ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΒʹ Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω

Τρίτη 25 Οκτωβρίου 2016

ΙΒʹ Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

ΙΒʹ Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω πρὸς τὴν σὴν κοσμιότητα

12.1 Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω πρὸς τὴν σὴν κοσμιότητα· διὸ καὶ σφόδρα ἥσθην ὅτι νῦν  ἀπηντήκασιν  οἱ παῖδες εἰς λιμένα  λοιπὸν ὁρμίζουσιν  ἡμῖν.  Εἰ γὰρ  πελαγίῳ  μοι  σαλεύοντι  ἔτι  καὶ  τὰ  χαλεπὰ  τῆς  ἀρρωστίας ἐκδεχομένῳ  κύματα  συνήντησαν,  οὐδὲ  ἀπατῆσαί  μοι  ῥᾴδιον  ἦν  τὴν  σὴν εὐλάβειαν χρηστὰ  ἀντὶ  δυσχερῶν  ἀπαγγέλλοντι.  Καὶ γὰρ  ὁ  χειμὼν  τοῦ  συνήθους  γενόμενος σφοδρότερος καλεπώτερον  ἡμῖν  καὶ τοῦ στομάχου τὸν χειμῶνα  ἐπήγαγε  καὶ νεκρῶν οὐδὲν ἄμεινον  τοὺς δύο διετέλεσα μῆνας  τούτους, ἀλλὰ  καὶ χαλεπώτερον.  Τοσοῦτον γὰρ ἔζων ὅσον ἐπαισθάνεσθαι τῶν πάντοθεν κυκλούντων με δεινῶν, καὶ πάντα μοι νὺξ ἦν καὶ ἡμέρα καὶ ὄρθρος καὶ μεσημβρία μέση καὶ διημέρευον τῇ κλίνῃ προσηλωμένος· καὶ μυρία μηχανώμενος  οὐκ ἴσχυον τὴν ἐκ τοῦ κρυμοῦ βλάβην ἀποτινάξασθαι· ἀλλὰ καὶ πῦρ ἀνακαίων  καὶ καπνοῦ χαλεπωτάτου  ἀνεχόμενος  καὶ ἐν ἑνὶ δωματίῳ καθειργμένος καὶ μυρία ἐπιβλήματα ἔχων καὶ μηδὲ τὸν οὐδὸν ὑπερβῆναι τολμῶν τὰ ἔσχατα ἔπασχον, ἐμέτων  τε συνεχῶς  ἐπιγινομένων, κεφαλαλγίας,  ἀνορεξίας, ἀγρυπνίας  διηνεκοῦς


.  Τὰ γοῦν πελάγη τῆς νυκτὸς τὰ οὕτω μακρὰ ἀγρυπνῶν  διετέλουν. Ἀλλ' ἵνα μὴ πλέον τοῖς δυσχερέσιν ἐνδιατρίβων  κατατείνω  σου τὴν  διάνοιαν,  πάντων  ἀπηλλάγμεθα  τούτων νῦν. Ὁμοῦ τε γὰρ ἐπέστη τὸ ἔαρ καὶ μικρά τις τοῦ ἀέρος γέγονε  μεταβολή, αὐτόματα πάντα ἐλύθη. Ἀλλ' ὅμως καὶ νῦν πολλῆς δέομαι τῆς ἀκριβείας κατὰ τὴν δίαιταν· διὰ δὴ τοῦτο κοῦφον ποιῶ τῷ στομάχῳ τὸ φορτίον ὥστε αὐτὸ δύνασθαι καὶ ῥᾳδίως διατιθέναι. Οὐχ ὡς ἔτυχε δὲ ἡμᾶς κατέστησεν ἐν φροντίδι  καὶ τὸ μαθεῖν πρὸς ἐσχάτας ἀναπνοὰς εἶναί  σου  τὴν  κοσμιότητα.  Ἀλλ'  ὅμως  διὰ  τὸ  στέργειν  σφόδρα  καὶ  μεριμνᾶν  καὶ φροντίζειν  τὰ σά, καὶ πρὸ τῶν γραμμάτων τῆς τιμιότητός σου ταύτης ἀπηλλάγημεν  τῆς μερίμνης, πολλῶν  ἐκεῖθεν  ἐλθόντων  καὶ ἀπαγγειλάντων τὰ περὶ τῆς ὑγιείας  τῆς σῆς. Καὶ νῦν χαίρω σφόδρα καὶ εὐφραίνομαι, οὐχ ὅτι τῆς ἀρρωστίας ἀπηλλάγης μόνον, ἀλλὰ πρὸ πάντων  ὅτι οὕτω γενναίως  φέρεις τὰ συμπίπτοντα  μῦθον ἅπαντα ταῦτα καλοῦσα· καὶ τὸ δὴ μεῖζον ὅτι καὶ τῇ τοῦ σώματος ἀρρωστίᾳ ταύτην περιέθηκας τὴν προσηγορίαν, ὃ ψυχῆς ἐστι νεανικῆς  καὶ πολλῷ τῷ τῆς ἀνδρείας βρυούσης καρπῷ. Τὸ γὰρ μὴ μόνον φέρειν γενναίως  τὰ δυσχερῆ, ἀλλὰ μηδὲ παρόντων  αὐτῶν αἰσθάνεσθαι, ἀλλ' ὑπερορᾶν καὶ μετὰ πολλῆς τῆς ἀπραγμοσύνης τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον, οὐ κάμνουσαν,  οὐδὲ ἱδροῦσαν, οὐδὲ πράγματα  ἔχουσαν, οὐδὲ ἑτέροις  παρέχουσαν,  ἀλλ' ὥσπερ σκιρτῶσαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις.
∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι  ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν  λοιπῶν  περιστάσεων, εὐφραινόμενος  καὶ γαννύμενος  καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ  καὶ διὰ τὴν  μεγάλην  καὶ πολυάνθρωπον πόλιν  ἐκείνην  ᾗ καὶ ἀντὶ  πύργου καὶ λιμένος  γέγονας  καὶ τείχους,  λαμπρὰν  τὴν  διὰ τῶν  πραγμάτων  ἀφιεῖσα  φωνὴν  καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν  εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως  τοὺς ἐκ τῶν  τοιούτων  ἀγώνων  ἱδρῶτας.  Καὶ τὸ δὴ θαυμαστὸν  ὅτι οὐκ εἰς ἀγορὰν  ἐμβάλλουσα,  οὐδὲ  τὰ  μέσα τῆς  πόλεως  καταλαμβάνουσα,  ἀλλ'  ἐν  οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης  καὶ  τῶν  κυμάτων  οὕτω  κορυφουμένων,   σκοπέλων  τε  καὶ  ὑφάλων  καὶ σπιλάδων  καὶ θηρίων  πάντοθεν  ἀγρίων  ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης  πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη· καὶ μάλα εἰκότως· τοιαῦτα γὰρ τῆς ἀρετῆς τὰ πηδάλια. Καὶ ἔμποροι μὲν καὶ κυβερνῆται καὶ ναῦται καὶ πλωτῆρες, ἐπειδὰν ἴδωσι νεφῶν  συνδρομὴν ἢ ἀγρίων ἀνέμων ἐμβολὴν ἢ τὸ ῥόθιον τοῦ κύματος σφοδροτάτῳ ζέον ἀφρῷ, εἴσω λιμένος  τὰ πλοῖα κατέχουσιν· εἰ δέ που  καὶ  τύχοιεν  ἐν  πελάγει  σαλεύοντες,  πάντα  ποιοῦσι  καὶ  μηχανῶνται ὥστε  πρὸς ὅρμον ἢ νῆσον ἢ ἀκτὴν ὁρμίσαι τὸ σκάφος. Σὺ δὲ μυρίων πνευμάτων,  τοσούτων ἀγρίων κυμάτων  πάντοθεν  συρρηγνυμένων,  τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος  διὰ τὴν χαλεπότητα  τοῦ χειμῶνος,  καὶ τῶν μὲν ὑποβρυχίων  γενομένων,  τῶν δὲ ἐπιπλεόντων νεκρῶν  τοῖς ὕδασιν, ἑτέρων  γυμνῶν  ἐπὶ σανίδος φερομένων,  εἰς μέσον ἁλλομένη  τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας
ἐν χειμῶνι  πλέουσα· καὶ μάλα εἰκότως. Οἱ μὲν γὰρ κυβερνῆ σαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις. ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς  ἡδονῆς,  οὐκ αἰσθάνομαι  τῆς  παρούσης ἐρημίας  οὐδὲ  τῶν  λοιπῶν  περιστάσεων, εὐφραινόμενος  καὶ γαννύμενος  καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ  ταῖς  ἐπαλλήλοις   νίκαις,   οὐ  διὰ  σὲ  μόνον,   ἀλλὰ   καὶ  διὰ  τὴν   μεγάλην   καὶ πολυάνθρωπον πόλιν  ἐκείνην  ᾗ καὶ  ἀντὶ  πύργου  καὶ  λιμένος  γέγονας  καὶ  τείχους, λαμπρὰν  τὴν  διὰ  τῶν  πραγμάτων   ἀφιεῖσα  φωνὴν   καὶ  ἑκάτερον  τὸ  γένος  ἐν  τοῖς παθήμασί  σου παιδεύουσα  καὶ  ἀποδύεσθαι  ῥᾳδίως  πρὸς τοὺς  τοιούτους  ἀγῶνας  καὶ καταβαίνειν  εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν  εὐκόλως  τοὺς ἐκ τῶν τοιούτων  ἀγώνων  ἱδρῶτας. Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις  τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης  καὶ τῶν κυμάτων οὕτω κορυφουμένων,  σκοπέλων  τε καὶ ὑφάλων  καὶ σπιλάδων  καὶ θηρίων  πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου  χειμῶνος,  ἀλλ' οὐδὲ  περιρραντιζομένη·  καὶ  μάλα  εἰκότως·  τοιαῦτα  γὰρ  τῆς ἀρετῆς τὰ πηδάλια. Καὶ ἔμποροι μὲν καὶ κυβερνῆται καὶ ναῦται καὶ πλωτῆρες, ἐπειδὰν ἴδωσι  νεφῶν   συνδρομὴν   ἢ  ἀγρίων   ἀνέμων   ἐμβολὴν   ἢ  τὸ  ῥόθιον   τοῦ  κύματος σφοδροτάτῳ ζέον ἀφρῷ, εἴσω λιμένος  τὰ πλοῖα κατέχουσιν· εἰ δέ που καὶ τύχοιεν  ἐν πελάγει σαλεύοντες, πάντα ποιοῦσι καὶ μηχανῶνται ὥστε πρὸς ὅρμον ἢ νῆσον ἢ ἀκτὴν ὁρμίσαι τὸ σκάφος. Σὺ δὲ μυρίων  πνευμάτων,  τοσούτων  ἀγρίων  κυμάτων  πάντοθεν συρρηγνυμένων,  τοῦ  βυθοῦ  τῆς  θαλάσσης ἀναστραφέντος  διὰ  τὴν  χαλεπότητα  τοῦ χειμῶνος,  καὶ  τῶν  μὲν  ὑποβρυχίων  γενομένων,   τῶν  δὲ  ἐπιπλεόντων νεκρῶν  τοῖς ὕδασιν, ἑτέρων γυμνῶν  ἐπὶ σανίδος φερομένων,  εἰς μέσον ἁλλομένη  τὸ πέλαγος  τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα· καὶ μάλα εἰκότως. Οἱ μὲν γὰρ κυβερνῆ ται, κἂν μυριάκις ὦσι σοφοὶ τὴν ἐπιστήμην ἐκείνην, ἀλλ' οὐκ ἔχουσι τέχνην  ἀρκοῦσαν ἀντιστῆναι  παντὶ  χειμῶνι·  διὸ καὶ φεύγουσι  πολλάκις  τὴν πρὸς τὰ κύματα μάχην. Σοὶ δέ ἐστιν ἐπιστήμη παντὸς ἀνωτέρα χειμῶνος, τῆς φιλοσόφου ψυχῆς ἡ δύναμις  ἣ καὶ στρατοπέδων  μυρίων  ἐστὶν  ἰσχυροτέρα καὶ ὅπλων  δυνατωτέρα  καὶ πύργων  καὶ τειχῶν  ἀσφαλεστέρα. Στρατιώταις μὲν γὰρ καὶ ὅπλα καὶ τείχη καὶ πύργοι, πρὸς σώματος ἀσφάλειαν χρήσιμα μόνον, καὶ τοῦτο οὐκ ἀεὶ οὐδὲ διὰ παντός, ἀλλ' ἔστιν ὅτε καὶ ἡττᾶται ἅπαντα ταῦτα καὶ ἐρήμους τῆς αὐτῶν προστασίας τοὺς καταφεύγοντας ἀφίησιν. Τὰ δὲ ὅπλα τὰ σὰ οὐ βέλη βαρβαρικά, οὐδὲ μηχανήματα πολεμίων ἀνθρώπων, οὐδὲ  ἐφόδους  καὶ  κλοπὰς  τοιαύτας  διελέγχει,  ἀλλὰ  τὰς  τῆς  φύσεως  κατεπάτησεν ἀνάγκας καὶ τὴν τυραννίδα  κατέλυσε καὶ τὴν ἀκρόπολιν  αὐτῶν  καθεῖλε. Καὶ δαίμοσι πυκτεύουσα διηνεκῶς μυρίας μὲν ἤρω νίκας, οὐδεμίαν δὲ ἐδέξω πληγήν, ἀλλ' ἕστηκας ἄτρωτος  ἐν τοσαύτῃ βελῶν  νιφάδι  καὶ τὰ ἀκόντια  τὰ κατὰ σοῦ ῥιπτόμενα  πρὸς τοὺς ἀφιέντας  ὑποστρέφει πάλιν.  Τοιαύτη σου τῆς τέχνης  ἡ σοφία· δι' ὧν πάσχεις κακῶς, τοὺς ποιοῦντας ἀμύνῃ, δι' ὧν ἐπιβουλεύῃ, τοὺς πολεμοῦντας λυπεῖς ὑπόθεσιν μεγίστην ἔχουσα πρὸς εὐδοκιμήσεως  ἀφορμὴν  μείζονος  τὴν  ἐκείνων  κακίαν.  Ταῦτα καὶ αὐτὴ εἰδυῖα καλῶς καὶ τῇ πείρᾳ τὴν αἴσθησιν ἔχουσα, εἰκότως μῦθον ἅπαντα ταῦτα καλεῖς. Πῶς γὰρ οὐκ ἂν καλέσῃς μῦθον, εἰπέ μοι, θνητὸν  σῶμα λαχοῦσα καὶ θανάτου  οὕτω καταφρονοῦσα ὡς οἱ τὴν ἀλλοτρίαν ἐπειγόμενοι καταλιπεῖν καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν  πατρίδα; ἀρρωστίᾳ συζῶσα χαλεπωτάτῃ  καὶ τῶν εὐσαρκούντων καὶ σφριγώντων  ἥδιον   διακειμένη,   οὐχ   ὕβρεσι  ταπεινουμένη,   οὐ  τιμαῖς   καὶ  δόξαις ἐπαιρομένη· τοῦτο δὴ τὸ μυρίων πολλοῖς  αἴτιον γενόμενον  κακῶν οἳ καὶ ἐν ἱερωσύνῃ διαλάμψαντες   καὶ  πρὸς  ἔσχατον  γῆρας  ἐλάσαντες  καὶ  βαθυτάτην  πολιὰν  ἐντεῦθεν ὤλισθον καὶ κοινὸν πρόκεινται  τοῖς βουλομένοις  κωμῳδεῖν  θέατρον; Ἀλλ' ἡ γυνὴ καὶ ἀραχνῶδες  περικειμένη  σῶμα καὶ  τοσαύτας  ἐνεγκοῦσα  προσβολάς, οὐ μόνον  οὐδὲν ἔπαθες τοιοῦτον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς παθεῖν ἐκώλυσας. Κἀκεῖνοι μὲν οὐδὲ μέχρι πολλοῦ τῶν ἀγώνων  προελθόντες, ἀλλὰ ἐξ αὐτῶν τῶν προοιμίων, καὶ βαλβῖδος αὐτῆς, ὡς εἰπεῖν, ἁλλόμενοι  κατηνέχθησαν· σὺ δὲ μυριάκις τὴν ἐσχάτην νύσσαν περιελθοῦσα καθ' ἕκαστον  δρόμον  τὸ βραβεῖον  ἥρπασας, ποικίλα  παλαισμάτων  ἐπιδειξαμένη  καὶ ἀγώνων  εἴδη· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ ἐν ἡλικίᾳ, οὔτε ἐν σώματι τὰ παλαίσματα τῆς ἀρετῆς, ἀλλ' ἐν ψυχῇ μόνῃ καὶ γνώμῃ. Οὕτω καὶ γυναῖκες ἐστεφανώθησαν  καὶ ἄνδρες ὑπεσκελίσθησαν· οὕτω καὶ παῖδες ἀνεκηρύχθησαν καὶ γεγηρακότες κατῃσχύνθησαν. Ἀεὶ μὲν οὖν χρὴ θαυμάζειν τοὺς μετιόντας ἀρετήν, μάλιστα δὲ ὅταν πολλῶν αὐτὴν ἀπολειπόντων, εὑρεθῶσί τινες αὐτῆς ἀντεχόμενοι. ∆ιὰ δὴ τοῦτο καὶ τὴν σὴν ἐμμέλειαν
θαυμάζειν ἄξιον ὑπερβολῆς ὅτι τοσούτων τραπέντων ἀνδρῶν, γυναικῶν, γεγηρακότων, τῶν δοκούντων  μεγίστην ὑπόληψιν  ἔχειν, πάντων  ἐπ' ὄψιν κειμένων,  οὐδὲ ἐκ πολλῆς πολέμου ῥύμης, οὐδὲ ἀπὸ σφοδρᾶς τῶν ἐχθρῶν παρατάξεως, ἀλλὰ πρὸ συμβολῆς πεσόντων,  πρὸ συμπλοκῆς ἡττηθέντων, αὐτὴ μετὰ τοσαύτας μάχας καὶ παρατάξεις οὐ μόνον οὐ κατεμαλακίσθης, οὐδὲ ἐταριχεύθης τῷ πλήθει τῶν κακῶν, ἀλλὰ καὶ νεανιεύῃ μειζόνως καὶ τῶν ἀγώνων  ἡ προσθήκη προσθήκην σοι δίδωσιν ἰσχύος. Ἡ γὰρ τῶν ἤδη κατορθωθέντων μνήμη καὶ εὐφροσύνης καὶ χαρᾶς καὶ μείζονός σοι γίνεται  προθυμίας ὑπόθεσις. ∆ιὰ ταῦτα  χαίρομεν,  σκιρτῶμεν,  εὐφραινόμεθα·  οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο  λέγων  καὶ περιφέρων  μου πανταχοῦ  τῆς  χαρᾶς  τὴν  ὑπόθεσιν.  Ὥστε εἰ καὶ ὁ ἡμέτερός σε λυπεῖ χωρισμός, ἀλλὰ μεγίστη σοι αὕτη τῶν κατορθωμάτων  ἡ παράκλησις· ἐπεὶ καὶ ἡμεῖς τοσοῦτον  ἀπῳκισμένοι  μῆκος ὁδοῦ, οὐ μικρὰν  ἐντεῦθεν,  ἀπὸ τῆς σῆς ἀνδρείας λέγω, καρπούμεθα εὐφροσύνην.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |