπιστον τὸν λόγον ποιῶν, τὸ πᾶν εἰς τὸν   Χριστὸν ἀνάγει, καὶ δείκνυσιν οὐδὲν τούτων ἀνθρώ πινον ὂν τῶν δογμάτων. Τί δέ ἐστι, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, φησίν; Ἐξ ἀρχῆς, οὐ νῦν. Ταῦτα δὲ λέγει τὸν  χρόνον   παράγων   μάρτυρα,  καὶ  ὅτι  ἐσχά  της  ἦν  αἰσχύνης  τοσοῦτον  χρόνον πεισθέντας νῦν μετατίθεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ ὅτι καὶ ἀναγκαῖον τὸ δόγμα· διὸ καὶ ἐν πρώτοις παρεδόθη, καὶ ἐκ προοιμίων εὐθέως. Καὶ τί παρέδωκας; εἰπέ μοι. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρῶτον, ὅτι παρέλαβον. Καὶ τί παρέλαβες; Ὅτι Χριστὸς ἀπ έθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐκ εἶπεν εὐ θέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωμάτων ἡμῶν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι' ἑτέρων, λέγων, ὅτι Χριστὸς ἀπέθανε, καὶ μεγά λην τινὰ κρηπῖδα καὶ θεμέλιον ἀῤῥαγῆ προκαταβαλ λόμενος  τοῦ περὶ τῆς ἀναστάσεως λόγου. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἀπέθανεν  ὁ Χριστὸς, καίτοι καὶ τοῦτο ἀρκοῦν δηλῶσαι τὴν ἀνάστασιν, ἀλλὰ μετὰ προσθήκης, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρ τιῶν ἡμῶν.  Πρῶτον δὲ ἄξιον ἀκοῦσαι τί λέγουσιν ἐνταῦθα οἱ τὰ Μανιχαίων  νοσοῦντες, καὶ τῆς ἀληθείας ἐχθροὶ,  καὶ  τῇ  οἰκείᾳ  πολεμοῦντες  σωτηρίᾳ.  Τί  οὖν  οὗτοι  λέ  γουσι; Θάνατον ἐνταῦθα,  φησὶν,  οὐδὲν  ἄλλο  λέγει  ὁ    Παῦλος, ἢ  τὸ  ἐν  ἁμαρτίᾳ  γενέσθαι,  καὶ ἀνάστασιν τὸ τῶν ἁμαρτιῶν ἀπαλλαγῆναι.  Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον; Καὶ πῶς τοῖς οἰκείοις ἁλίσκεται πτε ροῖς, καὶ οὐ δεῖται  τῆς ἔξωθεν  μάχης, ἀλλ' ἑαυτῇ περιπείρεται; Σκόπει γοῦν καὶ οὗτοι πῶς ἑαυτοὺς διέπειρον, δι' ὧν εἰρήκασιν. Εἰ γὰρ τοῦτο θάνατος,  σῶμα δὲ οὐκ ἔλαβε καθ' ὑμᾶς ὁ Χριστὸς, ἀπέθανε  δὲ, ἐν ἁμαρτίᾳ ἐγένετο καθ' ὑμᾶς. Ἐγὼ μὲν γὰρ λέγω ὅτι σῶμα ἀνέλαβε, καὶ τὸν θάνατον τῆς σαρκὸς εἶναί φησι· σὺ δὲ τοῦτο ἀρνούμενος, ἐκεῖνο ἀναγκα σθήσῃ λέγειν. Εἰ δὲ ἐν ἁμαρτίᾳ ἐγένετο, πῶς φησι, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ, Ἔρ χεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· καὶ πάλιν, Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Πῶς δὲ ὅλως ὑπὲρ ἁμαρτωλῶν ἀπέθανεν, εἴ γε αὐτὸς ἐν ἁμαρτίαις ἦν; Τὸν γὰρ ὑπὲρ ἁμαρτωλῶν ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον  δεῖ εἶναι· ἐπεὶ εἰ καὶ αὐτὸς ἁμαρτάνει, πῶς ὑπὲρ ἄλλων  ἁμαρτωλῶν ἀποθανεῖται; Εἰ δὲ ὑπὲρ ἁμαρτιῶν ἄλλων ἀπέθανεν, ἀναμάρτητος ὢν ἀπέθανεν· εἰ δὲ ἀναμάρτητος ὢν ἀπέθανεν, οὐ τὸν τῆς ἁμαρτίας θάνατον (πῶς γὰρ, ὅ γε ἀναμάρτητος;),  ἀλλὰ  τὸν  τοῦ  σώματος.  ∆ιὸ  καὶ  ὁ  Παῦλος  οὐχ  ἁπλῶς  εἶπεν· Ἀπέθανεν,  ἀλλὰ  προσέθηκεν, Ὑπὲρ τῶν  ἁμαρτιῶν  ἡμῶν·  καὶ  ἄκοντας  ἐκείνους ἐμβαλὼν εἰς τὸ ὁμολογῆσαι τὸν σωματικὸν θάνατον, καὶ δεικνὺς διὰ τούτου, ὅτι καὶ πρὸ τοῦ θανάτου ἀναμάρτητος ἦν.    Τὸν γὰρ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον εἶναι ἀκόλουθον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Κατὰ τὰς Γραφάς· καὶ ἐν τεῦθεν ἀξιόπιστον πάλιν ποιῶν τὸν λόγον, καὶ δηλῶν  ποῖον θάνατον ἔλεγε. Καὶ γὰρ αἱ Γραφαὶ τὸν τοῦ σώ ματος ἀναγορεύουσι πανταχοῦ· Ὤρυξαν γάρ μου     χεῖρας καὶ πόδας, φησί· καὶ, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. 

γʹ. Καὶ πολλὰ δὲ ἕτερα, ἵνα μὴ πάντα καθ' ἓν λέ γωμεν, τὰ μὲν διὰ ῥημάτων, τὰ δὲ διὰ τύπων ἔστιν ἐν αὐταῖς κείμενα ἰδεῖν δηλοῦντα τῆς σαρκὸς τὴν σφα γήν· καὶ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐσφάγη. Ὑπὲρ γὰρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου, φησὶν, ἥκει εἰς θάνατον· καὶ, Κύριος παρέδωκεν  αὐτὸν  ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. Εἰ δὲ οὐκ ἀνέχῃ  τῆς Παλαιᾶς, ἄκουσον Ἰωάννου βοῶντος, καὶ ἀμφότερα δηλοῦντος, καὶ τὴν τοῦ σώματος σφαγὴν καὶ τὴν  αἰτίαν·  Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων  τὴν  ἁμαρ τίαν  τοῦ κόσμου· καὶ Παύλου λέγοντος, Τὸν γὰρ μὴ γνόντα  ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα  Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος  ὑπὲρ ἡμῶν κατάρα· καὶ πάλιν, Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισε θριαμβεύσας· καὶ μυρία ἕτερα πλείονα δηλοῦντα  τὰ κατὰ τὴν σφαγὴν τοῦ σώματος γενόμενα, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν.  Καὶ γὰρ αὐτός φησιν· Ὑπὲρ ὑμῶν ἁγιάζω ἐμαυτόν· καὶ, Ὁ ἄρχων τοῦ κόσμου τούτου κατακέκριται νῦν, δηλῶν ὅτι οὐκ ἔχων ἁμαρτίαν ἐσφάγη. Καὶ ὅτι ἐτάφη. Καὶ τοῦτο δὲ τῶν προτέρων κατασκευαστικόν· τὸ γὰρ θαπτόμενον, πάντως σῶμά ἐστι. Καὶ ἐνταῦθα οὐκέτι προστίθησι, Κατὰ τὰς Γραφάς· εἶχε μὲν γὰρ, πλὴν οὐ προστίθησι. Τίνος ἕνεκεν; Ἢ ὅτι ὁ τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν· ἢ ὅτι κατὰ κοι νοῦ κεῖται τὸ, Κατὰ τὰς Γραφάς. Τίνος οὖν ἕνεκεν ἐνταῦθα προστίθησι τὸ, Κατὰ τὰς Γραφάς; Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἀρκεῖται τῷ προτέρῳ τῷ κατὰ κοινοῦ  εἰρημένῳ; Ὅτι καὶ τοῦτο τοῖς πολλοῖς  ἄδηλον  ἦν· διὸ κἀνταῦθα  τὰς Γραφὰς παράγει ἐμπνευσθεὶς, τοῦτο ἐννοήσας τὸ σοφὸν καὶ θεῖον νόημα. Πῶς οὖν καὶ ἐπὶ τοῦ θανάτου οὐ τὸ αὐτὸ ποιεῖ; Ὅτι κἀκεῖ ὁ μὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο· ἡ δὲ αἰτία, οὐκέτι ὁμοίως. Ὅτι μὲν γὰρ ἀπέθανε, πάντες ᾔδεσαν· ὅτι δὲ ὑπὲρ τῶν ἁμαρτιῶν τῆς οἰκου μένης τοῦτο ἔπαθεν, οὐκέτι ὁμοίως ἠπίσταντο οἱ πολλοί. ∆ιὸ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν παρ άγει. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς ἀποδέδεικται διὰ τῶν εἰρημένων ἡμῖν· ποῦ δὲ ὅτι ἐτάφη,  καὶ τῇ τρίτῃ  ἡμέρᾳ ἀναστήσεται εἰρήκασιν αἱ Γραφαί; ∆ιὰ τοῦ κατὰ τὸν Ἰωνᾶν  τύπου,  ὃν  καὶ αὐτὸς  παράγει  λέγων·  Ὥσπερ ἦν  Ἰωνᾶς  ἐν  τῇ κοιλίᾳ  τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήμῳ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο, καὶ οὐ κατ εκαίετο, οὕτω καὶ τὸ σῶμα ἐκεῖνο ἀπέθανε μὲν, οὐ κατεσχέθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. Καὶ ὁ δρά κων δὲ ὁ ἐπὶ τοῦ ∆ανιὴλ τοῦτο αἰνίττεται. Καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφή της, μέσος ἐῤῥάγη· οὕτω καὶ ὁ ᾅδης, καταπιὼν τὸ σῶμα ἐκεῖνο, διεσχίσθη, τοῦ σώματος αὐτοῦ διατε μόντος αὐτῷ τὴν νηδὺν, καὶ ἀναστάντος. Εἰ δὲ καὶ διὰ ῥημάτων θέλεις ἀκοῦσαι ταῦτα, ἃ διὰ τῶν τύπων εἶδες, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος, ὅτι Αἴρεται ἀπὸ     τῆς γῆς ἡ ζωὴ αὐτοῦ· καὶ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς· καὶ τοῦ ∆αυῒδ πρὸ ἐκείνου Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆ιὰ τοῦτό σε καὶ ὁ Παῦλος παραπέμπει εἰς τὰς Γραφὰς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. Πῶς γὰρ  τοσούτων  προφητῶν   προδιαγραφόντων   αὐτὰ  καὶ  ἀνακηρυττόν   των,  ὅτι οὐδαμοῦ ἡ Γραφὴ τὸν τῆς ἁμαρτίας θάνα τον λέγει, τοῦ ∆εσποτικοῦ μεμνημένη θανάτου, ἀλλὰ τὸν σωματικὸν, καὶ ταφὴν  καὶ ἀνάστασιν τοιαύτην; Καὶ ὅτι ὤφθη Κηφᾷ. Εὐθέως τὸν πάντων  ἀξιοπιστό τερον τίθησιν. Ἔπειτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμή θησαν· ἔπειτα Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶ σιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐπειδὴ γὰρ τὴν ἀπὸ τῶν Γραφῶν ἀπό δειξιν εἶπε, προστίθησι καὶ τὴν διὰ τῶν πραγμάτων, μάρτυρας παράγων τῆς ἀναστάσεως μετὰ τοὺς προ φήτας  τοὺς ἀποστόλους καὶ ἑτέρους πιστοὺς ἀνθρώ πους. Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην  ἔλεγε τὴν τῆς ἁμαρτίας ἀπαλλαγὴν,  περιττῶς ἔλεγεν,  Ὤφθη τῷ  δεῖνι  καὶ τῷ  δεῖνι.  Τοῦτο γὰρ πιστουμένου  τὴν  τοῦ σώματος ἀνάστασίν ἐστιν, οὐχ ἁμαρτημάτων ἀπαλ λαγὴν αἰνιττομένου.   δʹ. ∆ιὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν· νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ' ἑκάστῳ σχεδὸν τῶν  ἑωρακότων  αὐτὴν  τίθησιν.  Ὤφθη γὰρ, φησὶ, Κηφᾷ, ὤφθη  ἐπάνω  πεντακοσίοις  ἀδελφοῖς,  ὤφθη  κἀμοί.  Καὶ μὴν  τὸ  Εὐαγγέ λιον τοὐναντίον  λέγει, ὅτι τῇ Μαρίᾳ πρώτῃ. Ἀλλ' ἐν ἀνδράσι τούτῳ πρώτῳ, τῷ μάλιστα αὐτὸν πο θοῦντι ἰδεῖν. Ποίοις δὲ δώδεκα ἐνταῦθά φησιν ἀπο στόλοις; μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. Ἀλλ' εἰκὸς αὐτὸν καὶ μετὰ τὴν ἀνάληψιν  ὦφθαι. Αὐτὸς γοῦν οὗτος ὁ ἀπόστολος μετὰ τὴν ἀνάληψιν  καὶ ἐκλήθη,  καὶ  εἶδεν  αὐτόν.  ∆ιὰ τοῦτο  οὐδὲ  τὸν  καιρὸν  τίθησιν,  ἀλλ'  ἁπλῶς  καὶ ἀδιορίστως  καταλέγει  τὰς  ὄψεις·  καὶ  γὰρ  εἰκὸς  πολλὰς  γεγενῆσθαι·  διὸ  καὶ  ὁ Ἰωάννης   ἔλεγε,      Τρίτον   τοῦτο   ἐνεφάνισεν    ἑαυτόν.   Ἔπειτα   ὤφθη   ἐπάνω πεντακοσίοις ἀδελφοῖς. Τινὲς τὸ, Ἐπάνω, ἄνω ἐκ τῶν οὐρανῶν εἶναί φασιν. Οὐ γὰρ ἐπὶ  γῆς  βαδίζων,  ἀλλ'  ἄνω,  καὶ ὑπὲρ κεφαλῆς  αὐτοῖς  ὤφθη.    Καὶ γὰρ οὐχὶ  τὴν ἀνάστασιν πιστώσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν. Τινὲς δὲ λέγουσι τὸ, Ἐπάνω πεντακοσίοις, τοῖς πλείοσιν ἢ πεντακοσίοις. Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι. Εἰ γὰρ καὶ παλαιὰ  διηγοῦμαι  πράγματα, φησὶν, ἀλλ' ἔχω μάρτυρας ἔτι ζῶντας. Τινὲς δὲ καὶ ἐκοιμήθη σαν. Οὐκ εἶπεν, Ἀπέθανον, ἀλλ', Ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν τὴν ἀνάστασιν βεβαιῶν. Ἔπειτα ὤφθη Ἰακώβῳ. Ἐμοὶ δοκεῖ, τῷ ἀδελφῷ  τῷἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται  κεχειροτονηκέναι,  καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκέναι πρῶτον. Εἶτα τοῖς ἀποστόλοις πᾶσιν. Ἦσαν γὰρ καὶ ἄλλοι ἀπόστολοι, ὡς οἱ ἑβδομήκοντα. Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη   κἀμοί.  Τοῦτο  μετριοφροσύνης  μᾶλλόν   ἐστι  τὸ  ῥῆμα.  Οὐδὲ  γὰρ  ἐπειδὴ ἐλάχιστος ἦν, διὰ τοῦτο μετὰ τοὺς ἄλλους αὐτῷ ὤφθη· ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν πρὸ αὐτοῦ, μᾶλλον δὲ πάντων λαμπρότερος ὤφθη· καὶ οἱ πεντακόσιοι δὲ ἀδελφοὶ οὐ δήπου Ἰακώβου βελτίους ἦσαν, ἐπειδὴ πρὸ ἐκείνου αὐτοῖς ὤφθη. Καὶ διὰ τί οὐχ ὁμοῦ πᾶσιν ἑωρᾶτο; Ἵνα προκαταβάλῃ τῆς πίστεως τὰ σπέρματα. Ὁ γὰρ πρῶτος ἰδὼν  καὶ ἀκριβῶς πληροφορηθεὶς,  τοῖς ἄλλοις  ἀπήγγελλεν·  εἶτα ὁ λόγος προφθάνων, ἐν προσδοκίᾳ καθίστη τοῦ μεγάλου τούτου θαύματος τὸν ἀκούοντα, καὶ προωδοποίει τῇ τῆς ὄψεως πίστει. ∆ιὰ τοῦτο οὔτε ὁμοῦ πᾶσιν ὤφθη, οὔτε ἐν ἀρχῇ πλείοσιν, ἀλλ' ἑνὶ μόνῳ πρῶτον, καὶ τούτῳ τῷ κορυφαίῳ πάντων  καὶ πιστοτάτῳ. Καὶ γὰρ πιστοτάτης σφόδρα ἔδει ψυχῆς τῆς πρώτης δεχομένης ταύτην τὴν ὄψιν. Οἱ μὲν γὰρ μετὰ τὸ ἑτέρους ἰδεῖν καὶ ἀκοῦσαι, παρ' αὐτῶν βλέποντες, εἶχον οὐ μικρὰν συντελοῦσαν  εἰς  τὴν  πίστιν  αὐτοῖς  τὴν  ἐκείνων  μαρτυρίαν,  καὶ  προ παρασκευάζουσαν αὐτῶν  τὴν  διάνοιαν·  ὁ  δὲ  πρῶτος  καταξιωθεὶς  τοῦτον  ἰδεῖν, πολλῆς,  ὅπερ ἔφθην  εἰπὼν,  ἐδεῖτο τῆς πίστεως, ὥστε μὴ θορυβηθῆναι  τῷ παρα δόξῳ τῆς θέας. ∆ιὰ τοῦτο Πέτρῳ φαίνεται πρῶτον. Ὁ γὰρ πρῶτος αὐτὸν ὁμολογήσας Χριστὸν, εἰκότως καὶ τὴν ἀνάστασιν ἠξιώθη πρῶτος ἰδεῖν. Οὐ διὰ τοῦτο δὲ φαίνεται πρώτῳ μόνῳ, ἀλλ', ἐπειδὴ καὶ ἀρνησάμενος ἦν, ἐκ περιουσίας αὐτὸν παρακαλῶν καὶ δεικνὺς   ὅτι  οὐκ  ἀπέγνωσται,  πρὸ  τῶν   ἄλλων   καὶ  τῆς  ὄψεως  αὐτὸν  ταύτης κατηξίωσε,  καὶ  πρώτῳ  τὰ  πρόβατα  ἐνεχείρισε.  ∆ιὰ  τοῦτο  καὶ  γυναιξὶν   ἐφάνη πρώταις. Ἐπειδὴ τὸ γένος ἠλάττωται  τοῦτο, διὰ τοῦτο καὶ ἐν τῇ γεννήσει καὶ ἐν τῇ ἀναστάσει πρώτη αὐτὴ αἰσθάνεται τῆς χάριτος. Μετὰ δὲ Πέτρον καὶ διεσπαρμένως ἑκάστῳ  φαίνεται,  καὶ  ποτὲ  μὲν  ἐλάτ  τοσι, ποτὲ  δὲ  πλείοσιν,  ἀλλήλων  αὐτοὺς μάρτυρας καὶ διδασκάλους ἐν  τούτῳ  ποιῶν,  καὶ τοὺς ἀποστό λους  ἀξιοπίστους κατασκευάζων ἐν οἷς ἔλεγον· Ἔσχατον δὲ πάντων,  ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Τί βούλεται αὐτῷ ἐνταῦθα τῆς ταπεινο φροσύνης τὰ ῥήματα, ἢ ποῖον ἔχει καιρόν; Εἰ γὰρ ἀξιόπιστον ἑαυτὸν ἀποφῆναι βούλεται καὶ ἐγκαταλέ ξαι τοῖς μάρτυσι τῆς ἀναστάσεως, τοὐναντίον  ἢ βού λεται ποιεῖ· ἐπᾶραι γὰρ ἑαυτὸν ἔδει καὶ δεῖξαι μέ γαν ὄντα, ὃ πολλαχοῦ ποιεῖ καιροῦ καλοῦντος αὐτό.  ∆ιὰ τοῦτο γὰρ καὶ ἐνταῦθα μετριάζει, ἐπειδὴ τοῦτο μέλλει ποιεῖν· ἀλλ' οὐκ εὐθέως, ἀλλὰ μετὰ τῆς αὐτῷ πρεπούσης συνέσεως. Πρότερον γὰρ μετριάσας καὶ κατηγορίας ἑαυτοῦ συμφορήσας πολλὰς, τότε τὰ καθ'  ἑαυτὸν σεμνύνει. Τί δήποτε;  Ἵν', ὅταν τὸ μέγα καὶ ὑψηλὸν ἐκεῖνο περὶ ἑαυτοῦ φθέγξηται, τὸ, Πε ρισσότερον πάντων ἐκοπίασα, εὐπαράδεκτος ὁ λόγος γένηται  ταύτῃ, καὶ τῷ ὡς ἐξ ἀκολουθίας  τινὸς,  ἀλλὰ  μὴ προηγουμένως εἰρῆσθαι. ∆ιὰ τοῦτο καὶ Τι μοθέῳ γράφων, καὶ μέλλων λέγειν μεγάλα περὶ ἑαυ τοῦ, πρότερον τὰ κατηγορήματα αὐτοῦ τίθησι. Καὶ γὰρ ὁ μὲν περὶ ἄλλων τι μέγα λέγων, ἀδεῶς φθέγγε  ται καὶ μετὰ παῤῥησίας· ὁ δὲ ἑαυτὸν ἀναγκαζόμενος ἐπαινεῖν,  καὶ μάλιστα ὅταν καὶ μάρτυρα ἑαυτὸν καλῇ, αἰσχύνεται καὶ ἐρυθριᾷ· διὰ δὴ τοῦτο καὶ ὁ μακάριος οὗτος  πρότερον  ἑαυτὸν  ταλανίζει,  καὶ τότε  τὸ μέγα ἐκεῖνο  φθέγγεται. Ποιεῖ δὲ τοῦτο, τό τε ἐπαχθὲς τῆς     περιαυτολογίας  ὑποτεμνόμενος, καὶ τὰ μετὰ ταῦτα ῥηθησόμενα ἀξιόπιστα ἐντεῦθεν ποιῶν. Ὁ γὰρ μετὰ ἀληθείας τὰ ἐπονείδιστα  θεὶς,  καὶ  μηδὲν  αὐτῶν  ἀπο  κρυψάμενος,  οἷον  ὅτι  τὴν  Ἐκκλησίαν ἐδίωξεν, ὅτι τὴν πίστιν ἐπόρθησε, καὶ τὰ σεμνὰ ἐντεῦθεν ἀνύπ οπτα ποιεῖ.  εʹ. Καὶ σκόπει ταπεινοφροσύνης  ὑπερβολήν.   Εἰπὼν γὰρ, Ἔσχατον δὲ πάντων  ἐμοὶ ὤφθη, οὐκ ἠρκέσθη τούτῳ·  Πολλοὶ γὰρ ἔσχατοι πρῶτοι,  φησὶ, καὶ πρῶτοι  ἔσχατοι. ∆ιὰ τοῦτο προσέθηκεν. Ὡσ περεὶ τῷ ἐκτρώματι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὴν οἰκείαν κρίσιν προστίθησι καὶ μετὰ αἰτίας λέγων·  Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστό λων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τῶν δώδεκα μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάν των. Ταῦτα δὲ πάντα ὁμοῦ μὲν μετριάζων ἔλεγεν, ὁμοῦ δὲ καὶ οὕτω διακείμενος, ὅπερ ἔφην, καὶ τὸ μέλλον ῥηθήσεσθαι προδιοικούμενος καὶ εὐπαράδε κτον μᾶλλον ποιῶν. Εἰ μὲν γὰρ παρελθὼν  εἶπεν, Ὀφείλετέ  μοι πιστεῦσαι, ὅτι ἀνέστη ὁ Χριστός· εἶ δον γὰρ αὐτὸν,  καὶ  πάντων  ἀξιοπιστότερός  εἰμι,  ἅτε  πλέον  καμὼν,  κἂν  προσέστη τοῖς ἀκούουσι τὸ  λεγό  μενον·  νυνὶ  δὲ  τοῖς  ταπεινοῖς  ἐνδιατρίψας  πρῶτον  καὶ  τοῖς κατηγορίαν ἔχουσι, τό τε τραχὺ τῆς τοιαύ της διηγήσεως ὑπετέμνετο, καὶ τῇ πίστει τῆς μαρτυ ρίας προωδοποίησε. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς, ὅπερ ἔφην, ἀποφαίνεται ἔσχατον ἑαυτὸν εἶναι, καὶ τῆς προσηγορίας τῶν ἀποστόλων ἀνάξιον, ἀλλὰ καὶ τὴν αἰτίαν τίθησι λέγων· Ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Καὶ μὴν ἀφείθη πάντα ἐκεῖνα, ἀλλ' ὅμως  αὐτὸς  οὐ  δέποτε  αὐτῶν   ἐπιλέλησται,   τὸ  μέγεθος   τῆς  χάριτος   δεῖξαι βουλόμενος· διὸ καὶ ἐπάγει λέγων· Χάριτι δὲ  Θεοῦ εἰμι ὅ εἰμι. Εἶδες πάλιν ἑτέρας ταπεινοφρο  σύνης ὑπερβολήν; Τὰ μὲν γὰρ ἐλαττώματα  ἑαυτῷ λογίζεται· τῶν  δὲ κατορθωμάτων οὐδὲν, ἀλλὰ πάντα ἀνατίθησι τῷ Θεῷ. Εἶτα, ἵνα μὴ τὸν ἀκροατὴν ἐν τεῦθεν ὕπτιον ποιήσῃ, φησί· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ γέγονε. Καὶ τοῦτο πάλιν ὑπεσταλ μένως. Οὐ γὰρ εἶπεν, Ἀξίαν τῆς χάριτος ἐπεδειξά μην σπουδὴν, ἀλλ' ὅτι  Οὐ κενὴ  γέγονεν.  Ἀλλὰ περισσότερον αὐτῶν  πάντων  ἐκοπίασα.   Οὐκ εἶπεν, Ἐτιμήθην, ἀλλ',  Ἐκοπίασα, καὶ κινδύνους  καὶ θανάτους ἔχων  εἰπεῖν, τῷ ὀνόματι τοῦ κόπου πάλιν  ὑποτέμνεται  τὸ εἰρημένον.  Εἶτα πάλιν  τῇ  συνήθει  κεχρημένος ταπεινοφροσύνῃ, καὶ τοῦτο ταχέως παρέδραμε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ λέ γων· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Τί ταύτης θαυμαστότερον γένοιτ' ἂν τῆς  ψυχῆς;  ∆ιὰ  γὰρ  τοσούτων  ἑαυτὸν  καθελὼν,   καὶ  ἕν  τι  μόνον  ὑψηλὸν φθεγξάμενος, οὐδὲ τοῦτο αὑτοῦ φησιν εἶναι, πανταχόθεν  περιστέλλων, ἀπό τε τῶν ἔμπρο σθεν, ἀπό τε τῶν μετὰ ταῦτα τὸ ὑψηλὸν τοῦτο ῥῆμα, καὶ ταῦτα ἐξ ἀνάγκης ἐλθὼν  ἐπ' αὐτό. Σκόπει δὲ πῶς ἐπιδαψιλεύεται  τοῖς τῆς ταπεινοφροσύνης  ῥήμασι. Καὶ γὰρ, Ἐσχάτῳ μοι ὤφθη πάντων, φησί· διὸ οὐδὲ μεθ' ἑαυτοῦ τινα ἄλλον τίθησι· καὶ, Ὡσπερεὶ τῷ ἐκτρώματι, καὶ ἐλάχιστον ἑαυτὸν τῶν ἀποστόλων εἶναί φησι, καὶ οὐδὲ τῆς προσηγορίας ταύτης ἄξιον.  Καὶ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἵνα μὴ δόξῃ ῥήμασι ταπεινοφρονεῖν,  καὶ αἰτίας τίθησι καὶ ἀποδείξεις, τοῦ μὲν ἔκτρωμα εἶναι τὸ ὕστερον αὐτὸν ἰδεῖν τὸν    Ἰησοῦν, τοῦ δὲ καὶ τῆς προσηγορίας ἀνάξιον εἶναι τῶν ἀποστόλων τὸ διῶξαι τὴν Ἐκκλησίαν. Ὁ μὲν γὰρ ἁπλῶς ταπεινοφρονῶν,  τοῦτο οὐ ποιεῖ· ὁ δὲ καὶ τὰς αἰτίας τιθεὶς, ἀπὸ συντετριμμένης διανοίας ἅπαντα φθέγγεται.
∆ιὸ καὶ ἀλλαχοῦ τῶν αὐτῶν τού των μέμνηται, λέγων· Χάριν δὲ ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην  καὶ ὑβριστήν. Τίνος δὲ ἕνεκεν καὶ αὐτὸ τὸ ὑψηλὸν τοῦτο ἐφθέγξατο, τὸ, Περισσότερον αὐτῶν  ἐκοπίασα; Τὸν καιρὸν ἑώρα καταναγκάζοντα. Εἰ μὴ  γὰρ  τοῦτο  εἶπεν,  ἀλλὰ  μόνον  ἑαυτὸν  ἐξηυτέ  λισε,  πῶς  ἠδύνατο  μετὰ παῤῥησίας εἰς μαρτυρίαν ἑαυτὸν καλεῖν, καὶ μετὰ τῶν ἄλλων ἀριθμεῖν καὶ λέ γειν, Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο μεν; Τὸν γὰρ μάρτυρα ἀξιόπιστον εἶναι δεῖ καὶ μέ γαν. Πῶς δὲ καὶ περισσότερον αὐτῶν ἐκοπίασεν, ἔδειξεν ἀνωτέρω, λέγων· Ἢ οὐκ ἔχομεν ἐξουσίαν τοῦ φαγεῖν  καὶ πιεῖν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; καὶ πάλιν, Ἐγενόμην  τοῖς  ἀνόμοις  ὡς  ἄνομος.   Καὶ γὰρ ὅπου ἀκρίβειαν  ἐπιδείξασθαι  ἔδει, πάντας ὑπερηκόντισε· καὶ ὅπου συγκαταβῆναι ἐχρῆν, τὴν αὐτὴν πάλιν ὑπερβολὴν ἐπεδείξατο. Τινὲς δέ φασι τὸ εἰς ἔθνη ἀπεστάλθαι καὶ τὸ πλεῖον  τῆς οἰκουμένης μέρος ἐπιδραμεῖν. Ὅθεν δῆλον ὅτι καὶ πλείονος ἀπ έλαυσε χάριτος. Εἰ γὰρ πλεῖον ἐκοπίασε, πλείων ἦν καὶ ἡ χάρις πλείονος δὲ ἀπέλαυσε χάριτος, ἐπειδὴ καὶ πλείονα ἐπεδείξατο σπουδήν. Εἶδες πῶς, καὶ δι'  ὧν φιλονεικεῖ  καὶ βιάζεται συσκιάζειν τὰ καθ' ἑαυ τὸν, πάντων δείκνυται πρῶτος ὤν;    ʹ. Ταῦτα καὶ ἡμεῖς ἀκούοντες, τὰ μὲν ἐλαττώματα ἡμῶν ἐκπομπεύωμεν, τὰ δὲ κατορθώματα σιγῶμεν· κἂν καιρὸς καταναγκάζῃ, συνεσταλμένως αὐτὰ λέγω μεν, καὶ τὸ πᾶν τῇ χάριτι λογιζώμεθα· ὃ δὴ καὶ αὐ τὸς ποιεῖ, ἄνω καὶ κάτω τὸν μὲν πρῶτον αὑτοῦ στίζων βίον, τὰ δὲ μετὰ ταῦτα τῇ χάριτι λογιζόμενος, ἵνα τοῦ Θεοῦ δείξῃ τὴν φιλανθρωπίαν πάντοθεν, ὅτι τοι οῦτον ὄντα ἔσωσε, καὶ σωθέντα πάλιν τοιοῦτον εἰρ γάσατο. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ὄντων  ἀπογινω  σκέτω, μηδεὶς τῶν  ἐν ἀρετῇ θαῤῥείτω, ἀλλὰ  κἀκεῖνος ἔστω περιδεὴς, καὶ οὗτος πρόθυμος. Οὔτε γὰρ ῥᾳθυ μῶν τις ἱκανὸς ἔσται μεῖναι ἐν ἀρετῇ,  οὔτε  σπουδά  ζων,   ἀσθενὴς  πρὸς  τὸ  διαφυγεῖν   κακίαν.   Καὶ  τούτων ἀμφοτέρων ὑπόδειγμα ὁ μακάριος ∆αυῒδ, ἡνίκα μι κρὸν ἐνύσταξε, καταπεσὼν μέγα· καὶ ἡνίκα κατενύγη, πάλιν πρὸς τὸ πρότερον ὕψος ἀναδραμών. Καὶ γὰρ ἀμφότερα ἐξ ἴσης κακὰ, καὶ τὸ ἀπογινώσκειν καὶ τὸ ῥᾳθυμεῖν· τὸ μὲν γὰρ καθαιρεῖ ταχέως ἀπ' αὐ τῆς τῶν οὐρανῶν τῆς ἁψῖδος, τὸ δὲ, ἀναστῆναι τὸν κείμενον οὐκ ἀφίησι. ∆ιὸ πρὸς ἐκεῖνον μὲν ἔλεγεν ὁ  Παῦλος· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ τοῦτον, Σήμερον ἐὰν τῆς φωνῆς  αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· καὶ πάλιν, Τὰς παρειμένας χεῖρας, καὶ τὰ παρα λελυμένα γόνατα ἀνορθώσατε. Καὶ τὸν πεπορνευ   κότα  δὲ  μετανοήσαντα,   διὰ  τοῦτο  ἀνακτᾶται   ταχέως,   ἵνα   μὴ  τῇ περισσοτέρᾳ λύπῃ  καταποθῇ  ὁ τοιοῦτος.    Τί τοίνυν  ἐπὶ  τοῖς  ἄλλοις  ἀθυμεῖς,  ὦ ἄνθρωπε; Εἰ    γὰρ ἐπὶ ἁμαρτήμασιν, ἔνθα χρήσιμον ἡ λύπη μόνον, ἡ ἀμετρία πολλὴν ἐργάζεται βλάβην, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἄλλοις. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς; ὅτι χρή ματα ἀπώλεσας; Ἀλλ' ἐννόησον τοὺς οὐδὲ ἄρτου κορεννυμένους, καὶ ταχίστην λήψῃ παραμυθίαν. Καὶ ἐφ' ἑκάστῳ δὲ τῶν δεινῶν μὴ τὰ συμβάντα θρήνει, ἀλλ' ὑπὲρ τῶν μὴ συμβάντων χαλεπῶν  εὐχαρίστει. Ἔσχες χρήματα, καὶ ἀπέβαλες; Μὴ δακρύσῃς ὑπὲρ  τῆς  ζημίας,  ἀλλ'  εὐχαρίστησον  ὑπὲρ  τοῦ  χρόνου,  οὗ  ταῦτα ἐκαρπώσω· εἰπὲ κατὰ τὸν Ἰὼβ, Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Μετὰ δὲ τούτου κἀκεῖνο λογίζου, ὅτι εἰ καὶ χρήματα ἀπέβαλες, ἀλλὰ τὸ σῶμά σου τέως ὑγιὲς ἔχεις, καὶ οὐ θρηνεῖς μετὰ τῆς πενίας  καὶ τὴν  τού του πήρωσιν.  Ἀλλὰ  καὶ  τὸ  σῶμά σου λώβην  τινὰ  ὑπέμεινεν;  Ἀλλ'  οὐχ  οὗτος  τῶν ἀνθρωπίνων  κακῶν ὁ πυθμὴν, ἀλλ' ἐν τῷ μέσῳ τοῦ πίθου φέρῃ τέως.  Πολλοὶ γὰρ μετὰ πενίας καὶ λώβης καὶ δαίμονι πα λαίουσι καὶ ἐν ἐρήμοις πλανῶνται·  ἄλλοι πάλιν  τού των  ἕτερα χαλεπώτερα  ὑπομένουσι. Μὴ γὰρ δὴ γέ νοιτο ἡμᾶς πάντα παθεῖν,  ὅσα δυνατὸν  ἐνεγκεῖν.  Ταῦτ' οὖν  ἀεὶ λογιζόμενος,  τοὺς  τὰ χαλεπώτερα πάσχοντας  ἐννόει,  καὶ  μηδενὶ  τούτων  ἄλγει·  ἀλλ'  ὅταν  ἁμάρτῃς,  τότε  μόνον στέναξον, τότε δάκρυσον· οὐ κωλύω, ἀλλὰ καὶ προτρέπω μᾶλλον· καὶ τότε δὲ μετὰ συμμετρίας, ἐννοῶν ὅτι ἔστιν ἐπάνοδος, ἔστι καταλλαγή. Ἀλλ' ὁρᾷς ἑτέρους τρυφῶντας, σαυτὸν δὲ ἐν πενίᾳ, καὶ ἕτερον ἐν λαμπροῖς ἱματίοις, καὶ ἐν περιφανείᾳ; Ἀλλὰ μὴ ταῦτα μόνον σκόπει, ἀλλὰ καὶ τὰ ἐκ τούτων λυπηρά. Καὶ ἐπὶ τῆς πενίας δὲ μὴ τὴν πτωχείαν  μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν  ἡδονὴν ἀναλο γίζου.  Ὁ μὲν γὰρ πλοῦτος τὸ μὲν προσωπεῖον ἔχει φαι δρὸν, τὰ δὲ ἔνδον ζόφου γέμοντα· ἡ δὲ πενία τοὐν  αντίον·  κἂν τὸ ἑκάστου συνειδὸς ἀναπτύξῃς,  ἐν μὲν τῇ τοῦ πένητος  ψυχῇ πολλὴν  τὴν ἄδειαν ὄψει καὶ τὴν ἐλευθερίαν· ἐν δὲ τῇ τοῦ πλουτοῦντος  θορύβους, τα ραχὰς, κύματα. Εἰ δὲ ἀλγεῖς ὁρῶν αὐτὸν πλουτοῦντα, κἀκεῖνος πολλῷ σοῦ πλέον ἀλγεῖ τὸν αὑτοῦ πλουσιώ τερον θεώμενος· καὶ καθάπερ σὺ τοῦτον δέδοικας, οὕτω κἀκεῖνος ἄλλον, καὶ οὐδέν σου πλεονεκτεῖ κατὰ τοῦτο. Ἀλλ' ἄρχοντα ὁρῶν ἀλγεῖς, ὅτι ἰδιώτης σὺ, καὶ τῶν ἀρχομένων. Ἀλλ' ἐννόει καὶ τῆς διαδοχῆς τὴν ἡμέραν, καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης τοὺς θορύβους, τοὺς κινδύνους, τοὺς πόνους, τὰς κολακείας,  τὰς  ἀγρυπνίας,  τὰς  ταλαιπωρίας   πάσας.  Καὶ ταῦτα  πρὸς  τοὺς  οὐκ ἐθέλοντας  φιλοσοφεῖν  λέγομεν·  ὡς  ἐὰν  τοῦτο  εἰδῇς,  ἀφ'  ἑτέρων  σε μειζόνων δυνάμεθα παρακαλέσαι· τέως δὲ ἀπὸ τῶν παχυτέρων  ἀνάγκη πρὸς σὲ διαλέγεσθαι. Ὅταν τοίνυν ἴδῃς πλουτοῦντα, τὸν ἐκείνου πλουσιώτερον ἐννόει, καὶ ὄψει τοῦτον ἐν  οἷς καὶ  σύ. Μετὰ δὲ τοῦτον  καὶ  τὸν  σαυτοῦ πενέστε  ρον  σκόπει, καὶ  πόσοι πεινῶντες  ἐκοιμήθησαν, καὶ οὐσίας πατρῴας ἀπέβαλον, καὶ δεσμωτήριον οἰκοῦσι, καὶ θάνατον  καθ' ἑκάστην εὔχονται  τὴν  ἡμέραν. Οὔτε γὰρ ἀθυμίαν  πενία,  οὔτε ἡδονὴν  τίκτει  πλοῦτος,  ἀλλὰ  καὶ  τοῦτο  κἀκεῖνο  λογισμὸς  ὑμῖν  ἐμποιεῖν  εἴωθε.
Σκόπει δὲ  ἀρχόμενος  κάτωθεν·  ὁ  κοπρώνης  ἀλγεῖ  καὶ  ὀδυνᾶται,  ὅτι  μὴ ἀπήλλακται   τοῦ  ταλαιπώρου  καὶ  ἐπονειδίστου  εἶναι  δοκοῦντος  ἐπιτηδεύματος τούτου· ἀλλ' ἂν ἀπαλλάξῃς αὐτὸν τούτου, καὶ ποιήσῃς μετὰ ἀδείας τῶν ἀναγκαίων εὐπορεῖν,  ἀλγήσει πάλιν  ὅτι μὴ πλείω  τῆς χρείας κέκτηται· κἂν πλείω  παρέχῃς, βουλήσεται αὐτὰ διπλασίονα εἶναι πάλιν, καὶ διὰ τοῦτο ὀδυνηθήσεται οὐχ ἧττον, ἢ πρότερον· κἂν δι πλασίονα, κἂν τριπλασίονα δῷς, ἀθυμήσει πάλιν, ὅτι μὴ πολιτεύεται·  κἂν  τοῦτο  παρέχῃς  αὐτῷ,  ἄθλιον  ἑαυτὸν  ἡγήσεται, ὅτι  μὴ τῶν  τὰ πρῶτα πολιτευομέ νων ἐστί· καὶ ταύτης δὲ ἐπιλαβόμενος τῆς τιμῆς, θρηνήσει, ὅτι μὴ ἄρχει· ὅταν δὲ ἄρξῃ, ὅτι μὴ ἔθνους ὁλοκλήρου· ὅταν δὲ καὶ ἔθνους ὁλοκλήρου, ὅτι μὴ ἐθνῶν  πολλῶν·  ὅταν δὲ ἐθνῶν  πολλῶν,  ὅτι μὴ πάν των. Ὅταν ὕπαρχος γένηται, λυπηθήσεται πάλιν, ὅτι μὴ καὶ βασιλεύς· κἂν βασιλεὺς, ὅτι μὴ μόνος· κἂν μόνος,  ὅτι  μὴ καὶ  βαρβάρων, ὅτι  μὴ καὶ  τῆς  οἰκουμένης  ἁπάσης· ὅταν  καὶ  τῆς οἰκουμένης ἁπάσης, διὰ τί μὴ καὶ ἑτέρου κόσμου; Καὶ οὕτως ἐπ' ἄπειρον ὁ λογισμὸς προϊὼν, οὐκ ἀφίησιν αὐτὸν ἡσθῆναί ποτε.

 ζʹ. Εἶδες πῶς κἂν ἐξ εὐτελοῦς καὶ πτωχοῦ βασιλέα ποιήσῃς, οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν, λογισμὸν τὸν πλεονεξίας  ἐρῶντα μὴ διορθωσάμενος πρότερον; Φέρε σοι καὶ τοὐναντίον δείξω, ὅτι κἂν ἄνωθεν κάτω καταγάγῃς τὸν σύνεσιν ἔχοντα, οὐκ ἐμβαλεῖς εἰς ἀθυμίαν καὶ λύπην. Καὶ, εἰ βούλει, τὴν αὐτὴν κλίμακα καταβαίνωμεν, καὶ τὸν ὕπαρχον ἀπὸ τοῦ θρόνου καταβιβάσας τῷ λόγῳ ἀποστέρει τῆς ἀξίας ἐκείνης.  Οὐδὲν γὰρ οὗτος ἐντεῦθεν, ἂν ἐθέλῃ ταῦτα ἐννοεῖν, ἅπερ εἶπον, ἀλγήσει. Οὐδὲ γὰρ ἅπερ ἀφῄρηται, λογιεῖται, ἀλλ' ἅπερ ἔχει τέως,  τὴν  δόξαν  τὴν  ἀπὸ τῆς  ἀρχῆς. Ἂν  δὲ καὶ ταύτην  ἀφέλῃς,  λογιεῖται  τοὺς ἰδιώτας,  καὶ οὐδέποτε  τοιαύτης  ἐπιβάντας  ἀρχῆς, καὶ ἀρκέσει εἰς  παραμυθίαν  ὁ πλοῦτος  αὐτῷ·  ἂν  δὲ καὶ  τούτου  πάλιν  ἐκβάλῃς,  σκοπήσει τοὺς  τὰ  σύμ μετρα ἔχοντας· ἂν δὲ καὶ τὰ σύμμετρα ἀφέλῃς καὶ τῆς ἀναγκαίας μόνης μεταδῷς τροφῆς, δυνήσεται ἐννοεῖν  τοὺς οὐδὲ ταύτης μετέχοντας, ἀλλὰ λιμῷ παλαίοντας  διηνεκεῖ, καὶ δεσμωτήριον  οἰκοῦντας.  Εἰ δὲ καὶ εἰς τὸ οἴκημα εἰσαγάγοις  ἐκεῖνο, τοὺς ἐν νόσοις ἀνιάτοις ὄντας, τοὺς ἐν ὀδύναις ἀνηκέστοις ἐνθυμούμενος, ὄψεται ἑαυτὸν ἐν πολλῷ  βελτίοσιν  ὄντα.   Καὶ ὥσπερ ὁ κοπρώνης  ἐκεῖνος  οὐδὲ βασιλεὺς γενόμενος εὐθυμίαν καρπώσεται, οὕτως οὗτος οὐδὲ δεσμώτης καταστὰς ἀλγήσει ποτέ. Οὐκ ἄρα πλοῦτος  ἡδο νῆς, οὔτε πενία  ἀθυμίας  ὑπόθεσις, ἀλλ' ἡ ἡμετέρα γνώμη, καὶ τὸ τὰ ὄμματα τῆς διανοίας ἡμῶν μὴ εἶναι καθαρὰ, μηδὲ ἑστάναι που καὶ μένειν,  ἀλλ' ἀπέραντα πέτασθαι. Καὶ καθάπερ τὰ μὲν ὑγιεινὰ  τῶν  σωμάτων, κἂν ἄρτῳ τρέφηται μόνῳ, εὐπαθεῖ καὶ σφριγᾷ· τὰ δὲ ἐπίνοσα, κἂν δαψιλοῦς καὶ ποικίλης ἀπολαύῃ τραπέζης, τοσούτῳ μᾶλλον ἀσθενέστερα γίνεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν  εἴωθεν·  οἱ  μὲν  μικρόψυχοι  οὐδὲ  ἐν  διαδήματι  καὶ  τιμαῖς  ἀφάτοις δύναιντ' ἂν εὐθυμεῖν· οἱ δὲ φιλόσοφοι  καὶ ἐν δεσμοῖς καὶ ἐν ἁλύσει καὶ ἐν πενίᾳ καθαρᾶς ἀπο λαύουσιν ἡδονῆς. Ταῦτ' οὖν ἐννοοῦντες,  πρὸς τοὺς καταδεεστέρους ἀεὶ βλέπωμεν. Ἔστι μὲν γὰρ καὶ ἑτέρα παραμυθία, ἀλλὰ φιλόσοφος καὶ τῶν πολλῶν ὑπερβαίνουσα τὴν παχύτητα. Ποία αὕτη; Ὅτι οὐδὲν πλοῦτος, οὐδὲν πενία, οὐδὲν ἀτιμία, οὐδὲν τιμὴ, ἀλλ' ἐν χρόνῳ βραχεῖ καὶ ῥήμασι διεστήκασι μόνον ἀλλή λων. Μετὰ δὲ ταύτης καὶ ἑτέρα ταύτης μείζων, τὸ τὰ μέλλοντα  ἐννοεῖν  καὶ κακὰ καὶ ἀγαθὰ,  τὰ ὄντως  κακὰ καὶ  ὄντως  ἀγαθὰ, καὶ  ἀπ' ἐκείνων  παρακαλεῖσθαι. Ἀλλ' ἐπειδὴ πολλοὶ τούτων, ὅπερ ἔφην, πόῤῥω τῶν λόγων ἑστήκασι, διὰ τοῦτο ἐκείνοις ἠναγκάσθημεν  διατρῖψαι  τοῖς  λόγοις,  ἵνα  ὁδῷ καὶ ἐπὶ τούτους  ἀγά γωμεν  τοὺς καταδεξαμένους ἐκεῖνα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, πάντοθεν ἑαυτοὺς ῥυθμίσωμεν, καὶ οὐδέ ποτε ἐπὶ τῶν ἀδοκήτων τούτων ἀλγήσομεν. Οὐδὲ γὰρ, εἰ ἐν εἰκόνι πλουσίους ἴδοιμεν, ζηλωτοὺς εἶναι φαίη μεν ἂν, ὥσπερ οὐδὲ τοὺς πτωχοὺς ἐκεῖ γεγραμμένους, ἀθλίους καὶ ἐλεεινούς· καίτοι γε ἐκεῖνοι τῶν παρ' ἡμῖν πλουτούντων  μονιμώτεροι· μᾶλλον γὰρ ἐν τῇ γραφῇ μένει πλούσιος, ἢ ἐν αὐτῇ τῶν πραγμάτων  τῇ  φύσει. Ὁ μὲν  γὰρ καὶ  εἰς  ἔτη  πολλάκις  ἑκατὸν  ἤρκε σεν οὕτω φαινόμενος,  οὗτος δὲ ἔστιν ὅτε οὐδὲ εἰς ἐνιαυτὸν  ἐντρυφήσας τοῖς οὖσι, πάντων ἀθρόον ἐγυμνώθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, πανταχόθεν ἐπιτειχίσωμεν εὐθυμίαν  κατὰ  τῆς  ἀλογίστου  λύ πης,  ἵνα  καὶ  τὸν  παρόντα  βίον  μεθ'  ἡδονῆς διάξωμεν,  καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |